Βαρύνεται καὶ ὅϲα οὐκ ἐν ὁμοφωνίᾳ γίνεται πληθυντικῶν οὐδετερῶν [*](ARGVM. 27 Barytona sunt, quae non iisdem utuntur formis neutra pluralia. Notandus igitur accentus θαμά adverbii, quod, cum discrepet a plurali θαμέα, barytonon esse oporteret; coque magis notandus, quod ex θαμά nascitur ἅμα.) [*](TESTIM. 3 Et. M. 703, 4 τὸ γὰρ εὐχερὲς ῥεύσει (ῥύσει?) ἔοικεν. ibid 700, 56 ῥᾷον· παρὰ τὸ ῥέω· τὸ γὰρ εὐχερῶς γινόμενον ῥύσει ἔοικεν. — 27 Ep. Cr. 448, 9 τὰ ἀπὸ πληθυντικῶν οὐδετέρων μεταγόμενα εἰς ἐπιρρηματικὴν σύνταξιν ἄπαντα βαρύνεται, οἷον ταχέα τάχα, σαφέα σάφα, ὠκέα ὦκα, πλὴν τοῦ θαμά.) [*](DISCR. SCRIPT. 1. μίγω μίγα GHSchaefer, μίϲγω μίϲγα Ab | 5. γεγονε b, γερον A, quas syllabas ut ex praecedentibus ηρον male repetitas omisit FJBast | 7. μίγδ᾿ Homerus, μίγδα Ab | 11—12. verbis ωϲ το ληκινδα οϲτρακινδα ονοματα παιδιων linea subscripta est in A | 12. καὶ ὡϲ b in var. lect., ὡϲ καὶ Ab, ὡϲ aut delendum aut in ἔτι mutandum esse censet RSkraeczka | 13. τῷ b, το A | 15. τῷ δ b, το δ A | 16. δὲ τῷ b, δε το A | 20. ϲυναλοιφὴν τὸ π εἰϲ φ b, ϲυναλιφην το φ ειϲ π A | ηλιοϲ om. A1, add. A2 in marg. | ante απηλιωτηϲ aliquid erasum in A | 21. θυρηιϲιν corr. A2, ουϲϲιν A1 | 24. ἄρα RSkrzeczka, γὰρ Ab | 27. Βαρύνεται Ab, βαρύνονται FJBast | πληθυντικῶν b in var. lect., πληθυντικη A, πληθυντικῇ b in textu)
153
ὀνομάτων. παρὰ τὸ ταχύϲ ἐϲτιν ὄνομα πληθυντικὸν ταχέα, ἀφ᾿ οὗ ἐπίρρημα οὐχ ὁμόφωνον τὸ τάχα· λιγύϲ λιγέα λίγα· κρατύϲ κρατέα κράτα καὶ κάρτα· ὠκύϲ ὠκέα ῶκα. — Διὸ καὶ ϲημειωτέον παρὰ τὸ θαμύϲ, ἀφ᾿ οὗ καὶ τὸ θαμέεϲ καὶ πληθυντικὸν καὶ τὸ θαμέα, ὡϲ τὸ θαμά, οὐχ ὡϲ ταχέα τάχα. ὅπερ πάλιν διελέγχεται καὶ ἐκ τοῦ ἄμα, εἴγε δύναται ἐν ἐνδείᾳ εῖναι τοῦ θ· τὸ γὰρ πυκνῶϲ γινόμενον ὑφ᾿ ἕνα καιρὸν γίνεται. Τρύφων μέντοι τοὐναντίον φηϲίν, ὡϲ τὸ θαμά ἐπλεόναϲε τῷ θ, τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενοϲ. ἐπιϲτούμεθα δὲ τὸ θαμά ἐντελέϲτερον διὰ τῆϲ τοῦ θαμέα ὀνόματοϲ παραθέϲεωϲ.
Βαρύνεται καὶ ὅϲα ἐν ὁμοφωνίᾳ καθέϲτηκε πληθυντικῶν βαρυτόνων ὀνομάτων· ἡδύτατοϲ, καὶ πληθυντικὸν ἡδύτατα, ἀλλὰ καὶ ἐπιρρηματικῶϲ τὸ ἡδύτατα. ὀρθῶϲ ἔχει τὸ κάλλιϲτα, ἔϲχατα, ἥδιϲτα, πρῶτα.
Βαρύνεται καὶ ὅϲα ἐκ μεταλήψεώϲ ἐϲτι τῶν εἰϲ θεν, ὅπερ ἐϲτὶ παρ᾿ Αἰολεῦϲι καὶ Δωριεῦϲι, περὶ ὧν καὶ τῆϲ μεταλήψεωϲ ἐντελῶϲ ἐκτεθείμεθα. οὐ γὰρ ἐφικτὴ πᾶϲα μετάθεϲιϲ τῶν εἰϲ θεν ληγόντων τοπικῶν εἰϲ τὸ ᾱ. οὐ γὰρ τὸ οὐρανόθεν οὐρανόθα φαϲίν, οὐδὲ τὸ ἄλλοθεν ἄλλοθα, τὸ δὲ ἔμπροϲθεν ἔμπροϲθα, ἔνερθεν ἔνερθα, ὄπιϲθεν ὄπιϲθα·
ὁ δ᾿ ἐξύπιϲθα καϲταθείϲ (fr. adesp. 67 Bergk3)· πρόϲθεν πρόϲθα· καὶ παρ᾿ Ἀλκμᾶνι οὕτω δεκτέον τὴν ϲυναλοιφήν,
πρόϲθ᾿ Ἀπόλλωνοϲ Λυκήω (fr. 73 Bergk3). Ϲαφέϲ ἐϲτιν ὅτι καὶ τὸ ἔνθα τῇδε ἔχει, εἴγε τὰ μὴ οὕτωϲ ἔχοντα [*](ARGVM. 10 Barytona sunt, quorum formae conveniunt cum neutris pluralibus barytonis. — 13 Barytona sunt adverbia in θᾱ, quibus Acolenses et Dores pro adverbiis in θεν utuntur. — 22 Quam regulam sequitur etiam ἔνθα, cum cetera oxytona sint.) [*](TESTIM. 7 Ep. Cr. 451 ,1 ἐκ τοῦ θαμά (θαμύς scr. RSchneider), ὃ σημαίνει τόν πυκνόν γίνεται ⟨θαμέα, θαμά καὶ inser. RSchneider⟩ κατά ἀποβολὴν τοῦ θ ἅμα, τὸ γὰρ πυκνὸν καὶ ἐπάλληλον ἄμα γίνεται, καὶ ἐκ τῷ αὐτῷ· τὸ δὲ ἄμα βαρύνεται, ἐπειδὴ τὰ εἰς ᾱ λήγοντα δισύλλαβα ἐπιρρήματα ἅπαντα βαρύνονται· οἷον ὦκα, τάχα, ἅμα, σάφα, λίγα, λίπα χωρὶς τοῦ θαμά. Cf. Et. M, 75, 20.) [*](DISCR. SCRIPT. 3. ϲημειωτέον ⟨τὸ θαμά ⟩ FJBast | 4. καὶ τὸ θαμέεϲ]fol. 127v. | πληθυντικὸν καὶ τὸ θαμέα RSchneider, καὶ πληθυντικὸν τὸ θαμέα Ab in textu, ‘Malim πληθυντικὸν, καὶ οὐδέτερον τὸ θαμέα’ b in var. lect. | 4—5. [ὡϲ] τὸ θαμά, ⟨οὐχ ὡϲ⟩ ταχέα τάχα RSchneider, ωϲ το θαμα in fine versus et in initio sequentis versus ταχέα τάχα A; pro θαμα ex A enotavit b θ . . ., FJBast prorsus omisit; ὡϲ τὸ θ . . . ταχέα τάχα b in textu, τὸ θαμὰ, ὡϲ ταχέα τάχα conicit b in var. lect | 6. ἐν ἐνδείᾳ b, η ενδεια A | 7. θαμά RSchneider, ἅμα Ab | 8. τῷ b, το A | 9. θαμά RSchneider, θαμέα Ab | θαμέα inseruit RSchneider 10. ομοφωνιαι A | 18. ὔπιϲθα pro ὅπιϲθα GUhlig | 19. καϲτάθειϲ HLAhrens | ‘potest otiam Alemanicum esse’ ThBergk | 20. πρόϲθεν GDronke, πρόϲθε Ab | ϲυναλειφην A | 21. προϲθ᾿ FJBergk, b ThBergk, προϲ A)
154
τῶν εἰϲ θᾱ λήγοντα ὀξύνεται, δηθά οὐ παρακείμενον εἰϲ θεν λήγοντι, τριχθά μέντοι καὶ τετραχθά. — Ἀλλὰ καὶ τὰ τῆϲ ϲημαϲίαϲ ὧδε ἔχει. τὰ παρὰ πρόθεϲιν παραγόμενα τῶν εἰϲ θεν ληγόντων κοινῇ χρῆται ϲημαϲίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου ϲχέϲιν ϲημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰϲ τρεῖϲ διαϲτάϲειϲ. ὡϲ γὰρ καὶ ἐπ᾿ ὀνομάτων ἔϲτι κοινότητα γένουϲ παραδέξαϲθαι, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν τόπων ἔϲτιν ἐπιδέξαϲθαι· καὶ καθάπερ ἔϲτιν ἐπινοῆϲαι τῇ παραθέϲει τῶν ἄρθρων διαϲτελλόμενα τὰ κοινά, οὕτω καὶ τῇ παραθέϲει τῶν προ θέϲεων τὰ προκείμενα διαϲτέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροϲθεν εἰϲ τὸ ἔμπροϲθεν, ἐκ τοῦ ὕπερθεν εἰϲ τὸ ὕπερθεν, τῶν ἄλλων ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν πρόθεϲιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖϲ ἔχειν διαϲτάϲειϲ τοπικάϲ. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰϲ τὸ ᾱ μετετίθετο, καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ ϲυνεκδρομῇ τῶν εἰϲ θεν ληγόντων τὸ ἔνθεν εἰϲ τὴν ἐκ τοῦ τόπου ϲχέϲιν, εἶχε δὲ τὰϲ ὑπολοίπουϲ δύο ϲημαϲίαϲ ἐγκειμέναϲ ἐν τῷ ἔνθα. διὰ τοῦτο τὸ ἔνθα καὶ τὸ εἰϲ τὸν τόπον ϲημαίνει καὶ ἐν τόπῳ,
ἔνθα μὲν Αἴαϲ κεῖται (γ 109),ἔνθα κατεπλέομεν (ι 142). δέδεικται ἄρα ἀναλόγωϲ βαρυνόμενον τὸ ἔνθα.
Βαρύνεται καὶ ὅϲα ἀντιμεταλαμβάνεται ἑτέροιϲ ἐπιρρήμαϲι, ϲχεδὸν ὑπὸ τὸν λόγον τῶν πρωτοτύπων παραλαμβανόμενα. τῳ ἔμπηϲ παράκειται τὸ ἔμπα,
ἔμπα γε μὴν ἴθι δεῦρο. (ὅτι γὰρ καὶ ϲύνδεϲμόϲ ἐϲτιν ἐναντιωματικὸϲ τὸ ἔμπηϲ καὶ ἐπίρρημα, δείκνυται ἐν τῷ περὶ ϲυνδέϲμων· ᾧ λόγῳ καὶ ἄλλα ϲυνεμπίπτει ἐν ϲυνδέϲμοιϲ καὶ ἐπιρρήμαϲι. τὸ ὄφρα ϲύνδεϲμοϲ, ἀλλὰ καὶ ἐπίρρημα. οὕτωϲ ἔχει καὶ τὸ ὅπωϲ. καὶ τὸ ἵνα δὲ τοπικὸν ἐπίρρημά ἐϲτιν,
ἵνα τ᾿ ἔτραφεν ἠδ᾿ ἐγένοντο (κ 417), καὶ ϲύνδεϲμοϲ αἰτιολογικόϲ, καὶ ἔτι ἀποτελεϲτικόϲ). καὶ τῷ μάλα δὲ τὸ
[*](Argvm. 3 Quaecunque adverbia in θεν a praepositionibus derivantur, ita usurpari solent ut iis et ‘unde’ et ‘ubi’ et ‘quo’ quaerenti respondere possimus. Itaque ἔνθεν tres notiones habere debebat: nunc autem ἔνθα dorica forma ita usu recepta est, ut et ‘ibi’ et ‘eo’ significet, ἔνθεν igitur nihil nisi ‘inde’ est. — 22 Barytona sunt ea adverbia in ᾱ, quibus alia eiusdem radicis praesto sunt.) [*](Discr. Script. 1. ληγοντα delevit RSkrzeczka, ληγόντων b | ‘quid sibi velit ου, alius viderit’ b | λήγοντι addidit RSkrzeczka, qui ante τριχθά excmplum adverbii in θᾱ barytoni intercidisse suspicatur | 2. μέντοι delevit RSchneider | 6. ὡϲ γὰρ b, ει γε A | 7. ἐπὶ b, η A | 8. καὶ add. b | 14. τὸ ἔνθεν] fol. 128 r. | 15. μεταλαμβανόμενον RSkrzeczka, διαλαμβανόμενον Ab in textu, ἰδίᾳ λαμβανόμενον conicit b in var. lect. | τὸ ἔνθα RSkrzeczka, τὸ ἔνθεν Ab in textu, τοῦ ἔνθεν b in var. lect. | 18. τὸ b add. in var. lect | 23. τὸν b, των A | 31. τῷ μάλα δὲ τὸ Ab, τὸ μάλα δὲ τῷ RSkrzeczka) 155
μᾶλλον ἀντιπαράκειται. ἴϲωϲ δὲ καὶ τὸ ἦκα, τὴν αὐτὴν ἔχον ἀντιμετάληψιν, ἐν ὑπερβατῷ ἐϲτι τοῦ φωνήεντοϲ, ἀναγκαίωϲ τοῦ ν ἀποϲτάντοϲ, καθότι καὶ ἐπὶ τοῦ πρόϲθεν πρόϲθα, ἔνερθεν ἔνερθα.
Τῇ αὐτῇ ἀκολουθία ϲκεπτέον καὶ περὶ τοῦ ο οὐδαμά. Ὀξύνεται τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα, ὡϲ πρόκειται, εἰϲ θᾱ λήγοντα, οὐκ ἐκ μεταθέϲεωϲ ὄντα τοῦ θεν. ὀξύνεται καὶ τὰ ἐν ὁμοφωνίᾳ οὐδετέρων πληθυντικῶν. παρὰ τὸ πυκνόϲ πληθυντικὴ προφορὰ γίνεται οὐδετέρα πυκνά, ᾧ ϲύνεϲτι πάλιν ὁμόφωνον ἐπίρρημα τὸ πυκνά. οὕτωϲ ἔχει καὶ τὸ δεξιά καὶ ἀριϲτερά, ϲημαίνοντα τὸ δεξιῶϲ καὶ ἀριϲτερῶϲ. τοιοῦτόν ἐϲτι καὶ τὸ καλά (ὃ δι᾿ ἑνὸϲ μὲν λ γράφεται κατὰ τὸ κοινὸν ἔθοϲ, παρὰ Δωριεῦϲι δὲ δι᾿ ἑτέρου λ, καὶ οὐχ, ὡϲ ἔνιοι ὑπέλαβον, κατ᾿ Αἰολίδα διάλεκτον· ἐβαρύνετο γὰρ ἄν, πρὸϲ οἱϲ οὐδὲ τὸ καλόϲ Αἰολεῖϲ ἐν διπλαϲιαϲμῷ τοῦ λ προφέρονται). — πίϲτιϲ δὲ τοῦ τὴν ϲυνέμπτωϲιν τοῦ τόνου ἐπικρατεῖν τῶν προκειμένων ἐπιρρημάτων τὸ βαρυνθῆναι τὸ πυκνά ἐνδεῆϲαν τῷ ν, καθὸ ἐξέκλινε τὴν ὁμοφωνίαν. — Καὶ οὐ δεῖ ἀπορεῖν, διὰ τί παρὰ τὸ ϲαφῶϲ τὸ ϲάφα ἐβαρύνθη, παρὰ δὲ τὸ καλῶϲ οὐκέτι τὸ καλά· ὃ μὲν γὰρ τῇ ὁμοφωνίᾳ ἐκρατεῖτο τῇ πρὸϲ τὸ καλόϲ καλά, ὃ δὲ οὐ τῇδε εἴχε. — καὶ τὸ οὐδαμά δέ, παρακείμενον τῷ οὐδαμῶϲ, ἔχοιτο ἂν τοῦ κατὰ τὸ τέλοϲ ὀξέοϲ τόνου λόγῳ τοιῷδε. οὐκ ἔϲτιν ὅμοιον τὸ ϲαφῶϲ τῷ οὐδαμῶϲ, ἵνα ὅμοιον τῷ ϲάφα τὸ οὐδαμά κατὰ τάϲιν καθίϲτηται. παράκειται μὲν γὰρ τὸ ϲαφῶϲ τῷ ϲαφήϲ, οὗ τὸ οὐδέτερον πληθυντικὸν οὐκ ἔχει ϲυνέμπτωϲιν ἐν τῷ ϲάφα· τῷ μέντοι οὐδαμῶϲ παράκειται τὸ οὐδαμόϲ. πίϲτιϲ δὲ τὸ τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα καὶ τῷ ο παρεδρευόμενα ἢ ἀπ᾿ εὐθειῶν τῶν εἰϲ οϲ ληγουϲῶν πορῆχθαι ἢ γενικῶν τῶν εἰϲ οϲ, Λεϲβόθεν, οὐρανόθεν, Διόθεν. ἔϲτιν οὖν καὶ τὸ ἀμόθεν, καὶ ἔτι τὸ οὐδαμόθεν ἀπὸ τοῦ οὐδαμόϲ. [*](ARGVM. 4 Quae cum neutris pluralibus conveniunt cum oxytona esse soleant, οὐδαμά iure acutum habet:) [*](TESTIM. 1—2 Ep. Cr. 184, 10 Ἦκα ἐπίρρημα μεσότητος· γίνεται δὲ παρὰ τὴν αἰτιατικὴν ⟨ἀκήν add. RSchneider ⟩· ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα, καὶ ἔνερθεν ἔνερθα, καὶ ἔνθεν ἔνθα, οὔτως ἀκήν ἦκα· γίνεται δὲ κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος. ἀναγκαίως ἀποβλητικὸν γέγονε τοῦ ν. Et. M. 424, 4.—6 Ep. Cr. 153, ἅσα ἐν ὁμοφωνίᾳ καθέστηκε πάλιν (πληθυντικῶν scr. RSchneider) οὐδετέρων ὀνομάτων, μετάγεται εἰς ἐπιρρηματικὴν σύνταξιν. Eadem sunt in Et. M. 323, ubi recte πληθυντικῶν legitur.) [*](DISCR. SCRIPT. 4. οὐδαμά b, ουδαμα η ουδαμη A | 6—7. οὐδετέρων πληθυντικῶν RSchneider, οὐδέτερα πληθυντικά Ab in textu, οὐδετέρᾳ πληθυντικῇ b in var. lect, ⟨πρὸϲ ⟩ οὐδέτερα πληθυντικά RSkrzeczka | 11. οὐχ, ὡϲ b, ουτωϲ A 13, λ b, ᾱ A1, quod in λ mutavit A2 | 14. τοῦ τόνου b, τον τονον A | ἐπικρατεῖν τοῦ τόνου pro τοῦ τόνου ἐπικρατεῖν GFSchoemann | 17—18. καλὸϲ καλά GDronke, καλῶϲ Ab | 18. τω ουδομα A | 18—19. το ουδαμωϲ A | 19. ἔχοιτο ἄν] fol. 128 v. | 19. 20. -lacunas explevit b | 21. καθιϲταται A | 22—23. τω μεντοι A, τὸ μέντοι b | 23. οὐδαμῶϲ Ab, οὐδαμά GDronke | το ουδαμοϲ A, τῷ ουδαμοϲ b | δὲ τὸ b, δε τω A | 24. τῷ ο b, το ο A | 26. ἀμόθεν DRuhnken b, αλλοθεν A)
156
ὁμολόγωϲ οὖν τὸ μὲν οὐδαμῶϲ περιϲπᾶται. — καὶ ἔτι παρὰ Ἐπίκουρον τὸ ἀμῶϲ γέ πωϲ, ϲημαῖνον κατά τινα τρόπον, ἀπὸ ὀξυτόνου τοῦ ἀμόϲ. ἐπεὶ καὶ πόθεν περιεϲπάτο τὸ ἀμῶϲ, εἰ μὴ παρέκειτο ὀξεῖα τάϲιϲ, καθὸ καὶ τὸ καλῶϲ τῷ καλόϲ παράκειται; — Τοῖϲ δὴ τοιούτοιϲ ϲυμπαράκειται ἐπιρρήματα ὀξυνόμενα, εἰϲ ᾱ λήγοντα, πυκνόϲ πυκνῶϲ πυκνά, καλόϲ καλῶϲ καλά. ὑγιὴϲ ἄρα ἡ τάϲιϲ κατὰ τὴν ὀξεῖαν ἐν τῷ οὐδαμά.
Ἑξῆϲ ῥητέον ἐϲτὶ καὶ περὶ τοῦ ῥᾴ. Ἀλκμάν·
τίϲ καν, τίϲ ποκα ῥᾲἄλλω νόον ἀνδρὸϲ ἐπίϲποι: (fr. 42 Bergk3 ). ὅπερ ἐν πάθει προφανεῖ ἐϲτίν· ἡ γὰρ μακρότηϲ τοῦ ᾱ ἀλλοτρία τῆϲ προλελεγμένηϲ καταλήξεωϲ. οὐδὲ γὰρ ἐκεῖνο ἔϲτι φάναι, ὅτι διὰ μονοϲυλλαβίαν ἐξετείνετο τὸ ᾱ, εἴγε καὶ ἕτερον ἔϲτιν ἐπινοῆϲαι βραχυκατάληκτον μονοϲύλλαβον, τὸ ᾱ, παρακείμενον τῷ ὥϲ, ὁμοφωνοῦν τε πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅϲ, ἅ, ὡϲ πυκνόϲ πυκνά· ὑπὲρ οὗ κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔϲτι παραδέξαϲθαι, ὡϲ ὅμοιόν ἐϲτι τῷ ἰδίᾳ καὶ δημοϲίᾳ, καθὸ οὐ ϲυνεμπίπτει ὀνόματι, καθάπερ καὶ τὰ προκείμενα. — Ἔϲτι γε μὴν περὶ τῆϲ γραφῆϲ ἐπιϲτῆϲαι, εἰ καὶ ϲὺν τῷ ῑ γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοϲιϲ ἐξωμάλιϲτο, ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ῑ γράφεϲθαι τὸ προκείμενον ἐπίρρημα ἡ τοῦ ῥέα ϲυναλοιφή, τοῦ ε καὶ ᾱ εἰϲ μακρὸν ᾱ ϲυνῃρημένων. ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περιϲπᾶται, καὶ καθὼϲ εἴπομεν , ὅτι καὶ πρόϲθεϲίϲ ἐϲτι τοῦ ῑ· κατὰ δὲ δεύτερον διαπορήϲειέ τιϲ, ποίῳ λόγῳ Αἰολεῖϲ τὸ β προϲέθηκαν. μήποτε οὖν
[*](ARGVM. 9 Ῥᾴ vocula ᾱ longam habet, quod insolitum. — 19 Qui ei ῑ mutam addi noluerunt, eam ex ῥέα contractam esse existimarunt. Quod probari non potest: notaretur enim circumflexo.) [*](TESTIM. 1 Et. M. 95, 22 Ἔστιν ὄνομα ἀμός, ἰσοδυναμοῦν τῷ τὶς Δωρικῶς, ἐξ οὗ καὶ τὸ ἐν Ὀδυσσείᾳ ‘Τῶν ἀμόθεν ἀντὶ τοῦ ‘ἀπό τινος μέρους τούτων’. Ἐκ τῆς γενικῆς τῶν πληθυντικῶν γίνεται ἐπίρρημα μεσότητος ἀμῶς.) [*](DISCR. SCRIPT. 1. παρὰ Ἐπίκουρον Ab, DRuhnken Ἐπίκουρον corruptum. censet, παρὰ Ἐπικούρῳ ϲυχνὸν vel πολὺ vel simile quid conicit b in var. lect. | 2. του A¹ in marg. | 3. τὸ add. b | 4. τὸ καλωϲ τω καλοϲ A, τῷ καλῶϲ τὸ καλόϲ b | 9. τίϲ καν HLAhrens, τίϲ καν vel κα etiam ThBergk, τίϲ ἄν Ab, τίϲ δ᾿ ἂν FWSchneidewin | ῥᾴ haud dubie scribi voluit Apollonius, ‘ῥᾶ scripsi, est enim ex ῥέα contractum’ ThBergk, ρα A, an voluerit Alcman potius ῥᾷ᾿ vel ῥᾶ᾿ dubitat HLAhrens | 10. ἄλλω b, αλλα A | 17. περὶ τοῦ ἅτε b in var. lect. ChALobeck, πεϲατε A b in textu, τοῦ ἅτε GDronke GFSchoemann | 18. οὐ add. b | 21. τοῦ δίχα b, το διχα A | 22. ϲυναλιφη A | 23. οὐ] fol. 129 r. | παραδεξαιμεθα A, παραδεξαίμεθ᾿ ἂν b | 24. post δευτερον duae litterae erasae in A | 25. τὸ β b, το δευτερον A) 157
γραπτέον ϲὺν τῷ ῑ, τῆϲ καταϲτάϲεωϲ οὕτωϲ ἐχούϲηϲ· ὃν τρόπον τῷ ὄπιϲθεν τὸ ὀπιϲθίδιοϲ παράκειται, ἔμπροϲθεν ἐμπροϲθίδιοϲ, μαψίδιοϲ, ἀίδιοϲ, οὕτωϲ παρὰ τὸ ῥέα ἦν τι ῥεῖδιοϲ, ὃ παρὰ τοῖϲ Ἴωϲιν ἐγένετο ῥηἲδιοϲ ἀφ᾿ οὗ καὶ ἐπίρρημα ῥηιδίωϲ ὡϲ μαψιδίωϲ. ἀφ᾿ οὗ ἔπιπτεν, ἐκ μεταθέϲεωϲ τοῦ η εἰϲ τὸ ᾱ, ῥαἲδιοϲ καὶ ῥαῑδίωϲ, ἀφ᾿ οὗ κατὰ ϲυναίρεϲιν τὸ ῥᾳδίωϲ, καθὰ καὶ ἐν ὀνόμαϲι τὸ ῥαῖδιοϲ καὶ ῥᾴδιοϲ καὶ ῥάϊοϲ καὶ ῥᾷοϲ, καὶ Λάϊοϲ καὶ Λᾷοϲ. καὶ ὃν τρόπον ἦν τι πάλιν ὄνομα τὸ λήϊοϲ, ἀφ᾿ οὗ λάϊοϲ καὶ λάϊον καὶ λάϊα καὶ ἐν ϲυναιρέϲει πάλιν τοῦ ᾱ λάα, τίϲ μοι τὰ λᾷα ἐκτίλλει, Ϲώφρων (fr. 85 Ahrens), καὶ ϲὺν τῷ ῑ γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον ϲχῆμα ἦν τὸ αὐτὸ πάθοϲ ἀναδεδεγμένον, ἀφ᾿ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο, καθὸ καὶ τὸ βριθέωϲ μὲν ἐντελέϲ, παρακείμενον τῷ βριθύϲ, καὶ ἐν ἀποκοπῇ βρῖ. (ὅτι γὰρ καὶ δύο ϲυλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτωϲ ἔχει, καὶ τὸ μάκαρ, πηδά, καὶ τὸ ἡμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).) — Καὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάϲτατα γίνεται, καὶ ἔτι τὰ τῆϲ γραφῆϲ, καὶ ἔτι τὸ ἠπορημένον πρὸϲ τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖϲ προϲτίθενται τὸ β τῷ ρ, εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆϲ ϲυλλαβήν, ἢ τὸ ϲυγγενὲϲ ζ, ἢ τὸ ϲυμπαθέϲτερον τ· ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου ἡ πρόϲθεϲιϲ ἐγίνετο. διὰ τοῦτο βρόδον φαϲὶ καὶ βρίζα καὶ βρυτῆρεϲ, οὐ μὴν τὸ ῥέω ἔτι βρέω φαϲίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον οὖν ὡϲ ὁμόλογοϲ ἡ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόϲθεϲιϲ παρείπετο, εἰ μὴ δυνάμει ἐπεφέρετο τὸ δ, εἴγε καὶ ἀποκοπαὶ ὑπομνήϲειϲ ἔχουϲι τῶν ἀποκεκομμένων ϲυλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίωϲ τὴν ἀποκοπὴν γενέϲθαι δεύτερον.