De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ εὐτε καὶ η ὐτε, καθώϲ τινεϲ ἐπεχείρηϲαν τὸ [*](ARGVM. 7 Praestat igitur ad Tryphonis sententiam confirmandam hoc argumcbto uti: ε relindans praefigitur vocali ubi aphaeresis facta est, vox superest a consona incipiens. Posteriori generi tribuendum est χθέϲ; id igitur per aphaeresin ex pleriore ἐχθέϲ forma factum Quocum convenit eius originatio oriundum enim est ab ἐκτόϲ. –24 εὐτε unum est simplex vocabulum ab ὅτε derivatum: ηἤτε autem per parathesin factum est ex d ἄ(=ψϲ) et τε coniunctione, hac in re completiva (in ceteris copulativa).) [*](TKSTIM, 15 cf. Et. M. 605, 50. —20 ibid. 405, 24, quem locum ex Apollonio restituit ALente.) [*](DISCR. SCRIPT. 1 οὖτός γε b, ουτοϲ τε Α |3. τῷ εἰϲ τὸ GF Schoemann, τὸ ειϲ Ab l 4. είϲ] Deleverim b in var. lect. | 5. τὸ ἔϲ ὅμοιον GFSchoemann, τὸ θίϲ εϲ ὅμοιον Ab | 7. an λήξεϲι pro λέξεϲι scribendum sit dubitat RSchneider ϲυνῳκείωνται RSohneider, ϲυνοικειωνται Α, ϲυνοικειοῦνται b | 8. οικειωται Α | λέξεϲιν ⟨οὺ μόνον ταὶϲ ἀπὸ ϲυμφώνου, ἀλλὰ καὶ ⟩ conIcit GFSchoemann 9. ὥϲ τε RSchneider. ὥϲτε Ab 10. τα εεδνα Α τὸ ε Α 11. εεειπε Α | ἀρχὸμενον ἀπ πὸ τοῦ ε φωνήεντοϲ GDronke , secutus RSkrzeczkam, qui coniecerat ἀρχόμενον ἀπὸ τοῦ εἰ φωνἡεντοϲ, ἀρχομένου τοῦ ἀπο φωνήεντοϲ Α b 14 –15 ερυτυρεϲ Α 15. ἔχειν Α et in textu , qui in var.lect male refert in Α esse ϲχειν 21. καταϲχημα Α εϲχηματιϲθαι Α | 22. εχθεϲ pro ἔχθοϲ Α | 24. inscriptio περι του ευτε και ηντε Α | καθψϲ b, και ωϲ Α | 24 — 25. ἐπεχειριϲαν Α)

148
  • εὖτ᾿ ὄρεοϲ κορυφῇϲι (Γ 10)
  • διὰ τοῦ ἐ καὶ τοῦ υ γράφειν, τοῦ κατὰ φύϲιν ϲχήματοϲ ἀπαιτοῦντοϲ τὴν διὰ τοῦ η καὶ υ γραφήν. ἐγένοντο δὲ αἱ φωναὶ τῇδε. ἡ μὲν ηὖτε κατὰ τὸ ἀκριβὲϲ τοῦ λόγου ὡϲ οὐ δὲ μία λεξιϲ ἐϲτὶν ἁπλῆ, ἀλλ᾿ οὐδὲ ϲύνθετοϲ, ἐν παραθέϲει δὲ τοῦ τέ ϲυνδέϲμου, νῦν παραπληρωματικοῦ καθεϲτῶτοϲ. — Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐϲτι, γενόμενον οὕτωϲ. χρονικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεοναϲμῷ τοῦ υ, κατὰ μετάθεϲιν τοῦ ο εἰϲ τὸ ε, εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματοϲ αἴτιον γίνεται, ὥϲπερ ἔχει τὸ ἕκηλοϲ
  • εὔκηλοϲ φορέοι⟨το⟩ (Arat. Phaen. v. 100).
  • τό τε εὖνιϲ παρὰ τὴν ἑνόϲ παρωνόμαϲται. — τῇδε εἴχε καὶ τὸ προκείμενον ἐπίρρημα. — Τοῖϲ εἰϲ ωϲ περατουμένοιϲ ἐπιρρήμαϲι ϲυνυπάρχει ἐπιρρήματα εἰϲ α λήγοντα, ὀξύτονα ἠ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. οἰον τῷ πυκνῶϲ παράκειται τὸ πυκνά, ὅπερ καὶ ὁμοφωνεῖ πληθυντκῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶϲ τὸ καλά, τῷ καλλίϲτωϲ τὸ κάλλιϲτα, ϲαφῶϲ ϲάφα, ταχέωϲ τάχα. καὶ δὴ τῷ ὤϲ παρακείϲεται τὸ ἅ, τὴν αὐτὴν ἔχον ϲημαϲίαν τῷ ὥϲ, καὶ ϲχεδὸν τὴν αὐτὴν ϲύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεοναϲμὸν τῆϲ κατά προθέϲεωϲ λέγομεν καθώϲ, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ
  • ὤϲτε λέων ἐχάρη (Γ 23)
  • φαμέν· τῇδε ἔχει καὶ τὸ
  • ἅτε παρθένοϲ (X 127).
  • ὅτι γὰρ πάλιν ἐν δυϲὶ μέρεϲι λόγου, ϲαφὲϲ καὶ ἐκ τῆϲ μεταλήψεωϲ καὶ τοῦ πνεύματοϲ, εἴγε τὸ ο πρὸ τοῦ τ καθ᾿ ἕν μέροϲ λόγου ψιλοῦται, ἀτμήν, ἄτη, ἀτηρόϲ. οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰϲ τὸ η. πάλιν γὰρ τῆϲ αὐτῆϲ ϲυντάξεωϲ ἐχόμενόν ἐϲτι τὸ
  • ἥτε ξείνων θέμιϲ ἐϲτί (ι 268),
  • καὶ δίχα τοῦ τέ ϲυνδέϲμου
  • ἢ θέμιϲ ἐϲτίν (B 73),
  • [*](Testim. 7 Epim. Cr. 127, 29 εὖταν (εὖτε scr. RSchneider) ἐπίρρημα χρόνου δηλωτικόν, καὶ γίνεται οὔτως· ὁ μὲν Ἀπολλώνιος λέγει, ὅτι ἐκ τοῦ ὅτε ἐστέ, καὶ πλεονασμῳ τοῦ υ οὔτε, καὶ μ μεταθέσει το υ εἰς υ εὖτε, cf. Et M. 398, 43. Gud. 221, 63. 251, 50 (Herod. l 498, 1. ll 330 Lentz).) [*](Discu. Script. 2. απαιτουντ abbr. A | 3 τὴν διὰ] fol. 125 v. | post γραφήν supra lin. add. A2 των κατα φυϲιν ϲχηματων | 4. τοῦ λόγου οὺ μία (vel οὐδὲ μία) RSkrzeczka. του λογου ωϲ ουδεμια A, τὸ λόγου ψϲ οὐδεμία b | 5. δὲ τοῦ b, δια του A | 6. τό γε b, του γε A | 8. pro κατὰ μετάθεϲιν scribit καὶ μεταθέϲει PEgenolf | 9. ψηλου A | 10. φορέοι⟨το ⟩, quod est apud Aratum, scripsit RSchneider, φορέοι A b | 24. ψηλουται A | 25. ἀτμήν, ἄτη scripsit RSchneider, ἀντιην ἀτην A b, ἀτίειν, ἄτην ALentz | verba οὐ μὴν ἀλλὰ binc suatulit et p.149, 2 ante καὶ οὕτωϲ collocavit KLehrs | 26. ἰωνικώτερον KLehrs, τι ἕτερον Ab | 27. ἐϲτι b, εχει A)
    149
    ἐν ἴϲῳ τῷ ὣϲ θέμιϲ ἐϲτί.

    Οὐ μὴν ἀλλὰ καὶ οὕτωϲ φαμέν· τοῖϲ εἰϲ ωϲ λήγουϲιν ἐπιρρήμαϲι ϲυνυπάρχει τινὰ εἰϲ η λήγοντα, ϲυντονούμενα τούτοιϲ, οὐδαμῶϲ οὐδαμῇ, πάντωϲ πάντῃ, ἄλλωϲ ἄλλῃ, διχῶϲ διχῇ. ὀξυνομένῳ ἄρα τῷ ὥϲ ϲυνοξυνθήϲεται τὸ ἥ, ὅπερ, ὡϲ ἔφαμεν, ἐν τῷ

  • ἣ θέμιϲ ἐϲτὶ (Β 73).
  • τοῦτο ἐν προϲθέϲει του τε καὶ πλεοναϲμῷ τοῦ υ ηὖτε, πάλιν ἀναγκαίωϲ τοῦ η ψιλωθέντοϲ, καθ᾿ ὃν εἴπομεν λόγον καὶ περὶ τοῦ εὖτε. καὶ ϲαφὲϲ ὅτι ὁ ἐγγενόμενοϲ πλεοναϲμὸϲ ὡϲ ἕνωϲιν τοῦ ϲχηματιϲμοῦ ἀπετέλει. ἔϲθ᾿ ὅτε γὰρ τὰ ἐπιϲυμβαίνοντα πάθη ὡϲ ἕνω⟩ιν τῶν μορίων ἀπετέλει, ὅτε καὶ τὸ τί ποτε ὑπὸ ϲυγκοπὴν πεϲόντα ἥνωται ἐν τῷ
  • τίπτε ϲὺ δείδοικαϲ (Μ 244).
  • τούτῳ οὖν τῷ λόγῳ δοκεῖ καὶ τὸ ηὖτε ὡϲ ἡνῶϲθαι.

    Ἀλλὰ κἀκεῖνο ἐπιλυθήϲεται, «τί τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠύτε λέγεται ἐν τριϲὶ ϲυλλαβαῖϲ,

  • ἠὒτε περ κλαγγὴ γεράνων πέλει (Γ 3),
  • πάλιν ἀναγκαίωϲ τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖϲθαι φωνήεντοϲ· οὐ μὴν ἔτι τὸ εὖτε.» — πρὸϲ ὃ ἔϲτι φάναι, ὡϲ ἕνεκα μὲν τῆϲ τοῦ ῡ ἐπενθέϲεωϲ ἀναγκαία ἡ διϲύλλαβοϲ προφορά. τὸ γὰρ ῡ καὶ τὸ ῑ πλεονάζοντα μετὰ φωνήεντοϲ εἰϲ μίαν ϲυλλαβὴν ϲυνῇει, ἕαδεν εὔαδεν, ἕκηλοϲ εὔκηλοϲ, καὶ παρὰ Αἰολεῦϲι ναόϲ ναυόϲ, καὶ παρ᾿ Ἴωϲι νόϲοϲ νοῦϲοϲ. καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕωϲ εἵωϲ ἀναγκαίωϲ οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ [*](ARGVM. 2 Fortasse una cum ὥϲ exstat adverbium ῆ, quod coniungitur cum τέ coniunetione et ῡ augetur. — 18 Ἠῦτε cur tribus syllabis proferatur,) [*](TESTIM. 2 Schol. B ad B 87 τὸ ἠὒτε ἐκ τοῦ ὥς (ὡς Bekker) γίνεται. κανων δέ ἐστιν ὁ λέγων, ὅτε τὰ εἰς ως λήγοντα ἐπιρρήματα, συνυκάρχοντά τινι, εἰς η λήγει, καὶ ὁμοτονούμενα αὐτοῖς. οἷον πάντως πάντῃ, ἄλλως ἄλλῃ, οὐδαμῶς οὐδαμῇ, διχῶς διχῇ. οὔτως οὖν καὶ ἀπὸ τοῦ ὤς ἤ, καὶ πλεονασμῷ τοῦ ῡ ἠὒ. ψιλοῦται δὲ ὡς τοῦ ῡ πλεονάσαντος. Et. M. 440, 4 τοῖς εἰς ως λήγουσιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, καὶ ὁμοτονοῦσιν αὐτοῖς, οἷον ἄλλως, ἄλλῃ· διχῶς, διχῇ· οὐδαμῶς, οὐδαμῇ. ὁξυνομένου ἄρα τοῦ ὥς, ἀντίκειται τό ἥ, ὡς ἐν τῷ ‘ἦ[τε ξείνων] θέμις ἐστίν’· ἣ θέμις, ἀντὶ τοῦ ὡς νόμος ἐστί. [καὶ τοῖς εἰς ῆ λήγουσιν ἐπιρρήμασιν ἀντιπαράκειται τινὰ συντονούμενα τούτοις, οἷον πάντως, πάντῃ· ὡς. ἡ.] Τοῦτο ἐν προσθέσει τοῦ τε καὶ πλεονασμῷ τοῦ ῡ γίνεται ηὖτε. Ψιλοῦται, τὸ γὰρ υ πλεοναζόμενον ψιλοῦται.) [*](DISCR. SCRIPT. 1. ῶϲ RSchneider, ὡϲ Ab | 2. punctum post φαμέν posuit Klehrs |  3. ϲυνυπάρχει A, idem coniecit Klehrs, ϲυνυπάρχειν b | 4. ϲυν add. b | 7. ⟨ἐν προϲθέϲει τοῦ τε καὶ ⟩ RSchneider, ⟨καὶ ἐν ϲυντάξει τοῦ τε ‘ἥτε ξείνων θέμιϲ ἐϲτί’⟩. inseruit ante τοῦτο Klehrs | 8. ψηλωθεντοϲ A | περὶ τοῦ b, περι το A | 10. ὡϲ RSchneider, duae litterae erasae in A | . . . ϲιν τῶν μορίων] fol. 126 r., lacunam expl. b | 11. ὅτε b, ὁτι A | τὸ τί πότε b, το ποτε A 12. δείδοικαϲ Homerus, δει δειδοικαϲ A, δὴ δείδοικαϲ b | 17. post η add. προηγον in A, sed deletum | ψηλουμενου A | 20. ϲυνῄει RSchneider, ϲυνδεῖ Ab, ϲύνειϲιν GUhlig | εαδε ευαδε A)
    150
    ἥτε τὰϲ ἴϲαϲ ϲυλλαβὰϲ τηρεῖ. — τῆϲ δὲ διαϲτάϲεωϲ ἀφορμή ἐϲτιν ἡδε. οὐκ ἔϲτιν ἐπινοῆϲαι ⟨τὸ η⟩ καὶ τὸ ῡ ἐν μιῇ ϲυλλαβῇ, ὅτε μὴ ἐν κλίϲει ῥήματοϲ, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάϲταϲιϲ τοῦ ἠὒτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεωϲ τοῦ ᾱ εἰϲ ἡ κατωρθῶϲθαι τὸ γρηῦϲ, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην ϲυλλαβὴν μὴ εὑρίϲκεϲθαι διαϲτατικώτερόν φαμεν τὸ
  • γρηῦϲ Ἀπειραίη (η 8)·
  • ὅτι γὰρ ἐκ μονοϲυλλάβου διήρηται, προῦπτον, διδάϲκει δὲ καὶ ἡ γενική, διϲυλλαβήϲαϲα ἐν τῷ
  • γρηὸϲ ὀδυρομένηϲ.
  • ἡ γὰρ εἰϲ ηῡϲ εὐθεῖα διϲύλλαβοϲ γενικὴν τριϲύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυϲ τῆϲ γένυοϲ. ἀποτελεῖ δὲ διϲύλλαβον γενικὴν τὴν γρηόϲ· ὅπερ παρείπετο ταῖϲ μονοϲυλλάβοιϲ εὐθείαιϲ. — ἀπειράκιϲ δὲ ἐδείχθη, ὅτι οὐ πρὸϲ τὰ πάθη αἱ κλίϲειϲ ἀπαρτίζονται, πρὸϲ δὲ τὰ ὁλόκληρα. —

    Βραχεῖα δὲ ἀφορμή ἐϲτι τοῦ καὶ τὸ εὖτε παραλαμβάνεϲθαι ἀντὶ τοῦ ηὖτε ὃν γὰρ τρόπον τὸ ὥϲ ἀντὶ τοῦ ὅτε,

  • Ἔκτωρ δ᾿ ὡϲ Ϲκαιάϲ τε πύλαϲ (Ζ 237) ,
  • κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲν κωλύει καὶ τὸ εὖτ᾿ ὄρεοϲ, ϲημαῖνον τὸ ὅτε, παρειλῆφθαι ἀντὶ τοῦ ὥϲ.

    Τρύφων (p. 48 Velsen ) φηϲὶν «ὡϲ τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα βραχυκατάληκτά ἐϲτιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοϲία ϲὸν τῷ ῑ». Ἔϲτι δὲ πρὸϲ τὸ τοιοῦτον ὑπαντῆϲαι, ὡϲ οὐ κατά τινα νόμον τὰ ἐπιρρήματα πάντωϲ εἰϲ βραχὺ θέλει λήγειν. τί γὰρ ἐμποδὼν τοῦ καὶ εἰϲ μακρὰν λήγειν καὶ εἰϲ βραχεῖαν; καὶ γάρ τινα βραχυκατάληκτά ἐϲτιν , ὡϲ τὸ τῆλε καὶ ὀψέ, καὶ μακροκατάληκτα, ὡϲ τὸ ἔϲω καὶ ἔξω· καὶ τῷ ῑ βραχεῖ, ὡϲ ἐλληνιϲτί, ἰαϲτί, ἀλλὰ καὶ εἰϲ μακρὸν τὸ ῑ, ἀκονιτί , ἀναιμωτί. [*](ARGVM. 1 haec est causa, quod η et ῡ, praeter verborum flexionem, in unam syllabam non co??unt. — 15 Εὖτε et ηὖτε promiscue usurpantur. — 20 Ἰδίᾳ et δημοϲίᾳ adverbiis ῑ mutum addi vetat Trypho, quod adverbia in ᾱ longam exire non soleant. At cur non possint in ᾱ longam terminari, causa nulla est.) [*](TESTIM. 3 Et. M. 440, 14 Δεῖ δὲ ἀναγινώσκειν ἠὒτε ἐν διαστάσει. Κανὼν γάρ ἐστιν ὁ λέγων. ὅτι οὐκ ἔστιν ἐπινοῆσαι τὸ ἤ καὶ τὸ ῡ ἐν μιᾷ συλλαβῇ, χωρὶς εἰ μὴ ἐν κλίσει ῥήματος, ὡς αὐδῶ ηἤδων, αὐχῶ ηὔχδυν. Ἀναγκαίως (Ἀναγκαία RSchneider) οὖν ἡ διάστασις τοῦ ἠὒτε, ὁμοίως τῷ γρηὒς καὶ νηὒς. ibid. 763, 4 κανών ἐστιν ὁ λέγων ‘οὐκ ἔστιν ἐπινοῆσαι τὸ ῆ καὶ τὸ ῡ ἐν μιᾷ συλλαβὴ (ὅτι μὴ ἐν κλίσει ῥήματος αὐλὼ ηὔλουν, αὐχῶ ηὔχουν addidit ex Apollonio Alentz).) [*](DISCR. SCRIPT. 2. τὸ η inseruit b, nullum lac. indicium in A | οτε A, οτι b | 4—5 . κατορθωϲθαι A | 7. Ἀπειραίη Homerus, απηραιη Ab | 12. τῆϲ A et b in textu, qui in var. lect: ‘Malim ‘τῆν’ | 14. κλιϲ?? abbr. A | απ ante αρτιζονται add, A2 | 20. inscriptio περι των ειϲ ᾱ βραχυκαταληκτων maiusc. A | 22. τά ἐπιρρήματα] fol. 126 v. | 23. post τι γαρ videtur in A scriptum fuisse το, nunc madore evan. post hoc est εμποδον | 26. ακονητι A)

    151
    οὐκ ἄρα ἀπόδειξιϲ τοῦ ὅτι τὸ ἰδίᾳ ϲὺν τῷ ῑ οὐ γεγράψεται τὸ τἆλλα εἰϲ βραχὺ ᾱ λήγειν. — καὶ γὰρ ἐπ᾿  ὀνομάτων ἐνὸν τὸ τοιοῦτον εύρέϲθαι. μοῦϲά φαμεν, ἀλλὰ καὶ Ἀθηνᾶ καὶ ϲοφία.

    Ῥητέον οὖν ἑτέρῳ λόγῳ καὶ περὶ γραφῆϲ τῆϲ διὰ τοῦ ῑ. — ἡ ἀπὸ τῶν ὀνομάτων μετάπτωϲιϲ εἰϲ τὰ ἐπιρρήματα, καθ᾿ οὓϲ λόγουϲ ἐδείξαμεν ἐν ἀρχαῖϲ, πάντωϲ μετὰ τῶν παρεπομένων ἔχει καὶ τὰϲ γραφὰϲ ϲυνυπαρχούϲαϲ, καθάπερ τὸ ἀτρεκέϲ, ϲυνεμπεϲὸν ὀνόματι, καὶ γραφὴν καὶ τόνον ἀπηνέγκατο, τὸ καλόν, τὸ εὐρύ, τὸ κάλλιϲτα, τὸ πυκνά· ϲχεδὸν ἐπὶ πάντων ὁ λόγοϲ ϲυμφωνεῖ, περὶ ὧν καὶ κατὰ τὸ ἑξῆϲ εἰρήϲεται. — Ἔϲτιν οὖν τι δημόϲιοϲ, ᾧ παράκειται θηλυκὸν τὸ δημοϲία, οὗ ϲύνταξιϲ ἐπιρρηματικὴ ἐγίγνετο, δημοϲίᾳ ἀπήχθη, ὡϲ εἰ δημοϲίωϲ τιϲ ἀπήχθη. καὶ τοῦτο εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ τὴν ϲύνταξιν ἀνεδέξατο, δίχα τοῦ ῑ γεγράψεται· εἰ δὲ παρὰ τὴν δοτικήν, ϲὺν τῷ ῑ. εἰϲ ἐπίκριϲιν οὖν τοῦ τοιούτου παραληπτέον λόγον ἀποδεικνύντα, πότερα παρὰ δοτικὰϲ ἢ εὐθείαϲ τὰ τοιαῦτα. τὸ τοιοῦτον γὰρ παρέπεται οὐ μόνον τοῖϲ εἰϲ ᾱ λήγουϲιν ὀνόμαϲιν, ἀλλὰ καὶ τοῖϲ εἰϲ η λήγουϲι μορίοιϲ θηλυκοῖϲ. ἔϲτι τι ὄνομα οὐδαμόϲ, ᾧ παράκειται ἐπίρρημα τὸ οὐδαμῶϲ καὶ οὐδαμόθεν, ᾧ ἀπὸ θηλυκοῦ πάλιν ϲχήματοϲ ἐπίρρημα παράκειται τὸ οὐδαμῇ. καὶ εἰ μὲν ἀπὸ τῆϲ εὐθείαϲ, ἐν ὀξεῖ τόνῳ καὶ δίχα τοῦ ῑ εἰ δὲ οὐκ ὀξὺϲ ὁ τόνοϲ, ὁ δὲ περιϲπώμενοϲ, ὅϲ ἐϲτιν ἐν δοτικῇ, ὁμολόγωϲ καὶ τόδε ϲὺν τῷ ῑ γεγράψεται, καθότι πάλιν ϲυντονούμενον τῷ θηλυκῷ παράκειται καὶ τὸ ἄλλη. — Ἔϲτι δὲ καὶ ἄλλωϲ ἐπιδεῖξαι. παρὰ ἀντωνυμικὸν τὸ αὕτη γίνεται ἐπιρρηματική τιϲ προφορά, ἣν οὔ φαμεν οὕτωϲ, αὕτη ἄγωμεν, ταύτῃ δέ. καὶ προφανὲϲ ὡϲ ἡ πρόϲθεϲιϲ τοῦ τ τὴν δοτικὴν ὁμολογεῖ , ᾧ λόγῳ καὶ τὸ τῇδε ἄγωμεν. Δέδεικται ἄρα ὅτι παρὰ δοτικὰϲ αἱ τοιαῦται ἐπιρρηματικαὶ προφοραί· εἰ δὲ παρὰ δοτικάϲ, δῆλον ὡϲ καὶ γεγράψεται ϲὺν τῷ ῑ. καὶ εἰ τοῦτο, καὶ τὸ ἰδίᾳ ἄρα καὶ δημοϲίᾳ παρὰ δοτικάϲ, καὶ οὕτωϲ τὰ ἐπιρρήματα γεγράψεται ϲὺν τῷ ῑ οὐχ ὥϲ φηϲι Τρύφων διὰ τὸ μακρὸν ᾱ·

    Τὰ εἰϲ ᾱ λήγοντα ἐπιρρήματα ἢ ὀξύνεται, ὡϲ δηθά, καναχηδά, πυκνά, ἠ βαρύνεται, ὡϲ τάχα , λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα μόνωϲ βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέϲφα, καὶ ὅϲα [*](ARGVM. 1 Adverbin eodem modo scribuntur atque nomina, quibunscum congruunt forma; illa igitur cum e dativis facta sint, ῑ subscribendum est. — 30. Adverbia, quae eosdem fines hubent, generatim percensentur. —31 1) Adverbia in ᾱ. Primigenin quaeque a praesenti verborum tempore derivantur, barytona sunt.) [*](TESTIM. 22 cf. Orion. 123, 2.) [*](DISCR. SCRIPT. 3. ϲοφία b, ϲοφιαν A | 5. μετάπτωϲιϲ RSkrzeczka, ϲὐμπτωϲιϲ Ab in textu, ‘rectius fortasse ϲυνέμπτωϲιϲ’ b in var. lect. | 11. δημοϲίᾳ RSchneider, δημοϲία Ab | 15. δοτικὰϲ b, δοτικηϲ A, α supra scr. A¹ | 17. ὁ pro ὡ A | 20. ὁ τόνοϲ b, τονοϲ A | 21. δοτικηι A | 21. ἄγωμεν b. αγομεν A | 26. verba αι τοιαυται επιρρηματικαι bis scripta erant ab A1, sed deleta sunt ab A | 27. ψϲ καὶ] fol. 127 r. | 29. verbu οὐχ ὠϲ — μακρὸν ᾱ deleri maluit RSkrzeczka, quam sic corrigi, ut correxit GUhlig οὐχ ὣϲ φηϲι Τρύφων διὰ τοῦ ἁπλοῦ ᾱ)

    152
    παρ᾿ ἐνεϲτῶταϲ τῶν ῥημάτων ἀποτελεῖται, ἠρεμῶ ἠρέμα, μίγω μίγα, ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περιϲϲοῦ τοῦ ν μίνυνθα), ῥέω ῥέα (τὰ γὰρ εὐχερῶϲ γινόμενα ῥύϲει ἔοικε. καὶ ϲαφὲϲ ὅτι τὸ
  • ῥέα μὲν γὰρ βριάει (Hes. Op. 5)
  • ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεοναϲμῷ ἐϲτί τοῦ ῑ)· ϲιγῶ ϲῖγα, ἀτρεμῶ ἀτρέμα. — παραιτητέον οὖν τοὺϲ ἠξιωκόταϲ ὀξύνειν τὸ
  • μίγδ᾿ ἄλλοιϲι θεοῖϲιν (Θ 436),
  • «ἐπεὶ τὰ εἰϲ δᾱ, φαϲί, «λήγοντα ἐπιρρήματα ὀξύνεται, ὡϲ ἔχει τὸ
  • καναχηδὰ ῥέοντεϲ (Hes. Theog. 367)
  • καὶ τὸ χανδά». — ἔϲτι γὰρ πρὸϲ τὸ τοιοῦτον φάναι, ὡϲ ἰδού τινα εἰϲ δᾱ λήγοντα καὶ βαρύτονά ἐϲτιν, ὡϲ τὸ ληκίνδα, ὀϲτρακίνδα, ὀνόματα παιδιῶν, καὶ ὡϲ τὰ ὀξυνόμενα ϲυνυπάρχει τοῖϲ εἰϲ δον περατουμένοιϲ, καναχηδόν καναχηδά, αὐτοϲχεδόν αὐτοϲχεδά, χανδόν χανδά· τῷ μέντοι μίγδα οὐ παράκειται ὁ τοιοῦτοϲ ϲχηματιϲμόϲ. ἦν οὖν ἐν πλεοναϲμῷ τοῦ δ, καθὼϲ καὶ ἡ ἄχερδοϲ πλεονάζει καὶ ὁ δαίδαλοϲ τῷ δ, παρὰ τὸ δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεοναϲμὸϲ εἶναι τοῦ δ. (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐϲτι τοῦ ξ, δύναιτο ἂν παρὰ τὸ ὁρῶ ἀποτελεῖϲθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περιϲϲοῦ τοῦ δ, ὅπερ οὐ πάντωϲ ἐπιζητήϲει τὸ φ· καὶ γὰρ ἄλλα ἐϲτί τινα, ἃ οὐ μετέβαλε κατὰ ϲυναλοιφὴν τὸ π εἰϲ φ, ὡϲ ἥλιοϲ ἀπηλιώτηϲ, ὡϲ τὸ
  • ἐπ᾿ Ἡφαίϲτοιο θύρῃϲιν,
  • ὡϲ
  • ἐπίϲτιόν ἐϲτιν ἑκάϲτῳ (ζ 265).
  • ἐν τοῖϲ προκειμένοιϲ εἴρηται ἱκανῶϲ περὶ τοῦ ὑπόδρα). τούτῳ ἄρα τῷ λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐϲτίν, οὐ ϲυνυπάρχον τῷ εἰϲ δον λήγοντι ἐπιρρήματι.