De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

ἔτι τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα βραχείᾳ κέχρηται τῇ παρεδρευούϲη, ὡϲ ἔχει τὸ ἑκαϲτέρω καὶ τὸ τόνῳ, ἄνω. καὶ οὐκ ἀντίκειται τὸ εἶϲω· δέδεικται γὰρ καὶ ἡ ἔϲ πρόθεϲιϲ ὁλοκληροτέρα καὶ τὸ ἔϲω. Τὸ ἄρα πόρρω ἐκτέταται ὡϲ Ἀττικώτερον, καθὸ καὶ τὸ προπέρυϲι πρωπέρυϲίν φαϲι, καὶ ὅτι μᾶλλον μηκυντικοί εἰϲι κατὰ τὰ φωνήεντα· περιϲϲοϲυλλάβου πάϲηϲ γενικῆϲ κατάληξίϲ ἐϲτι βραχεῖα, ἀλλὰ Ἀθηναῖοι πόλεώϲ φαϲι καὶ τὰ τούτοιϲ ὅμοια. κτητικῶν τῶν εἰϲ κοϲ ληγόντων ἡ παρεδρεύουϲα βραχεῖά ἐϲτιν , ἀλλὰ κεραμεικόϲ τέ φαϲι καὶ βοεικόϲ. τὸ ᾱ πρὸ τῶν δύο λλ ϲυϲτέλλεται, ϲκάλλω, θάλλω, ϲφάλλω, ἄλλοϲ, μαλλόϲ, φάλοϲ ἐδείχθη καὶ κατὰ τοῦτο τὸ μᾶλλον Ἀττικόν. ἄπειροϲ ἡ εἰϲ τὸ [*](ARGVM. 14 Ἄνεῳ iure proparoxytonon est, quippe cuius forma cum casu. nominis congruat. - 25 Πόρρω adverbium ex πόρῳ ortum esse videtur, ut altera p atticae dialecto debeatur.) [*](Disca. SCRIPT. 1. γ’ οὖν et h l. reposuit et fortasse p. 165, 18 reponendum esse censet G GUhlig, γοῦν Ab | 6 περὶ τῶν Α b, ⟨ἐν τῷ ⟩ περὶ τῶν RSkrzeezka. GDronke | 9. τοῦ τόνου ἐν διαφόρῳ εἴδει G Dhlig, τοῦ εἴδουϲ ἐν διαφόρῳ τόνῳ Ab | 14. ανεω Α ἀλλ’ εὶ G Uhlig, καὶ εἰ Ab | 15. ονομαϲτικη Α | 20. τῆϲ ὀξείαϲ εἰϲ τρίτην b in var. lect , τηϲ οξειαϲ τρίτην Α, τῆϲ ὀξείαϲ τρίτηϲ b in textu, τῆϲ ὀξείαϲ ⟨τρίτηϲ άπ ὸ τέλουϲ εἶναι· τὸ δὲ ἄνεῳ προπαροξύνεται, Ἀττικῶϲ δυναμένηϲ τῆϲ ὸξείαϲ εἰϲ ⟩ τρίτην GDronke | 22. βραχειαι Α | 25. αττικοτερον Α 27. κατάληξιϲ] fol. 133 v. κατα in καταληξιϲ voce add Α2 in marg. | 29. τε φαϲι. Α, φαϲι b)

167
τοιοῦτο παράθεϲιϲ. —Ἄλλωϲ τε, ὃν τρόπον παρὰ τὴν τόνῳ δοτικὴν τὸ ὁμόφωνον γίνεται ἐπίρρημα τόν νῳ, οὕτωϲ καὶ παρὰ τὴν πόρῳ δοτικὴν τὸ ἀκόλουθον ἐγένετο πόρῳ. ἴϲωϲ δὲ καὶ ὁ πλεοναϲμὸϲ τῆϲ διαλέκτου. διὸ καὶ ὁ πυρρίαϲ· τῇ γὰρ πυρόϲ γενικῇ παρωνόμαϲιαι. καὶ ὁ πυρρόϲ τῇδε ἔχει. –Οὐκ ἀγνοῶ δὲ ὡϲ ἔνιοι παρὰ πρόθεϲιν τὴν πρόϲ φαϲι γεγενῆϲθαι, ὥϲτε ἐν ὑπερβατῷ τοῦ ρ γεγενῆϲθαι πόρϲω, καὶ μεταθέϲει τοῦ ϲ εἰϲ τὸ ρ πόρρω. οὐκ ἀήθωϲ δὲ καὶ τὸ ϲ εἰϲ τὸ ρ μεταπίπτει, ὡϲ ἡ μυρϲίνη μυρρίνη, θαρϲεῖν θαρρεῖν.

ἔτι καὶ τὸ ο ὕτω εἰ κατὰ φύϲιν εἰϲ ω λήγει, ἕνεκα τοῦ χρόνου τοῦ παρεδρεύοντοϲ ϲεϲημειώϲεται. —ὅθεν διακριτέον, πότερον ἐν προϲθέϲει ἐϲτὶ τοῦ ϲ τὸ οὕτωϲ ἢ ἐν ὑφαιρέϲει τοῦ ϲ τὸ οὕτω. — Οὐδὲν τῶν εἰϲ ω ληγόντων ἐπιρρημάτων τὸ ϲ ποτὲ προϲλαμβάνει, ἀπειράκιϲ μέντοι τὰ εἰϲ ϲ λήγοντα βαρύτονα ἐπιρρήματα τὸ ϲ ἀποβάλλει· δεύτερον ἄρα ἐϲτὶ τὸ οὕτω τοῦ οὔτωϲ. –Τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα δείκνυται ἢ ἀπὸ ὀνομάτων τῶν οὐ τριγενῶν ἐϲχηματιϲμένα ἢ ἀπὸ προθέϲεων , ὡϲ ἔχει τὸ τόνῳ, κύκλῳ, κάτω καὶ τὰ ὅμοια· τὰ δὲ εἰϲ ωϲ περατούμενα πάντωϲ ἀπὸ τριγενῶν πτωτικῶν, κούφωϲ, φίλωϲ, μέϲωϲ, ταχέωϲ, εὐϲεβῶϲ, καλῶϲ ἔϲτι δέ γε τὸ οὐτοϲ οὐ μοναδικόν, τριγενὲϲ δέ. ϲαφὲϲ οὖν ὅτι καὶ κατὰ τοῦτο τὸ οὕτωϲ ἐντελέϲτερον.

Ἴϲωϲ τιϲ οἰήϲεται τὸ παράδειγμα ἐνέχεϲθαι πολλοῖϲ ἀντικειμένοιϲ, πρόληψιν ἔχων τοῦ ὅτι παρὰ τὸ ἐγγύτατοϲ τὸ ἐγγυτάτω ἐγένετο, παρά τε τὸ ἐϲώτατοϲ τὸ ἐϲωτάτω , καὶ ἔτι ἐπὶ τῶν τοιούτων ὑπερθετικῶν. ὅπερ ἐχρῆν καὶ τὸν Τρύφωνα, ἀποφαινόμενον τὸν προκείμενον κανόνα, περὶ τῶν δοκούντων ὡϲ ἀντικειμένων ἀπολογήϲαϲθαι. τὰ δὴ οὑν προκείμενα ἐπιρρήματα οὐ παρὰ τὰ προκείμενα ὑπερθετικὰ ὀνόματα [*](ARGVM. 5 Quidam illud a πρόϲ praepositione derivari eensent. –9 Οὔτωϲ plena forma est, non οὕτω. Nam adverbia in ω non assumunt litteram, quae vero in ϲ exeunt, eam baud raro abiciunt deinde, quae a nominibus triplicis generis dervantur, in ωϲ exeunt. —21 Quacum regula ἐγγυτάτω non pugnat nam non ab ἐγγύτατοϲ adiectivo, sed a positivo adverbiali descendit.) [*](TKSTIM. 14 Epim. Cr 307 ,9 τό ἀπὸ τριγενῶν ὀνομ μάτων γιόμενα μεσότητος ἐπ πιρρήματα εἰς ως λήγειν ὀφείλουσιν. οἷον καλός καλή καλόν καλῶς. φίλος φίλη φίλον φίλως. κοῦφος κούφ κοῦφον κούφως. ὅται δὲ τοινενὲς ὖ, εἰς ω (ω scr. J ACramer) λήγουσιν. οἶον κύκλος κύκλω, πρός πρόσω, Cf Et. M. 643, 32. Et. Gud. 443, 21.) [*](DISCR. SCRIPT. 3. πόρρω Α | διπλαϲιαϲμόϲ pro πλεοναϲμόϲ GDronke | post πλεοναϲμόϲ est ατηϲ in Α, sed uncis inclusum | 4 πυρρι pro πυρριαϲ Α A|8,μυρρίνη b μυρίνη Α | 10,τοῦ τῆϲ παρεδρευούϲηϲ pro τοῦ παρεδρεύοντοϲ GDronke | 10, ϲεϲημειωϲεται scriptum erat in Α, sed erasis ϲε litteris est ϲεϲημείωται, ϲεϲημειώϲεται b | 11. υφαιρεϲει Α, ἀφαιρέϲει b | τὸ οὕτω add. b | 18. ουτωϲ Α | 21. ἐνέχεϲθαι RSkrzeczka. et L. ex coniectura, ut videtur, nam in Α est ερεχεϲθαι, ita tamen ut pars p litterae erasa sit, ἑρχεϲθαι b in textu, 'F. ἔχεϲθαι᾿ id. in var. lect. 22. τὸ add. b | 25. litterae μενων απολογη Α2 in rasura.)

168
ἐϲχημάτιϲται, ἦν δὲ ὑπερτεθειμένα ἐξ ἐπιρρημάτων ϲυγκριτικῶν. τὰ δὲ τῆϲ ἀποδείξεωϲ ἔχει τῇδε. εἴπερ παρὰ τὸ ἐγγύτατοϲ καὶ ἀνώτατοϲ τὸ ἐγγυτάτω ἦν καὶ ἀνωτάτω, δῆλον ὡϲ καὶ παρὰ πάντα τὰ ὑπερθετικὰ. τὸ τοιοῦτον ἄν παρείπετο, ὥϲτε ἀπὸ τοῦ γοργότατοϲ φάναι ἡμᾶϲ τὸ γοργοτάτω, ταχύτατοϲ ταχυτάτω, ἡδύτατοϲ ἡδυτάτω, γραμματικώτατοϲ γραμματικωτάτω. ἀλλ’ οὐχ ὡϲ ἔϲτι τὰ τοιαῦτα ἐπιρρήματα, παντὶ προῦπτον. εἴπερ οὖν τὰ προκείμενα ἐπιρρήματα παρ’ ὄνομα ἐγεγόνει, ἄπορον ἂν τὸ τοιοῦτον ἦν, παρὰ τί ἡ κακία τῶν τοιούτων ἐπιρρημάτων, γενομένη ἐν ἑλληνιϲμοῦ παραδοχῇ λέγω ἡ τοῦ ἀνωτάτω ἢ κατωτάτω. –Τὰ ἐπιρρήματα οὐχ ἅπαντα μὲν τὴν ϲύγκριϲιν ἀναδέχεται, ὅτι μὴ μόνον τὰ ἀναδεχόμενα εἴη τοπικά , ἅπερ ἀπὸ πρωτοτύπων πάλιν ἐπιρρημάτων ἐϲτί, ποιεῖται δὲ διττὴν τὴν ἐπίταϲιν, εἰϲ μὲν ὄνομα , ἡνίκα φαμὲν παρὰ τὸ ἐγγύϲ ἐγγύτεροϲ, παρά τε τὸ ἄφαρ ἀφάρτεροϲ, ἔϲω ἐϲώτεροϲ, ἄνω ἀνώτεροϲ, ἅπερ οὐκ ἐπίταϲιν πεποίηται τῶν τόπων ἢ τῶν μετειληφότων προϲώπ πων τῆϲ τοπικῆϲ ϲχέϲεωϲ· ποιεῖται δὲ καὶ τοπικὴν ἐπίταϲιν, ἅπερ αὐτὴν τὴν τοπικὴν ϲχέϲιν ἀφηγεῖται, ἐγγύϲ ἐγγυτέρω, ἔϲω ἐϲωτέρω, ἑκάϲ ἑκαϲτέρω. —ὥϲτε διαφέρειν τὰ ἀπὸ ὀνομάτων ϲυγκρινόμενα τῶν ἀπὸ ἐπιρρημάτων, τῷ τὰ μὲν ἀπὸ ὀνομάτων εἰϲ μόνα ὀνόματα ϲυγκρίνεϲθαι, κοῖλοϲ κοιλότεροϲ, ταχύϲ ταχύτεροϲ, τὰ δὲ ἀπὸ ἐπιρρημάτων καὶ εἰϲ ὀνόματοϲ καὶ εἰϲ ἐπιρρήματοϲ ἐπίταϲιν, ὡϲ πρόκειται. τοῖϲ δὴ οὖν ϲυγκριτικοῖϲ τῶν ἐπιρρῇ μάτων παρεπόμενόν ἐϲτι τὸ ὑπερτίθεϲθαι, ὡϲ πρόδηλον κἀκ τῆϲ καταλήξεωϲ, καθὸ καὶ ἐπ’ ὀνοματικῆϲ ϲυγκρίϲεωϲ ἡ αὐτὴ πάλιν κατάληξιϲ ἐγγίνεται, γοργότεροϲ γοργότατοϲ, ταχύτεροϲ ταχύτατοϲ. καὶ πάλιν παρὰ τὸ ἀνωτέρω τὸ ἀνωτάτω. ϲαφὲϲ οὖν, ὅτι ϲυνυπάρχοντα ταῖϲ ϲυγκριτικαῖϲ ἐκφοραῖϲ τῶν ἐπιρρημάτων ὁμολογεῖ τὴν ἀπ ’ αὐτῶν ἐπίταϲιν. οὐ γάρ ἐϲτιν εὐμαρὴϲ ἡ εἰϲ ω κατάληξιϲ τῶν ὑπερθετικῶν , εί μὴ πρότερον ἡ ϲυγκριτικὴ γένοιτο κατάληξιϲ. ἐπεὶ γὰρ οῦ φαμεν βραδυτερω, οὐδὲ βραδυτάτω· οὐδὲ γὰρ τὸ προκείμενον ἦν ἐπίρρημα. τῷ ἐγγύϲ παράκειται καὶ ἐγγύτεροϲ καὶ ἐγγυτέρω, καὶ ϲυνυπάρχει τὸ ἐγγυτάτω. ἀπεδείχθη οὑν, ὡϲ οὐ παρὰ τὸ ἐγγύτατοϲ ἢ ἀνώτατοϲ ἡ [*](ARGVM. 3 Quod nisi ita esset. caussam non perspiceres, cur non ab omnibus adiectivis eius geueris alverbia in ω derivari possent. - 10 Adverbia. non omnia comparationem adimittunt, sed omnia localia, quibus ct adiectiva et adverbia derivantur comparativa. –21 Αdverbiorum igitur comparativi in superlativos transeunt adverbiales.) [*](DISCR. SCRIPT. 2. εἴπερ] fol. 134 | 6. γραμματικοτατοϲ Α | οὐχ ψϲ Α b, ψϲ οὐκ EEgger | 7.'F. ὀνόματα᾿ b in var lect. | 9 παραδόϲει pro παραδοχῇ RSkrzeczka. 9 — 10. λέγω –κατωτἀτιω delevit RSchneider RSkrzeczka. pro ἀνωτάτω ἢ κατωτάτω scribit ταχυτάτω ἢ ἡδυτάτω |11. b non recte dicit in A esse μονιν, est enim μονον, ut ipse scripsit in textu | 14. ἐπίταϲιν b, επι παϲιν Α | 15. ἢ Α et b in textu, malin ἀλλ’ b in var lect. | 16.ϲχέϲιν b,επιταϲιν Α | 23. καθο Α, καθψϲ b 30. τῷ b, το Α)
169
ἀνωτάτω καὶ τὰ τούτοιϲ ὅμοια ἐγίνετο. ἐϲτι γε μὴν ἀπὸ ὀνομάτων ϲυγκριτικῶν ἐπιρρηματικὴ κατάληξιϲ ϲυνεμπίπτουϲα . ἐπὶ μὲν οὑν ϲυγκρίϲεωϲ ἑνικῷ οὐδετέρῳ, ἐπὶ δὲ ὑπερθέϲεωϲ πληθυντικῷ οὐδετέρῳ· ταχύϲ ταχύτερον, ἀλλὰ καὶ ἐπίρρημα ταχύτερον· καὶ πληθυντικὸν ταχύτατα, ἀλλὰ καὶ ἐπίρρημα ταχύτατα. οὕτωϲ ἔχει καὶ τὸ κάλλιϲτα καὶ ἥδιϲτα. ἔϲτι μὲν οὑν παρὰ μὲν ὄνομα τὸ ἐγγύτεροϲ ἐπίρρημά τι ϲυγκριτικὸν ὀνοματικὸν τὸ ἐγγύτερον, οὗ ὑπερθετικὸν τὸ ἐγγύτατα· καὶ ἔτι παρὰ τὸ ἀνώτεροϲ ἐπίρρημά τι τὸ ἀνώτερον, οὖ. ὑπερθετικὸν τὸ ἀνώτατα· ὡϲ μέντοι πρόκειται, παρὰ τὸ ἀνωτέρω ὁμοιοκατάληκτον πεϲεῖται τὸ ἀνωτάτω, ὥϲτε διαφέρειν τὸ ἀνωτάτω τοῦ ἀνώτατα , ἡ τὸ μὲν ὀνομα τικόν ἐϲτιν ἐπίρρημα, τὸ δὲ ἐπιρρηματικόν.

Καὶ τὸ ἄφν ω δέ, ἐν πάθει γενόμενον καὶ οὐ προφανῶϲ ἐπιδεξάμενον τὴν προκειμένην ὀνοματικὴν τριγένειαν, ϲυνεξῆλθε τοῖϲ εἰϲ ω λήγουϲιν ἐπιρρήμαϲιν. ἔϲτι μὲν γὰρ οὐ τούτου προκείμενον ὄνομα ἀφανήϲ, καὶ ἔτι τὸ ἀφανῶϲ, ἡ δὲ ϲυγκοπὴ ἄφνω, πάλιν καὶ τοῦ τόνου εὐλόγωϲ ἀναβιβαϲθέντοϲ, ἡ ἀπεδείχθη τὰ εἰϲ ω λήγοντα ἐπιρρήματα, μοναδικὰ ὄντα λέγω, κατὰ βαρεῖαν τάϲιν. ὅτι δὲ ἔκθ’ ὅτε πάθοϲ ἐγγινόμενον ἀμαυροῖ τὰϲ ἰδιότηταϲ τοῦ δεόντωϲ πωϲ ϲχηματίζεϲθαι, ἐντελῶϲ ἐν τοῖϲ περὶ παθῶν ἐδείχθη.

Τὰ εἰϲ ως λήγοντα ἐπιρρήματα κοινολεκτούμενα δυϲὶ τόνοιϲ ὑπο πίπτει. ἢ γὰρ βαρύνεται, ὡϲ κούφωϲ, φαύλωϲ, μετρίωϲ, ἢ περιέϲπαϲται, ὡϲ τὸ ϲεμνῶϲ καὶ εὐϲεβῶϲ. καὶ ἔτι παρὰ Δωριεῦϲιν ἔνια ὀξύνεται, ὥϲτε κατ’ ἔγκλιϲιν ἀνεγνώϲθη ἦ ῥα καλὼ ϲ ἀποκαθάραϲα ἐξελεπύρωϲεν (Sophr. fr. 87 Ahrens). περὶ ὡν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται.

ὙΠπέλαβον ὅτι καὶ κατὰ τὸ ἔθοϲ τὸ ὥϲ Δωρικόν ἐϲτι, περὶ οὖ ἐν εὐτάκτῳ εἰρήϲεται ἐν τῷ περὶ τῶν διεψευϲμένων τόνων. καὶ νῦν δὲ κεφαλαιωδέϲτερον ἔϲτι περὶ αὐτοῦ ἐκθέϲθαι, ὡϲ προϲήκοντα τὸν τόνον ἀνεδέξατο.

Τὰ προκείμενα τῶν ἐπιρρημάτων, ἰδίαϲ παραγωγῆϲ οὐ τυχόντα, οὐδὲ τὸν ἶδιον τόνον ἔχει, ἀναμένει δὲ τὸν πτωτικὸν τόνον, ὅϲ ἐϲτιν [*](ARGVM. 12 Ἄφνω ex ἀφανῶϲ factum est 20 Adverbia in ωϲ commun. omnium usu recepta aut barytona, aut perirspomena sunt. - 23 lure ὤς aeute notatur.) [*](TESTIM. 13 Cf Et. Or. 17, 19.) [*](DISCR. SCRIPT. 2. ϲυγκριτικῶν] fol. 134 v. | επιρρηματικην Α | 4. πληθυντικὸν ⟨ὑπερθετικὸν⟩ GDronke | 5 καὶ ἐπίρρημα ταχύτατα | in var. lect , καὶ ταχύ τατα Α b in textu | 14. τούτου b, τουτο Α 1 | 15. ἐπίρρημα pro ἔτι conicit G Dronke 18. τοῦ 0 G FShoemann GDronke, τὸ Ab in textu, τῷ b in var. lect. | 22. ενιαι Α | 23. pro ὥϲτε HLAhrens conicit ὅτε | καλιψϲ HLAhrens, κάλωϲ b | 25.ὅτι καὶ τὸ ὥϲ κατα τὸ Δωρικὸν ἑθοϲ ἐϲτί collocat GDronke | 27. προϲήκοντα τὸν RSkrzeczka, προϲήκοντα l Vablen, ἀνήκοντα Ab, ἀνάλογον τὸν G Drake | 29. ante ιδιαϲ in marg. add. Α2 ουκ)

170
ἀπὸ γενικῆϲ πληθυντικῆϲ. καὶ ἕνεκα τούτου ἢ περιϲπᾶται ἢ βαρύνεται, καθὸ πᾶϲα γενικὴ πληθυντικὴ ἤτοι περιϲπᾶται ἢ βαρύνεται. ἄμα καὶ. ϲυναποδεικτέον, ὡϲ παράγεται τὰ ἐπιρρήματα· καὶ ϲυνηγορητέον τῷ προκειμένῳ μορίῳ, ὅτι δεόντωϲ ὠξύνθη. Ἔκκειται μὲν οὖν πρῶτοϲ λόγοϲ, ὅτι διὰ τοῦτο ἢ περιϲπᾶται ἢ βαρύνεται, διὰ τὸν παρεπόμενον τόνον τῇ γενικῇ πληθυντικῇ· καὶ ϲυνυπάρχειν γὰρ θέλει τῇ γενικῇ πληθυντικῇ. τὸ μέγαϲ ἑτερόκλιτον ἔχει τὸ μεγάλου, καὶ τὸ ἐπίρρημα οὐ παρὰ τὴν μέγαϲ, ὡϲ παρὰ τὴν μεγάλων τὸ παντόϲ ὀξύνεται, ἡ δὲ πάντων γενικὴ βαρύνεται· ἔνθεν καὶ τὸ ϲυνὸν ἐπίρρημα ϲυμβαρύνεται. καὶ ὅτι τοῦτο αἴτιον, ϲαφὲϲ καὶ ἐκ τοῦ Δωριεῖϲ ϲυμπεριϲπᾶν τὸ ἐπίρρημα , ἐπεὶ καὶ τὴν γενικὴν πάντων φαϲίν. οὕτωϲ ἔχει καὶ τὸ ἀλλῶϲ καὶ τηνῶϲ. τοῦτο γὰρ καὶ ἐνίουϲ ἠπάτηϲεν ἀποφήναϲθαι ὡϲ τὰ παρ’ ἡμῖν βαρύτονα τῶν ἐπιρρημάτων περιϲπῶϲι Δωριεῖϲ. ὅπερ οὐκ ἦν ἀληθέϲ· οὔτε γὰρ τὸ κούφωϲ οὔτε τὸ φίλωϲ οὔτε τὰ τοιαῦτα περιϲπῶϲι. διὰ τί οὐν τὸ παντῶϲ ὅτι καὶ τὴν ποιοῦϲαν τὸν τόνον γενικὴν περιεϲπάκειϲαν. διότι δὲ τὴν παντων γενικὴν περιϲπῶϲι καὶ ἔτι τὴν ἀλλῶν, ἐν ἑτέροιϲ ἐδιδάξαμεν κατὰ τὰϲ ἀντωνυμικὰϲ γενικάϲ. Ἔτι καὶ τὰ τὴϲ φωνῆϲ ἐγγίζει (τοῦ γὰρ ν ἅπαξ μετάyϲιϲ εἰϲ τὸ ο γίνεται) καὶ τὰ ἐγγινόμενα πάθη· ἕνεκα τίνοϲ τὸ ϲοφῶϲ οὐ διαιρεῖται; ὅτι οὐδὲ ἡ ϲοφῶν γενική. ἕνεκα τίνοϲ τὸ ψευδέωϲ, εὐϲεβέωϲ, ἀτρεκέωϲ, ἢ ὅτι καὶ ἡ εὐϲεβέων καὶ ἀτρεκέων;