Καταϲτατέον οὖν τὰ τοῦ ϲχηματιϲμοῦ τῇδε. ἀπὸ ῥήματοϲ τοῦ ἀεκάζω, ᾧ ϲυνήθωϲ Ὅμηροϲ κέχρηται,
πόλλ᾿ ἀεκαζομένη (Ζ 458) ἔπιπτεν ἐπίρρημα τὸ ἀεκαϲτί, καθότι τῷ ἰάζω παράκειται τὸ ἰαϲτί, ἑλληνίζω ἑλληνιϲτί. καὶ ἡ μὲν ὁλόκληροϲ προφορὰ τοιαύτη. ἐνδεήϲαντοϲ
[*](ARGVM. 14 Opponat fortasse quispiam, adverbia cum ᾱ privativo composita. ex adiectivis cum ᾱ compositis facta esee. — 19 Ex accentu autem, cui orationis parti tribuendum sit, colligere non licet. — 27 Accedit, quod accentus non pugnat cum lege. — 30 Nam ab ἀεκάζω derivatur ἀεκαϲτί,) [*](DISCR. SCRIPT. 1. ϲυν pro ϲυνδεϲμον A | post οντα fol. 120 r., in quo quattuor vel quinque litterae madore evan , deinde πει (quod enotavit b) val επει (quod videre sibi visus est RSchncider); ⟨ἐν ϲυνθέϲ⟩ει GFSchoemann ⟨ἐπ⟩ὶ RSkrzeczka | 2. ου A, οὔτε b | 4. ὁ λόγοϲ GFSchoemann, ὅλωϲ AB | 10. αν supra lin. A | 11. εϲτιν A | 18. ϲυνεμεινεν A | 20 μεριϲμ· A | 21. ακονητι A | 23. περιγράφεται b, παραγραφεται A | 31. τῷ ἰάζω b, το ιαζω A) 135
δὲ τοῦ ϲ, καὶ Ἰωνικώτερον μετατεθέντοϲ τοῦ ᾱ εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀναγκαίωϲ καὶ τὰ τοῦ τόνου ϲυνανεβιβάζετο, καθ᾿ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήϲαντα τοῦ ϲ, ἀνεβίβαζε τὸν τόνον, δεϲποϲτήϲ δεϲπότηϲ, ἐργαϲτήϲ ἐργάτηϲ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι ϲυνεληλάμενοι. αἴτιον γὰρ τὸ ϲ τῆϲ ὀξύτητοϲ ἐγένετο, ἐπεὶ τοῖϲ ἀπὸ ῥημάτων παραχθεῖϲιν ἐπιρρήμαϲι καὶ ὀξυνομένοιϲ ϲύνεϲτι τὸ ϲ, δωρίζω δωριϲτί, αἰολίζω αἰολιϲτί. τὸ δὴ οὖν αἴτιον τῆϲ ὀξύτητοϲ ϲ ἐν πάθει ὑπεϲτέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖϲ προκειμένοιϲ, εἰϲ τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ ἐβαρύνετο, ὡϲ τό ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέϲτατα ἐπιδεδείξεται, ὡϲ πᾶν ϲχῆμα λέξεωϲ, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων ἀποβαλὸν ἐν πάθει, εἰϲ τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν ὁμοιότητα τοῦ πάθουϲ ἀναδέξαϲθαι. ὥϲ γε ἔϲτιν ἐκ τῶν προκειμένων μορίων ἐκθέϲθαι. τὰ εἰϲ ϲτηϲ ῥηματικά , ὅτε ἐϲτὶν ὑπὲρ δύο ϲυλλαβάϲ, ὀξύνεται, εἰλαπιναϲτήϲ, λιθαϲτήϲ, θεριϲτήϲ· τὰ δὲ διὰ μόνου τοῦ τηϲ ἐκφερόμενα μετὰ βραχείαϲ τῆϲ παρεδρευούϲηϲ βαρύνεται, οἰκέτηϲ, ἀρότηϲ, ἐλάτηϲ. ἔνθεν οὐ ϲυμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτηϲ ἡ τοῦ ἐργαϲτήϲ, ἀλλ᾿ ἅπαξ ἂν ἀποβάλλῃ τὸ ϲ, ὅμοιον γινόμενον τῷ ἐλάτηϲ καὶ ἀρότηϲ, ϲὸν ἐκείνοιϲ καὶ βαρύνεται. — Καὶ ὡϲ μὲν παρῆκται κατὰ λόγον τῶν ἐπιρρημάτων, ϲαφὲϲ ἐγένετο.
Καταϲτατέον δὲ καὶ πῶϲ τὸ ἕκητι ἐγένετο. δόκηϲιν μὲν ἔχει προῦπάρχουϲαν τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προυφέϲτηκε τῶν ϲυνθέτων. ἀλλ᾿ ἔϲτι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ ϲυνθέτων γεγονότα, ὡϲ ἔϲτι γε ἐπινοῆϲαι καὶ ἐπὶ τῶν κατὰ ϲύμπηξιν ϲωμάτων ἀποβολάϲ τινων μερῶν, ἁπλότητοϲ μὲν ἐχομέναϲ, δηλούϲαϲ δὲ τήν ποτε γενομένην αὐτοῖϲ ϲύμπηξιν, [*](ARGVM. 7 cuius accentus, ϲ eiecta, recte retrahitur, ut in ἐργαϲτήϲ ἐργάτηϲ sim. — 21 Multa autem videntur illa quidem simplicia esse, sed non sunt;) [*](TESTIM. 23 Choer. Can. 435, 5 Τὸ μὲν ἀπὸ συνθέτου γίνεσθαι ἀπλοῦν οὐκ ἔστι ξένον· ἔχομεν γὰρ τοῦτο καὶ ἐπὶ φυσικῶν πραγμάτων, ὤσπερ ἀπὸ δένδροσ ἐάν τις ἀποσπάσῃ κλάδον, γίνεται ἀπλοῦν ἀπὸ συνθέτου, καὶ ἐὰν ἀπὸ ζώου ἀποσπάσῃ τις χεῖρα ἢ πόδα, γίνεται ὁμοίως ἀπὸ συνθέτου ἁπλοῦν. Καὶ ἐπὶ λέξεων δὲ τὸ αὐτὸ εὐρίσκομεν σχῆμα· ἀπὸ γὰρ τοῦ ‘εὐστάδα λίμνην’ ἔχομεν ἀπλοὺν τὸ ‘στάδα λίμνην’, καὶ ἐδοὺ ἀπὸ συνθέτου λέξεως ἐγένειο ἁπλῆ λέξις (σημαίνει δὲ τήν καλῶς ἱσταμένην·) καὶ τὸ ‘εἴρυσαν ἠνορέῃ’ ἀπὸ τοῦ εὐηνορέῃ γέγονε, καὶ τὸ ‘δόμοις ἔνι ποιητοῖσιν’ ἀπὸ τοῦ εὐποιητοῖσι γέγονε· τὸ γὰρ καλῶς πεποιημένον δηλοὶ.) [*](DISCR. SCRIPT. 1. του ϲ A, quod GFSchoemann e coniectura restituerat, τοῦ τ b | 2. διπληϲι’ A | 3. τοῦ b, το A | ανεβιβαζεν A | 5, τῆϲ ὀξύτητοϲ] fol. 120 vers. | 9. τόνον b, τόπον A | 11. προκειμένων] ‘Fortasse leg. παρακειμένων’ b in var. lect | 12 — 13. τὴν ἀνομοιότητα pro τὴν ὁμοιότητα? GUhlig | 13. ῶϲ γε b, ωϲτε A | 14. ϲτηϲ b, τηϲ A | 15. ειλαπηναϲτηϲ A | 17. τοῦ add. b | 18. αποβαλλει (non αποβαλλη, quod b retert) A, ἀποβάλῃ b | γινομενον A, γενόμενον b | το ελατηϲ A | 21. καταϲτεον A | 23. εϲτιν A | εϲτιν A | 24. ‘malim ἐπὶ’ b in var. lect, ἐκ Ab in textu | 25. γινομενην A)
136
ὡϲ εἰ κλινιδίου ποὺϲ ἤ τι τοιοῦτον μερικόν τὸ ὑπόδειγμα ἐπὶ πολλὰ ϲυντείνει. ἔϲτιν οὖν τιϲ τρόποϲ καὶ τοιοῦτοϲ ἐν λέξεϲιν, ὃϲ δοκεῖ μὲν ἁπλοῦϲ εἶναι, ὑπόμνηϲιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ ϲυνθέτου λέξεωϲ. καὶ ἕνεκά γε ὑποδείγματοϲ ἕν που καὶ δεύτερον παραληπτέον. — Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταϲτήϲεται. πόθεν γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέροϲ γενικήν, ἢ τὴν ϲυγκεκομμένην ἀνδρόϲ, τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία (ὡϲ αἰθέροϲ αἰθερία), τῆϲ δὲ ἀνδρόϲ (ὡϲ καὶ ἐϲτιν) ἡ ἀνδρία; — ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ ἀνήρ ϲυντιθέμενον τὸ ᾱ εἰϲ η μεταβάλλει, τὸ δὲ η εἰϲ ω. ἀνήρ ἀντήνωρ, ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικάνωρ, Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ
εὐήνορα οἶνον (δ 622), ἀφ᾿ οὗ γέγονεν ἡ εὐηνορία καὶ εὐηνορέα, καὶ ἐλλείψει τῆϲ εῡ διφθόγγου, ἠνορέα. καὶ γὰρ ϲαφέϲ, ὅτι τὸ
δόμοιϲ ἔνι ποιητοῖϲιν (ν 306) ἐν ἐλλείψει ἐϲτὶ τοῦ εὖ· ἐϲτὶ γὰρ ἐν τοῖ εὖ⟩ πεποιημένοιϲ· καὶ τὸ
κρητῆρα τετυγμένον (Ψ 741) ϲημαίνει τὸν εὖ τετυγμένον. καὶ ἄλλα δὲ πολλά ἐϲτιν, ἅπερ ἁπλῶϲ μὲν λέγεται, ϲυνθέτωϲ δὲ νοεῖται·
ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε (1 649) ἀντὶ τοῦ ἀπέρχεϲθε, καὶ
πικρὰϲ ὠδῖναϲ ἔχουϲαι (Λ 271) ἀντὶ τοῦ ἐπέχουϲαι, καὶ τὸ
οἵ ϲφιν γείτονεϲ ἦϲαν (ι 48) ἀντὶ τοῦ ἀϲτυγείτονεϲ. καὶ ἀνάπαλιν παρὰ προθέϲειϲ ἐλλείποντα ῥήματα,
πάρα δ᾿ ἀνήρ, ὃϲ καταθήϲει (π 45).ἀλλ᾿ ἄνα, εἰ μέμονάϲ γε (Ι 247). — Ἀλλ᾿ οὐδὲ τὸ φρονῶ πάλιν ῥῆμα ϲυϲτήϲεται. παρὰ γὰρ τὸ φρήν καὶ τὴν τούτου γενικὴν φρενόϲ ἀπετελεῖτό τι φρενῶ, καθὸ καὶ παρὰ τὴν ἑνόϲ φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔϲτι θαρρῆϲαι, ὡϲ κατὰ πάθοϲ τὸ ε εἰϲ τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια, εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλωϲ τε τὸ μετατίθεϲθαι τὸ ε εἰϲ τὸ ο ἐν βαρυτόνοιϲ ῥήμαϲίν ἐϲτι, φέρω φορῶ, πέρθω πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆϲ καταϲτάϲεωϲ τῇδε. τὸ φρήν πάλιν
[*](Argvm. 5 velut ἠνορέα ex εὐηνορέα factum est,) [*](Testdi. 10 cf. An. Ox. II, 444, 11. Et. M. 9, 46. — 14 cf. Et M. 432, 77.) [*](Discr. Script. 5. νοούμενον ἁπάντοτε, οὐ b GFSchoemann, νοούμενον, ἁπάντοτε οὐ (vel οὐ πάντωϲ?) RSkrzeczka | 5— 6. πόθεν γὰρ; interpunxit b, interrogationis signum delevit RSkrzeczka | 7. τὸ ἠνορέα ϲυϲτήϲεται ἢ ἀνερία Ab, τὸ ἠνορέα ϲυϲτήϲεται; ἀλλ᾿ ἢ ἀνερία RSkrzeczka, οὐκ ἠνορέη ϲυϲτήϲεται ἀλλ᾿ ἀνερία GFSchoemann, interrogandi signum post ἀνδρία pro puncto posuit RSchneider | 8. τηδε A | 15. ποιητοιϲι A | 16. ἐν add. b | post γαρ fol. 121 r. | ἐν τοῖϲ εὖ b, εὖ habet etiam L, sed nescio an ex coniectura addiderit | 20. ερχεϲθ· A | 29. αποτελειτο A) 137
ϲυντιθέμενον τὸ η εἰϲ τὸ ω μεταβάλλει, φρήν ἄφρων, ϲώφρων. ἐγίνετο δὲ πάμπολλα πάλιν τοιαῦτα ῥήματα ὀνοματικά, ὡϲ παρὰ τὴν εὐδαίμονοϲ γενικὴν γίνεται τὸ εὐδαιμονῶ, παρά τε τὴν ἀγνώμονοϲ τὸ ἀγνωμονῶ. παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ ϲτέρηϲιν τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν ϲτερήϲει παραλαμβανόμενα καὶ ἐν καταφάϲει παραλαμβάνεται. ἀφαιρουμένηϲ τῆϲ ϲτερήϲεωϲ, τὸ φρονῶ ἐγίνετο εἰϲ κατάφαϲιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν. — Εἰ δέ τιϲ καὶ τὸ ἀκριβὲϲ ἐπιϲτήϲειε, καὶ τὸ ἀψευδήϲ καὶ ἔτι τὸ ἀϲαφήϲ πρότερα ἂν εὕροι τοῦ ψευδήϲ καὶ ϲαφήϲ ἀλλὰ φήϲει τιϲ ὅτι, εἴπερ δοίημεν παρὰ τὸ ψευδῶ καὶ ϲαφῶ τὰ ὀνόματα ἐγίνετο. τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ ἐν κλίϲει τῇ διὰ τοῦ ηϲ ἐκ ῥημάτων παραγόμενα κατὰ ϲύνθεϲιν παραλαμβάνεται. παρὰ τὸ ϲεβῶ εὐϲεβήϲ, παρὰ τὸ πήϲϲω πρωτοπαγήϲ, καὶ ἴϲωϲ παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδήϲ, καὶ εἰϲ κατάφαϲιν πάλιν τοῦ ψεύδεϲθαι ψευδήϲ ἐγίνετο. — Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρχοντοϲ ῥήματοϲ τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαϲτί, ἀφ᾿ οὗ τὸ πεπονθὸϲ τὸ ἀέκητι. καὶ ἐπεὶ ϲυνήθωϲ πάλιν ἐκ ϲυνθέτων ἁπλᾶ ἐγίνετο, καὶ μάλιϲτα ἐν ἐλλείψει τῆϲ ᾱ ϲτερήϲεωϲ, πιϲτούμεθα ὅτι καὶ ἐκ παραϲυνθέτου τοῦ ἀέκητι ἁπλοῦν παρελαμβάνετο τὸ ἕκητι. οὐκ ἄρα ἄπορον τὸ ϲχῆμα, δόκηϲιν ἔχον ϲυνθέϲεωϲ, τὸ τοῦ ἀέκητι.
Ἑξῆϲ ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ οὗ Τρύφων ἐν τῷ περὶ ἐπιρρημάτων (p. 47 Velsen) φηϲίν , ὡϲ οὐ δεόντωϲ βαρεῖαν τάϲιν ἀνεδέδεκτο. «τὴν γὰρ ἀποβολήν» φηϲι «φυλακτικὴν εἶναι τοῦ τόνου. τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, φυλάϲϲεται κατὰ τὴν αὐτὴν τάϲιν,
Ζεῦ ἄνα Δωδωναῖε (Π 233) καὶ κατὰ κλητικὴν τὸ γύναιξ, ἐν τῷ ὦ γύναι· ἔτι τὸ γάλαξ, ἀφ᾿ οὗ γενικὴ ἡ γάλακτοϲ, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ ἐν ὀξείᾳ τάϲει ἐϲτί, ϲαφὲϲ ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν ἐπόντα τόνον φυλάξει.» — Τὸ τοιοῦτόν τινεϲ ἐπιλύονται, φάμενοι μὴ ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆϲθαι, ϲυνδέϲμων δὲ παραπληρωματικῶν
[*](ARGVM. 4 φρονῶ ab ἀφρονῶ derivatur, — 8 ψευδήϲ ϲαφήϲ ab ἀψευδήϲ ἀϲαφήϲ. — 20 Trypho ὑπόδρα non recte accentum retrabere censet, cum ex ὑποδράξ ortum sit. — 29. Alii ex ὑπὸ δή ῥα conflatum esse putant.) [*](DISCR. SCRIPT. 7. καὶ delevit GUhlig, ‘malim κατὰ τὸ ἀκριβὲϲ’ b in var. lect. | 8. ευρη A | 9. ἀλλὰ — 10 ἐγίνετο eiecit GFSchoemann | 10. τὰ γὰρ sitne pro τά δὴ scribendum dubitat GFSchoemann | προφοραι A | 11. τη A | ηϲ GDronke GFSchoemann, ευϲ Ab in textu, ‘fortasse leg. ουϲ’ b in var. lect | παραγόμενα GFSchoemann, ἀναγόμενα Ab | 13. τοῦ b, τὸ A | 14. Τουτων ante lin. A | τηδε A | 15. αϲκηϲτι A | 16. post καὶ lacunam indicanit b in textu, sed nullum eius vestigium in A, καὶ ⟨ἐπεὶ ⟩ vel κἀπεὶ b in var. lect., καὶ ⟨ἐπεὶ⟩ etiam GFSchoemann | 17. λείψει Ab ‘Fort, ἐλλείψει’ b in var. lect. | 18. θετου litterae in voce παραϲυνθέτου in rasura A1 ‘Fort. παρελαμβάνετο’ b in var. lect., κατελαμβάνετο Ab | b 19. τὸ τοῦ ἀέκητι GFSchoemann, ἐκ τοῦ ἀέκητι Ab, ἐπὶ τοῦ ἀέκητι RSkrzeczka | 20. lac. expl. b | lac. expl. b in var. lect. | 21. 22. lac expl. b 25. κλιτικην A | 28. ἐπόντα b, επιοντα A) 138
ἐν ὑποϲτολῇ τοῦ η παραθέϲει, τοῦ ἐντελοῦϲ ὄντοϲ ὑπὸ δή ῥα ἰδών. «οὐδὲ γὰρ πιθανόν, παρακειμένου τοῦ ἰδών, τὸ ὑποδράξ παραλαμβάνειν· ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών.» ὥϲτε κατ᾿ αὐτούϲ μηδ᾿ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεϲιν δὲ προθέϲεωϲ καὶ παραπληρωματικῶν ϲυνδέϲμων, ὥϲτε τὴν ὑπό τῷ ἰδών ϲυντάϲϲεϲθαι, καὶ εἶναι τὸ ἐξῆϲ ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν. — Ἀλλ᾿ ἐϲτι γε πρὸϲ ἀμφοτέρουϲ τοὺϲ λόγουϲ φάναι. Καὶ πρὸϲ μὲν τὸν πρότερον, ὡϲ οὐκ ἔϲτιν ἀληθέϲ, ὡϲ τὰ ἐν ὑποϲτολῇ τῶν ϲυμφώνων, ἵνα μὴ μερικώτερόν τιϲ ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλακτικά ἐϲτι τοῦ τόνου, εἰ μὴ ὁ τύποϲ ὁ ὑπολειπόμενοϲ παραδέχοιτο τὸν τόνον. οἷον τὸ πολλάκιϲ ἢ δεκάκιϲ ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ϲ οὐ κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον. εἴγε ἄπειρα τὰ εἰϲ ῑ λήγοντα ἐπιρρήματα κατὰ βαρεῖαν τάϲιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήϲει ἐϲτὶ κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίϲ, ἀποβαλὸν τὸ ϲ, οὐκ ἐφύλαξε τὴν ἐπὶ τοῦ τέλουϲ ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν εἰϲ ῑ ληγόντων ἐπιρρημάτων, ἐν τῷ
χῶρι διατμήγουϲιν (Callim. fr. 48 Betley Schneider). ἔφαμεν δὲ καὶ αὐτὸ τὸ ἕκητι εὐλόγωϲ ἀναβεβιβακέναι τὸν τόνον. ἀλλὰ καὶ ἐπὶ τοῦ οὕτωϲ· ἡνίκα ἀποβάλλεται τὸ ϲ ἐν τῷ οὕτω, οὐκ εἴργεται τῆϲ βαρύτητοϲ τῆϲ κατὰ τὰ εἰϲ ωϲ, ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάϲει. καὶ ἐπ᾿ ὀνομάτων δὲ ἔϲτι τὸ αὐτὸ παραϲτῆϲαι, καὶ ἐπ᾿ ἄλλων μερῶν λόγου, εἴγε, ὡϲ ἔφαμεν, τὸ ϲυνεληλαϲμένοι, ἐνδεῆϲαν του ϲ, ἀναγκαίωϲ ἀνεβίβαζε τὸν τόνον, τὸ δεϲπότηϲ, τὸ ἐργάτηϲ. τό γε μὴν ϲυγχεῦαι δεῖ φυλάϲϲειν τὸν αὐτὸν τόνον. ἀναγκαίωϲ δὲ καὶ τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ, τὸν αὐτὸν τόνον φυλάϲϲει. πολλαὶ γὰρ αἱ εἰϲ ᾱ βαρυνόμενον κλητικαὶ τῶν ἀρϲενικῶν, Ὀρέϲτα, Θυέϲτα. καὶ αὐτὸ δὲ τὸ τοῦ ἄναξ πάθοϲ ἀνάλογον, ἐν οἷϲ τῆϲ μὲν εὐθείαϲ τὸ ξ οὐκ ἀφείλετο,
[*](ARGVM. 7 Sed Trypho fallitur; nam voces, in quibus consona supprimitur, accentum non servant, nisi ubi forma ita facta eiusdem accentus patiens est; — 19 iure igitur ὑπόδρα accentum retrahit, quod non in iis adverbiis est in ᾱ exeuntibus, quae accentum retrahunt.) [*](DISCR. SCRIPT. 1. ‘Concinnius legeris ποραθέϲει’ b in var. lect., παράθεϲιϲ A b in textu | 9. ‘Malim διαλάβῃ’ b in var. lect., διαλάβοι Ab in textu | 10. εϲτιν A | 11. οιον το A, τὸ b | 13. τάϲιν· τὰ δὲ GUhlig, τάϲιν, τά τε Ab | εν τηνι, sed altera η litterae lineola deleta, ut sit εν τινι, A; ‘fort. leg. ἔν τινι’ b in var. lect., idem coniecit GFSchoemann, ἐν τηνι b in textu, μόνον ἐν τῇ τοῦ ϲ GDronke | 15. τουτω γαρ τω λογω A | εφυλαξεν A | 19. αναβεβηβακεναι A | 20. ἐπὶ τοῦ οὕτωϲ· sic interpunxit RSchneider, ἐπὶ τοῦ οὕτωϲ, b, ἐπὶ τοῦ οὕτωϲ, ⟨ψϲ⟩ RSkrzeczka, ἔτι τὸ οὕτωϲ GDronke margini exemplaris sui adscripsit | 23. τοῦ b, το A | 24. ϲυγχεῦαι GFSchoemann, ϲυγχεύαϲ Ab, post hanc vocem fol. 122r. | ⟨δεῖ φυλάϲϲ⟩ειν vel ⟨δεῖ τηρ⟩εῖν GFSchoemann, ⟨δεῖ ἀναμέν⟩ειν vel ⟨ἀναμέν⟩ει RSkrzeczka | 26—27. ⟨βαρυνόμενον ⟩ b | 27. κλιτικαι A | supra alteram ν in αρϲενικων voce adscriptum ??, quo indicetur aliquid h. l. intercidisse, et in margine haec esse videntur ονοματα δοτικα, sed vix legi possunt | 27—28. lac. expl. b) 139
κλητικῆϲ δὲ τῆϲ δυναμένηϲ καὶ εἰϲ ᾱ λῆξαι, ὡϲ ἀνάπαλιν οἰκείωϲ ἐπὶ τοῦ γάλαξ τὸ ξ ἀπέβαλλεν, ἀνεφίκτου οὔϲηϲ τῆϲ εἰϲ ξ καταλήξεωϲ, ἐπεὶ οὐδὲν οὐδέτερον εἰϲ διπλοῦν λήγει. — ἄπειροϲ ἡ εἰϲ τὸ τοιοῦτον παράθεϲιϲ. ὅθεν χωρητέον καὶ ἐπὶ τὸν προκείμενον λόγον.
Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύϲιν εἰϲ ᾱ λήγειν, δύναται δὲ καὶ κατ᾿ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάϲιν ἀνάλογον ἀναδεδέχθαι. — ἐντελὲϲ μὲν οὖν ἐϲτὶν ἐν τῇ ληγούϲῃ, εἰ τῇδε εἴη ἐϲχηματιϲμένον. τὸ δρῶ ϲημαίνει καὶ τὸ ὁρῶ, ἀφ᾿ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτηϲ ὁ ἐπιβλέπων τοὺϲ δεϲπόταϲ. καὶ ϲαφὲϲ ὅτι ἐγένετο ἐπίρρημα είϲ ᾱ περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφ᾿ οὐ ϲύνθετον τὸ ὑπόδρα. — δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα, καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖϲθαι, ϲιγῶ ϲῖγα. ὃ δὴ πλεονάϲαν τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, δ δὴ πάλιν παρέκειτο ῥήματι τῷ μίϲγω· τῆϲ ϲυναλοιφῆϲ Ἰωνικωτέραϲ γενομένηϲ, καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτηϲ. — Ἀλλ᾿ εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡϲ ἐν τοῖϲ ἑξῆϲ δεδείξεται, δύναιτο ἄν, καθὼϲ ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον βαρεῖαν τάϲιν ἀναδέξαϲθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθοϲ, ἐπεὶ οἷόντε καὶ εἰϲ ᾱ λήγειν ἐπιρρήματα. ἀλλ᾿ ἐπεὶ τὰ εἰϲ ᾱ λήγοντα ὀξυνόμενα ὑποπίπτει λόγοιϲ τοιούτοιϲ, ϲυνέχουϲι τὴν ὀξύτητα τοῦ ᾱ, καθὼϲ ἐν τοῖϲ ἑξῆϲ εἰρήϲεται, ὡϲ τὰ μὲν εἰϲ δᾱ παρακείμενα τοῖϲ εἰϲ δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαϲτικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ ὥϲ τινα τῶν εἰϲ θᾱ· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα ἐν βαρείᾳ τάϲει εἰϲίν, ὥϲπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡϲ καὶ τὸ ὑπόδρα, οὐ [*](ARGVM. 5 Sed fortasse non est decurtatum: potest enim ex δρῶ ═ δέρκομαι ortum esse, — 11 vel ex ὑπ ὅρα, π ionico more non mutata.) [*](TESTIM. 7 Schol H ad A 148 ὀ μὲν Ἀπολλόδεορος (Ἀπολλώνιος scr. AL entz) δύο λέγει παραγωγάς, [ὁ δὲ Ἡρωδιανός μίαν] ὡς ἀπὸ περισπωμένω ων, οὕτως ὥσκερ γὰρ ἀπὸ τοῦ ἠρεμῶ γίνετα ἠρέμα καὶ ἀπὸ τοῦ σιγῶ σῖγα, , . . οὕτω καὶ ἐκ τοῦ ὁρῶ καὶ τῆς ύπὁ προθεσεως γίνεται ὑπόρα, καὶ πκ κλεονσμ ῷ τοῦ δ ὑπόδρα, τᾶ ὐφορασδαι, ἔστι δὲ καὶ ἄλλως. ἔστι γὰρ δρῶ, καὶ σημαίνει τὰ βλέπω, ἐξ οὑ καὶ δρᾶσις καὶ δρὰμα ἐκ τοῦ ο οὖν δρῶ γίνεται δρᾶ , καὶ μετὰ τῆς ὑπό προιἐσεως ύπόδρα, τὸ ὑποβλέπειν. καὶ δραπέτης οὖν ἐξ αὐτοῦ . δὲ Ἡρωδι ανὸς κτλ. . . τὸ δὲ ὑποδράξ ἀποβαλόν τὸ σύμφωνον ἀνεβίβασε τὸν τόνον. ὥσπερ ἀνυστής ἀνύτης, δεσποστής δεσπότης κτλ. Cf. Εp. Hom. 420, 8. Εt M. 781, 47 (ubi eodem modo Ἀπολλώνιος nomen corρuptum; praeterca pro ἀπὸ περισπωμένων legitur ἀπὸ πνρακειμένου. quod Lent2 Ηerod Il 191 sic correxit μὲν Ἀπολλώνιος), Εt. Gud. 544, 14. Cf Et Or 47, 20. Et M 285, 40 287, 6.) [*](DIsca. SCRIPT, 1. ⟨οἰ⟩κείωϲ b, ἡ εὐθεῖα coniecit GDronke | 2. ἀνεφίκτου οὕϲηϲ GDronke, ἀνέφικτοϲ οῦϲα Ab 12. τῷ GDronke GFSechoemann, τὸ Αb 13 τῷ δ b, τὸ δ Α | 14. ῥἡματι τῷ b, τω ρηματι το Α | ϲυναλειφηϲ Α 16. τῷ b, τὸ Α 17. δυναιτο αν in rasura Α |20. ϲυνεχουϲιν Α |22. leg videtur οὐδετέρᾳ᾿ b in 11 var. lect, οὐδέτερα id in textu Α 23. ουτωϲ supra lin alio atram. A2)
140
πῖπτον ὑπὸ τὸν λόγον τῶν ὀξυνομένων, τὸν τῶν βαρυτόνων ἐπιρρημάτων τόνον ἀναδέξεται. πρόκειται αὕτη ἡ ἀπόδειξιϲ ἔν τε τῷ περὶ τοῦ ἀέκητι καὶ τοῖϲ κατειλεγμένοιϲ κατὰ τὰϲ αἰτίαϲ τῶν ϲυμφώνων τῶν ἀναβιβαζόντων τὸν τόνον.
Πρὸϲ δὲ τοὺϲ φαμένουϲ μηδὲ ὅλωϲ αὐτὸ ἐπίρρημα εἶναι, ϲύνδεϲμον δὲ παραπληρωματικόν, ἔϲτιν ἀποφήναϲθαι ὡϲ πρῶτον μὲν βιάζονται ϲυγκοπὰϲ ϲυνδέϲμων παραδεχόμενοι, ὅπερ οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι. καθόλου γὰρ πᾶν πάθοϲ ἐξ ὁμοίου πάθουϲ κατορθοῦται. ὁ γὰρ λέγων περὶ ϲυγκοπῆϲ τῆϲ ἐν ὀνόμαϲι, ϲυγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροιϲ ὀνόμαϲι καὶ ἐν ἐπιρρήμαϲι καὶ ῥήμαϲι. παρὰ γοῦν Αἰολεῦϲι ϲυνεχέϲτερον μὲν αἱ προθέϲειϲ ϲυγκόπτονται, οἱ δὲ ϲύνδεϲμοι οὺκ εὐθετίζονται μὲν εἰϲ ϲυγκοπάϲ, εἰϲ δὲ ϲυναλοιφάϲ. — ὅ τι δέ ἐϲτι τὸ ἐμποδίζον τὸ τὴν αὐτὴν ϲημαϲίαν ἐν παραλλήλοιϲ κεῖϲθαι, ὅπου γε καὶ ἄλλα πλεῖϲτά ἐϲτιν ἐν παραλληλότητι κείμενα, ὡϲ τὸ
ἔποϲ τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε (A 361), καὶ ἐν ἀντωνυμίαιϲ
κὰδ δέ μιν αὐτόν (Φ 318), καὶ ἐν ϲυνδέϲμοιϲ
καί τε χαλιφρονέοντα (ψ 13),ἤτοι μὲν Μενέλαοϲ (Γ 213), καὶ ἐν προθέϲει
ἀμφὶ περὶ κρήνην (B 305),προπροκυλινδόμενοι (X 221) καὶ ἐν ϲυνθέτῳ πολλάκιϲ ἁπλᾶ ἐπιφέρεται τὰ αὐτὰ,
οὐδέ τί μοι ποδάνιπτρα ποδῶν (τ 343),κατὰ μεγαλήτορα θυμόν (ι 299). καὶ ϲαφὲϲ ὅτι τοῖϲ τοιούτοιϲ ὑποπέπτωκε τὸ ὑπόδρα ἰδών. πρὸϲ οἱϲ ὑπάρχει ἡ αὐτὴ ϲύνταξιϲ τοῦ ὑπιδών τῷ ὑπόδρα ἰδών, ὡϲ ἀμφοτέρων τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων.
Καὶ τοϲαῦτα μὲν περὶ τοῦ ὑπόδρα, ὡϲ εἴη ἐπίρρημα.
[*](Argvm. 5 Qui ὑπόδρα coniunctionem completivam esse censent ex ὑπὸ δή ῥᾶ ortam, ostendere debent, coniunctiones syncopen omnino pati. —12 Nihil impedit ne in ὑπόδρα ἰδών videndi notio bis insit: id enim non abhorret ab Homeri consuetudine.)[*](Discr. Script. 1 —2. επιρρηματον A | 3. τοῖϲ κατειλεγμένοιϲ GDronke in marg. exemplaris sui, τῶν κατειλεγμένων Ab | ϲυμρώνων τῶν GDronke, ϲυμφώνων καὶ Ab, ϲυμφώνων RSkrzeczka | 5. φαμένουϲ b, εφαμεν ουϲ A sequitur fol. 122 v. | 10 ἐπιρρήμαϲ⟨ι καὶ⟩ vel ἐπιρρήμαϲ⟨ι,⟩ RSkrzeczka, επιρρημαϲ in fine versus A, ἐπίρρημαϲ⟨ιν⟩ b, ἐπιρρημαϲ⟨ι καὶ ἐν ⟩ EEgger, qui fallitur dicens in A esse επιρρημα | 12, ϲυναλειφαϲ A | 5 ὅ τι Ab, ‘aptius fuerit τί’ b in var. lect. | 14. ἐϲτιν A b in var. lect., ἐϲτι b in textu | 15. ωνομαζεν A | 17. ουτων A 23. προπροκυλινδόμενοι b, προκυλινδομενοι A, προπροκυλινδόμενοϲ Homerus 25 μοι deest A | 28. τῷ ὑπόδρα ἰδίν GFSchoemann, τὸ ὑπόδρα Ab, πρὸϲ τὸ ὑπόδρα vel ἐν τῷ ὑπόδρα RSkrzeczka)141
Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοιϲ ὅμοια ϲχήματα οὐ πάντωϲ διὰ τὴν μετάληψιν τὴν εἰϲ τὸ πυγμῇ , καθότι τινὲϲ ωήθηϲαν, ὀνόματα ἂν εἴη. ϲαφὲϲ ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεϲθαι πάντοτε τὰϲ φωνάϲ, καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆϲ παρεπομένηϲ ἀκλιϲίαϲ ἐπὶ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὅπερ παρεπόμενον ἦν, ὡϲ πρό κειται, τῷ ἐπιρρήματι. καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται, ἀλλ’ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθ’ ἕνα ϲχηματιϲμόν. ἀλλ ’ οὐδὲ ἐκεῖνο θαρϲήϲειέ τιϲ φάναι, ὡϲ καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη, καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆϲ ἀκλιϲίαϲ ἐκείνων λόγον ἔϲτιν εὑρέϲθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων, ἢ καὶ τῶν ϲτοι χείων, ὡϲ κατὰ τὸ δέον ἐκτεθείμεθα οὐκ ἔϲτι μέντοι ἐπινοῆϲαι ὄνομά τι ἐϲ διπλοῦν λῆγον, ὃ οὐ πάντωϲ κλίϲεωϲ ἔτυχε. καὶ ἕνεκα κλίϲεωϲ καὶ ϲυντάξεωϲ τὸ μὲν πτύξ ὄνομά ἐϲτιν, ἐπεὶ καὶ πτυχόϲ καὶ πτύχεϲ· τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, ϲυνταϲϲόμενα τοῖϲ ῥήμαϲι καὶ οὐκ ἔχοντά τιν’ ἄλλην ϲύνταξιν ἢ τὴν ῥηματικήν.