De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα ϲυνηθέϲτερον πρὸϲ τὰϲ ἐγκλίϲειϲ ἐπάγεϲθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα. — Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡϲ ψυχικῆϲ παρεμφάϲεωϲ οὐκ ἦν ἐμφατικὰ τὰ ἀπαρέμφατα, οὐδὲ ῥήματα ἐγκλίϲεωϲ μεμοιραμένα, ὀνόματα δὲ τῶν πραγμάτων. τοῖϲ δὲ ὀνόμαϲι μᾶλλον τὰ ῥήματα ϲύνοιϲτά ἐϲτιν, ὡϲ ἐν ταῖϲ ἐγκλίϲεϲι τῶν ῥημάτων τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίϲειϲ ῥημάτων εἰϲί, καὶ διὰ [*](Argvm. 3 Personas autem cur χρή et δεῖ non distinguant, baec est causa, quod infinitivi subiecta eorum sunt, qui ipsi quoque personas non discernunt. 20 Quod adverbia saepe ad modos referntur, χρ et δεῖ adverbiis tribuerunt. At infinitivi non habent modos, ut verba habent, sed nihili nisi appellationes actionum sunt. Cum appellationibus autem verba coniunguntur — Itaque etiam verba cupiendi cum infinitivis coniunguntur, quod ipsa nihil nisi voluntatem, non actionem indicant; ad hanc signifcandam infinitivi facti sunt.) [*](Discr. script. 5. ἀπαρέμφατον RSchneider, προϲῶ α παρεμφατον A, α littera cum eis, quae sequntur, non coniuncta, quod insolitum πρὸϲ ᾧ ἀπαρέμφατον b, προϲώπων ἀπαρέμφατον RSkrzeczka, προϲὸν ἀπαρέμφατον GUblig | 7. δεκτικ’ A | 7—8 τὸ γράφειν, καὶ αὐτὸ scripsit RSchneider, αὐτό, τὸ γράφειν καὶ Ab | 9. διϲτάϲειεν b, διαϲτηϲει εν A | 11. ϲυνταξε A | 12. τηδε A | 16. προϲωποποϊαν A | 17. in A discerni non potest sitne οτι an ετι, οτι L b | κατὰ τὴν] fol. 119 r. | ωϲ A, καὶ b | 18. πτωϲε A | 19. απεδειχ A | 22. ὡϲ pro ἐν οἶϲ scribendum, vel ὅτι (ὡϲ) ante ἐν οἶϲ inserendum esse coniecit RSkrzeczka, ἐν οἶϲ Ab | 23. οὐκ add. RSkrzeczka | 23—24. inter ῥήματα et ἐγκλίϲεωϲ inseri εἰναι iubet GFSchoemann | 24. ονοματ A | 25. ὡϲ ἄν vel ὡϲὰν pro ὡϲ ἐν GFSchoemann | 26. Το ante lin. A | λέγοι καὶ λέγε b, λεγει μοι και λεγε A)

132
τοῦτο αἱ ἐοικυῖαι ἐπιρρηματικαὶ ϲυντάξειϲ ϲυμφέρονται. καὶ κατὰ τὴν τοιαύτην ἄρα ϲύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐϲτι, ϲυνταϲϲόμενα ὡϲ ὀνόμαϲι. — ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων ϲυντάϲϲεται τοῖϲ ἀπαρεμφάτοιϲ, καθὸ προαίρεϲιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι. τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐϲτιν ἐλλείποντα πράγματι, ὅθεν τὸ λεῖπον τοῦ πράγματοϲ κατὰ τὴν ἰδίαν ὀνομαϲίαν ϲυνταϲϲόμενον, ἀπαρεμφάτῳ πάλιν προφορᾷ ϲυντάϲϲεται, θέλω γράφειν, προαιροῦμαι ἀναγινώϲκειν, ὡϲ προαιροῦμαι τὴν ἀνάγνωϲιν. καὶ ϲαφέϲ ἐϲτι πάλιν, ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆϲ ἐχόμενα ϲυντάξεωϲ, τῷ λείποντι πράγματι τὴν ὀνομαϲίαν προϲδιδόντα, βούλομαι γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ τὸ ῥᾳθυμεῖν. τὴν τοιαύτην ϲύνταξιν ἀκριβέϲτερον ἐν τῷ περὶ ϲυντάξεωϲ ἀποδώϲομεν. — Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡϲ οὐκ ἐπιρρηματικῆϲ ϲυντάξεωϲ ἔχεται τὰ προκείμενα, ῥηματικῆϲ δέ.

Ἴδιον ῥημάτων ἐϲτὶ τὸ ἐν παρῳχημένῃ προφορᾷ, εἰ ἀπὸ ϲυμφώνων ἄρχοιτο, τὸ ε προϲλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει λόγου τοῦτο παρεπόμενόν ἐϲτι. πῶϲ οὖν κἂν κατ’ ὀλίγον τιϲ διϲτάϲειε τὸ δεῖ ὅτι ῥῆμά ἐϲτι, καὶ οὕτωϲ ὥϲτε τὸ ϲυγκεχυμένον τῶν χρόνων διαϲτέλλειν; ἐνεϲτῶτοϲ γὰρ χρόνου γενήϲεται τὸ δεῖ γράφειν, λέγω τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προϲλαβὸν ἔξωθεν τὸ ε, ὅπερ ἴδιον ῥήματοϲ, ὡϲ εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεϲτῶτοϲ διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφειν. τὸ δὲ αὐτὸ παρεπόμενόν ἐϲτι καὶ τῷ χρή.

Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐϲτι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ ἐν ϲυναιρέϲει εἰϲί, πνέει πνεῖ, χέει χεῖ, ῥέει ῥεῖ. καὶ οὕτωϲ δέει καὶ δεῖ καὶ ἔδει. οὐδὲ γὰρ ἔϲτιν ἐπινοῆϲαι ἐπίρρημα εἰϲ ει λῆγον ἐν περιϲπαϲμῷ, κατὰ τὸ κοινὸν ἔθοϲ, διὰ τὸ παρὰ Δωριεῦϲι πεῖ γὰρ ἁ ἄϲφαλτοϲ (fr. Sophr. 35 Ahrens) καὶ εἶ τὰ τῶν χοιραγχᾶν (fr. Sophr. 86 Ahrens). τὸ μὲν γὰρ ϲὺν τῷ ν λεγόμενον πάλιν ἑτέραϲ ἐννοίαϲ ἐϲτί, λέγω τὸ δεῖν, ἐκ μετοχικοῦ τοῦ δέον ϲυνῃρημένον Ἀττικώτερον, καθὸ καὶ τὸ πλέον πλεῖν φαϲίν. — Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν καταϲτήϲεται. — τὸ δέω καὶ τὸ χρέω ϲυνωνυμεῖ, οὐκ ἀγνοοῦντόϲ μου [*](Argvm. 15 Firmissimum argumentum ducitur ex ἔδει ἐχρῆν formis; nam augmentum solis verbis praefigitur. — 24 Exitu quoque ostenditur illa verba. esse;  δεῖ enim ex δέει contractum; — 31 χρὴ ex χρῆμι verbi tertia persona per apocopen ortum.) [*](Discr. script. 3. ταυτη A | 4 προαιρεϲ A | 6. πραγμ A | 6—7. απαρεμφατω A | 7. προφορα A | προαιρουμ. A | 12. το ραθυμειν alio atramento et alia, ut videtur manu (A2?), in spatio, quod vacuum reliquerat A1, ita additum, ut lacuna non tota expleatur | post ϲυνταξιν punctum in A | 16. προϲλαμβαν | αλλωι τω μερη A | 17. διαϲτηϲειε pro διαϲτάϲειε A, ut 131, 9 | 18. οὕτωϲ b, ουτω A | ὥϲτε Ab, οἷόν τε GFSchoemann | 25. πνει πνεει A | 25—26. δέει καὶ] fol. 119 v.; pro δέει in A est δεῖ | 26. ληγον fere evan in A | 30. in ϲυνῃρημένον deest ι A | litterae ν in voce ϲυνηρημενον et litteris ατ in voce αττικωτερον lineola subscripta est in A ab A1 | 31. πλέον b, πλεω A | τηδε A | 32. τὸ δέω b, το δε δεω A)

133
ὅτι καὶ τὸ δέω πλείονα ϲημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν ϲημαίνει τὸ χρέω. ϲαφὲϲ ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ χρέοϲ, ὡϲ καὶ ἐν τῷ ἔπω ἔποϲ παράκειται. καὶ ἐξ ὑπομνήϲεωϲ τὸ τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίϲ ἐϲτιν ἡ τοῦ χρῆμι, ἧϲ τὸ τρίτον πρόϲωπόν ἐϲτι χρῆϲι, καθότι καὶ παρὰ τὸ φημί φηϲί. καὶ ὃν τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk3) τὸ φηϲίν ἀποκοπὲν φή ἐγένετο, ϲὲ γάρ φη ταργήλιοϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆϲι χρή ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προφορᾷ κατὰ τάϲιν, ἐχρῆν, καὶ ὅτι καὶ ϲὺν τῷ ν λέγεται ἐχρῆν. καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεϲιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ ἐνοεῖτο. καὶ τὸ ϲυνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ ϲχηματιϲμῷ.

Ἐχομένωϲ ϲκεπτέον περὶ τοῦ ἕκητι, περὶ οὗ καὶ ἐν τῷ περὶ ϲυνδέϲμων ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰϲ τοὺϲ αἰτιολογικοὺϲ ϲυνδέϲμουϲ, ὡϲ ἴϲην ἔχον δύναμιν τῷ ἕνεκα, ὥϲ γε ἔϲτι ϲημειώϲαϲθαι ἐκ τῆϲ ἐπὶ αὐτὸ φερομένηϲ ϲυντάξεωϲ, ἕκητι ϲέθεν, ὡϲ ἔχει καὶ τὸ ἕνεκὰ ϲοῦ, καθότι καὶ ὁ ϲύνδεϲμοϲ ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν τι ϲημαίνει, ἑκόντοϲ ϲοῦ, ὡϲ ἐθέλοντοϲ ϲοῦ. ᾧ παράκειται τὸ ἐθελοντί, καθότι καὶ ἄλλοιϲ τὰ τοιαῦτα παράκειται, ἀθεωρητί, ἀκλαυτί. ἐντελέϲτερον μὲν οὖν, ὡϲ εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγοϲ ἐν τῷ περὶ ϲυνδέϲμων· καὶ νῦν δὲ δι᾿ ὀλίγων ἀποδεικτέον, ὡϲ μᾶλλον ἔχεται τοῦ μεριϲμοῦ τῶν ἐπιρρημάτων. — Ὅτι οἱ ϲύνδεϲμοι τὰϲ ἀποφατικὰϲ φωνὰϲ ἢ τὰϲ ϲτερητικὰϲ οὐ δύνανται ἀναδέχεϲθαι, δῆλον ἐντεῦθεν. ἐπὶ καταφάϲει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰϲ ἀναίρεϲιν τῆϲ καταφάϲεωϲ. οἱ δὲ ϲύνδεϲμοι οὔποτε κατ᾿ ἰδίαν ϲημαίνουϲί τι, ϲυνδέουϲι δὲ τοὺϲ λόγουϲ, ἑξῆϲ τάϲϲοντεϲ καὶ οὕτωϲ ἐπιϲυνδέοντεϲ [*](Arovm.  18 Ἔκητι adverbium est. — 22 Nam coniunctiones nunquam per se aliquid significant, sed sententias connectunt; nunquam igitur ᾱ privatinum assumunt. Ergo ut ἀέκητι, ita ἔκητι, quod ab eo derivatur, adverbium est. Testim. 1 cf. Orion. 164, 8 Χρέος παρὰ τὸ χρέω τὸ δηλοῦν τὸ ἐνδεῖν. Οὕτως Ἀπολλώνιος ἐν τῷ περὶ ἐπιρρημάτων. Eadem fere sunt in Gud., ubi tamen falso legitur περὶ ῥημάτων. cf. Miller, Mél. p. 311. 312.) [*](Discr. Script. 2. παρακειμεν abbr. in A | 3—4. το τοιουτον om. A1, add. A2 in marg. | 6. ν vocis φηϲιν distractum, ut linea expleatur | 7. τροπ᾿ A | 8. διόπερ pro ὅπερ GFSchoemann | 9. κατὰ τάϲιν Ab in textu, κατά τε τάϲιν b in var. lect. | ἐχρῆν Ab in textu, ἐχρῆν ⟨γὰρ⟩ b in var. lect. | καὶ ὅτι GFSchoemann | ὅτι καὶ Ab in textu, ὅτι τε καὶ b m var. lect. | ἐχρῆν del. GFSchoemann | 10. κατά τιν᾿ ἑτέραν παράθεϲιν, ⟨ἡ⟩ καθότι GUhlig | 11 — 12. τω ϲχηματιϲμω A | 13. inscriptio περι του εκητι maiusc. A | 14. ultima syllaba vocis καταριθμητεον abbr. A | 15. εϲτιν A | 18. ᾧ b, ωι A2 in ras. | 21 ϲυνδεϲμ A | 23. αναδεχεϲθ abbr. A | 25—26. ϲημαινουϲιν A | 26. ϲυνδεουϲιν A | ἐξῆϲ τάϲϲοντεϲ GFSchoemann, ἐξαρτίζοντεϲ OSchneider, ἐξετάζοντεϲ Ab)

134
καὶ ἑνοῦντεϲ. οὖκ ἔνδεκτον οὖν, τὸν ἕκητι ϲύνδεϲμον ὄντα ἐν ϲυνθέϲει ϲτερήϲεωϲ γεγενῆϲθαι ἐν τῷ ἀέκητι. οὐ γὰρ ὁ ἕνεκα τὸ τοιοῦτόν ποτε ἀνεδέξατο, οὔτε ἄλλοϲ τιϲ τῶν προκειμένων Ἔϲτιν οὖν καὶ οὕτωϲ φάναι. εἰ ὁ λόγοϲ κατὰ ἀπόφαϲιν τὴν τῶν ϲυνδεομένων παραλαμβάνοιτο, ϲυνόντων καὶ ϲυνδέϲμων, οὐκ ἐν ϲτερήϲει τὸ τοιοῦτόν ποτε γενήϲεται, ἐν δὲ παραθέϲει τῆϲ οὔ ἀποφάϲεωϲ, ὅτι φιλῶ ϲε παραγίνομαι, οὐχ ὅτι φιλῶ ϲε παραγίνομαι· ἔγραψεν Ἀπολλώνιοϲ, οὐ μὴν ἔγραψεν Ἀπολλώνιοϲ ἀνέγνω δέ· ἕνεκα ϲοῦ παρεγενόμην, οὐχ ἕνεκα ϲοῦ παρεγενόμην. εἰ δὲ τοῦτο ἀληθέϲ, ϲαφὲϲ ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφαϲιν ἀνεδέχετο ἐν τῷ οὐχ ἕκητι, οὐχὶ καὶ ϲτέρηϲιν. ἔϲτι δὲ ἐπινοῆϲαι ἐν ἐπιρρήμαϲι καὶ παράθεϲιν τῆϲ οὔ ἀποφάϲεωϲ καὶ ϲύνθεϲιν τῆϲ ᾱ ϲτερήϲεωϲ, οὐ φίλωϲ ἀφίλωϲ, οὐ ϲεμνῶϲ ἀϲέμνωϲ. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι.

Ἀλλ᾿ ἴϲωϲ καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίϲταϲιν, ὡϲ οὐ τὰ ἐν ϲτερήϲει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐϲτι ϲυνθέτων τὸ γὰρ ἀφίλωϲ παρὰ τὸ ἄφιλοϲ, καὶ τὸ ἀϲέμνωϲ παρὰ τὸ ἄϲεμνοϲ. ἔνθεν καὶ μένει ὁ τόνοϲ ἐν τῷ ἀψευδῶϲ καὶ ἀϲαφῶϲ, εἴγε καὶ τὸ ἀψευδήϲ καὶ ἀϲαφήϲ ϲυνέμεινε κατὰ τάϲιν.

Τρύφων (p. 32 Velsen) φηϲὶ καὶ διὰ τὸ ἀκατάϲτατον τοῦ τόνου μὴ ἔχεϲθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μεριϲμοῦ. τὰ γὰρ τοιαῦτά φηϲιν ὀξύνεϲθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ ϲὺν τῷ ϲ, ἑλληνιϲτί δωριϲτί, αἰολιϲτί. Πάνυ δὲ ἀπόβλητοϲ ὁ λόγοϲ. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον ἢ τι τῶν παρεπομένων ταῖϲ φωναῖϲ ἐκφερόμενα περιγράφεται τοῦ δέοντοϲ μεριϲμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντωϲ τὸ πούϲ ὀξύνεται, οὐκ ὄνομα· ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα.

Πρὸϲ οῖϲ καὶ δεδείξεται, ὅτι κατὰ τὸν τόνον ἀνάλογόν ἐϲτι.