De adverbiis

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Εἴπομεν ὡϲ τὰ διὰ τοῦ φι παραγόμενα αὐτὸ μόνον τῆϲ παραγωγῆϲ ἔχεται τῆϲ διὰ τοῦ φι, καθὸ καὶ ἄλλα πολλά ἐϲτι τὰ διὰ τοῦ δε παραγόμενα, τοϲόϲδε, τοιόϲδε, ἅπερ τοῦ αὐτοῦ μέρουϲ λόγου ἔχεται, καθὸ καὶ πλεῖϲτα τῶν εἰϲ θεν ληγόντων, ὡϲ ἡ ἐμέθεν ἀντωνυμία καὶ αἱ ϲύζυγοι. — ἔχεται μέντοι καὶ ἕτερα ἐπιρρηματικῆϲ ἐννοίαϲ, ὥϲπερ παρὰ τὴν ἰνόφιν φωνὴν τὸ ἶφι ϲυνεκόπη, ϲημαῖνον τὸ ἰϲχυρῶϲ. τὸ μέντοι νόϲφι πρὸϲ ἐνίων οὕτωϲ ἀπεδίδοτο, ὡϲ τὸ νο ἐϲθ᾿ ὅτε ϲτερητικόν ἐϲτι, καθὸ καὶ τὸ νόϲοϲ ἐν ϲτερήϲει τοῦ ϲοεῖν ἦν δὲ καὶ παρὰ τὸ [*](ARGVM. 3 Adverbia in τε diversis modis derivantur. — 10 Quae per ζε suf- fixum facta sunt, quem in locum quid vergat indicant Accentus habent eosdem atque ea, quae in θεν et θῖ finiuntur. — 18 Adverbia in ζε paenultimam corripiunt notabile igitur χαμᾶζε. — 22 Quae per φι suffixum orta sunt, ei parti orationis tribuuntur, cui primitiva. Sunt autem quaedam adverbiali potestate praedita, ut ἰφι.) [*](DISCR. SCRIPT. 4. τὸ ἑτέρωτε b, τω ετερωτε A 10. ζε b, A | 17. αγχοϲε extrema vox est in fol. 145 v., quae sequntur folia 31, inde a fol. 110. r. usque ad 176 v., libri de pronomine sunt, ut τηλοϲε sit primum vocabulum. fol. 177 r. | 20. ἐκ add. b | 22. φι b, φ A | 26. ὥϲπερ vel καὶ γὰρ Θ GFSchoemann. ὥϲπερ etiam GDronke, ὡϲ καὶ vel, puncto intes posito, οὕτωϲ RSkrzeczka Vitii subest nescio quid’ b in var. lect. ὡϲ γὰρ, puncto ante ὡϲ posito, A et b in textu | 28. ἔϲθ᾿ add. b | 22. ϲοειν in rasura A1)

195
ἕπεϲθαι, κατὰ ϲτέρηϲιν τὴν διὰ τοῦ νο, ἐϲχηματιϲμένον τὸ νόϲφιν, ὅπερ ἐναντίον ϲημαίνει τῷ ϲυνέπεϲθαι.

Ϲαφὲϲ δὲ ὅτι καὶ Ϲέλευκοϲ καὶ οἱ πλεῖϲτοι ὑγιῶϲ ἐφίϲτων τῷ

  • οὐρανόθι πρό (Γ 3).
  • ἡ γὰρ εἰϲ θι παραγωγὴ τὸ ἐν τόπῳ ϲημαίνει. ὅπερ τινὲϲ μετέγραψαν τὸ οὐρανόθεν, ἵνα τὸ ἐκ τόπου δηλωθῆ. ἀλλὰ πάλιν ἐδόκει καὶ τὸ πρό ἀντικεῖϲθαι· ἐπεὶ γὰρ τὸ οὐρανόθεν τὸ ἐξ οὐρανοῦ ϲημαίνει, οὐ ϲυνίϲταται δὲ τὸ πρὸ ἐξ οὐρανοῦ, ϲαφὲϲ ὅτι παραπεμπτέον καὶ τὴν διὰ τοῦ θεν γραφήν. χωρὶϲ εἰ μὴ ἐκεῖνό τιϲ εἴποι, ὡϲ ἔϲθ᾿ ὅτε ταῖϲ γενικαῖϲ μόνον ἡ παραγωγὴ ἰϲοδυναμεῖ, οὐ δηλουμένηϲ τῆϲ ἔκ προθέϲεωϲ ὡϲ τὸ
  • Ἴδηθεν μεδέων (Γ 276),
  • ὡϲ ἡ ἐμέθεν ἀντωνυμία, ὡϲ τὸ
  • Αἴαϲ δ’ ἐγγύθεν ἦλθε (Η 219).
  • καὶ τὸ οὐρανόθεν προϲλαμβάνει τὴν ἔξ πρόθεϲιν, ἐξ οὐρανόθεν, ὡϲ αὐ · τοῦ θεν νῦν οὐ λεκτικῶϲ προϲεληλυθότοϲ, ἐν δὲ μόνον παραγωγῇ, καθὼϲ προαπεδόθη. τῆδε οὖν ἕξει καὶ τὸ οὐρανόθεν πρό. — εὐμαρέϲτερον μέντοι τὴν διὰ τοῦ φι παραγωγὴν παραδέχεϲθαι, ἤ τιϲ ϲυνήθωϲ καὶ ἐπὶ γενικῆϲ παραλαμβάνεται. ἢ παραλαμβανομένη ποικίλαϲ ἔχει τὰϲ προθέϲειϲ προϲιούϲαϲ, ἐκ παϲϲαλόφιν, ἀπὸ χαλκόφι. — διὸ καὶ ἐν παραγωγῇ μόνον κατὰ τὰϲ ἀρχὰϲ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων παρελαμβάνομεν. — τῇδε οὖν ἔχει καὶ τὸ οὐρανόφι πρό.

    Τὰ εἰϲ ω λήγοντα ἐπρρήματα ϲημαίνει καὶ τὸ ἐν τόπῳ καὶ τὸ εἰϲ τόπον (τὴν γὰρ διὰ τοῦ θεν παραγωγὴν ἔχει τὸ ἐκ τόπου) λέγω δὲ ὅτι μάλιϲτα. ἃ ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται, ἰϲοϲυλλαβεῖ μὲν μάλιϲτα ταῖϲ προθέϲεϲιν, ἐὰν ὧϲι διϲύλλαβοι, μιῇ δὲ πλεονάζει, εἰ εἶεν μονοϲύλλαβοι, ἐν λήξει τῇ εἰϲ ϲ ἢ φύϲει ἢ δυνάμει. τοῦ μὲν προτέρου ἀνά ἄνω, κατά κάτω· τοῦ δὲ δευτέρου πρόϲ πρόϲω καὶ εἴϲ εἴϲω. δυνάμει καὶ ἡ ἔξ εἰϲ ϲ λήγει· οὕτωϲ ἔχει τὸ ἔξω. φαμὲν οὖν ἄνω [*](ARGVM. 4. ln οὐρανόθι πρό quidam adeo offenderunt, ut οὐρανόθεν scribi vellent. Quod ferri possit, si οὐρανόθεν sit = οὐρανοῦ. — 17 Praestat tamen scripturam οὐρανόφι probare, nam φι suffxum etam genetivum indicat. — 23 Adverbia in ω localia et ubi quid sit et quo tendat denotant.) [*](DISCR. SCRIPT. 1. τὴν διὰ inseruit RSchneider, ⟨διὰ⟩ GFSchoeman | 5. μετέ- γραψαν τὸ Ab, μετεγράψαντο OSelneider | 17. ἔξει Α et b in var. lect, ἔχει b in textu | οὐρανόθεν OSchneider, οὐρανόθι Ab | 18. ϲυνήθωϲ b, ϲυνηθηϲ Α 19. νεται litterae vocis παραλαμβανεται in ras. Α | 22. ἔξει pro ἔχει conicit GUhlig | 24. τὸ inseruit RSchneider | ἐκ τόπου Ab, ἀπὸ τόπου GFSchoemann 25. ὅτι GFSchoemann, ὅτε Ab | ἂ inseruit BSchneder, ⟨Ὅϲα δὲ⟩ GFSchoemann, post μάλιϲτα non interpunxit b | προθέϲεωϲ ἐϲχημάτιϲται Ab, προθέϲεων ἐϲχη- ματίϲθη GFSchoemann | post ἐϲχημάτιϲται punctum posuit b, comma GFSchoe- mann | μάλιϲτα delevit GFSchoeman | 26. ταῖϲ προθέϲεϲιν] fol. 177 v. | 27. ἐν add. b in var. lect)

    196
    μένει Δίων, ἄνω ἀπέρχεται Ἀπολλώνιοϲ ἔξω μένει, ἔξω ἀπέρχεται (τὰ εἰϲ θεν τούτων ἐκ τόπου ἐϲτίν, ἔξωθεν παραγίνεται). — Ποία οὖν ἀλογία ἐν τῷ
  • καὶ εἴϲω δόρπον ἐκόϲμει (η 13);
  • («χρῆν γάρ », φαϲίν, «ἔνδον »·) προαποδεδειγμένου τοῦ ὅτι δύο τοπικὰϲ ϲχέϲειϲ ϲημαίνει τὰ τοιαῦτα τῶν ἐπιρρημάτων. — ἐγώ γε μὴν ὑπολαμβάνω, ὡϲ μᾶλλον τὸ ἔνδον ἀλογώτερον καθέϲτηκεν. οὐδὲν γὰρ ἄλλο τι τῶν εἰϲ δον ληγόντων ἐπιρρημάτων τοπικόν ἐϲτι, ποιότητοϲ δὲ παραϲτατικόν. ἀπειρότερον οὖν ἀναϲτρέφοντεϲ ⟨περὶ⟩ τῶν τοιούτων ϲημαϲιῶν καὶ ἐπιμέμφονται τὸ
  • εἴϲω δόρπον ἐκόϲμει (η 13).
  • Ὡϲ προείπομεν, τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ἀεὶ ποιότητόϲ ἐϲτι παραϲτατικά, ἀγεληδόν, ταυρηδόν, ϲκηνηδόν, βοτρυδόν, ἰλαδόν. ϲυνωχαδόν· ἦν οὖν τὸ ἔνδον κατὰ τοῦτο ϲημειούμενον. ἀλλὰ καὶ ὀξύνεται ἅπαντα, καθὼϲ κατείλεκται· καὶ ἕνεκα τούτου ϲημειωτέον πάλιν τὸ ἔνδον. τὸ γὰρ ἔμπεδον οὐκ ἔχεται τῆϲ παραγωγῆϲ τῆϲ διὰ τοῦ δον, ἀλλ᾿ ἔϲτιν ἐν ϲυνεμπτώϲει ὀνοματικῇ ϲύνταξιϲ ἐπιρρῇματοϲ παραλαμβανομένη, καθὼϲ ἔχει τὸ καλόν,

  • οὐ μὲν καλὸν ἀτέμβειν (υ 294),
  • καὶ τὸ
  • νέον ἐρχομενάων (B 88),
  • καὶ ἄλλα πάμπολλα, ϲυνυπάρχοντα οὐδετέρᾳ θέϲει ὀνομάτων. ἦν γὰρ παρὰ τὸ ὄνομα τὸ πέδον ἀρϲενικὸν ὄνομα ἀποτελούμενον ἔμπεδοϲ, καὶ ἔχον τρίτην ἀπὸ τέλουϲ τὴν ὀξεῖαν, καθὸ καὶ τοῖϲ πλείϲτοιϲ τῶν τοιούτων ὀνομάτων παρεπόμενόν ἐϲτι, τέκνον εὔτεκνοϲ, βλέφαρον καλλιβλέφαροϲ, ξύλον ἄξυλοϲ· ἦν οὖν καὶ παρὰ τὸ πέδον τὸ ἔμπεδοϲ, ἀφ᾿ οὖ οὐδέτερον τὸ ἐμπεδον, κατὰ ἐπιρρηματικὴν ϲύνταξιν εἰλημμένον. Ἐϲτιν οὖν ὑπὲρ τῆϲ τάϲεωϲ τοῦ ἔνδον ἐκεῖνο φάναι, ὥϲ ἐϲτί τινα ὑπεξαιρούμενον τῆϲ τάϲεωϲ, ὅτι ἃ μὲν ποιότητοϲ, ὃ δὲ τόπου [*](ARGVM. 4 Mirum igitur non est ἔϲω esse etiam ‘in interiore parte’; illud potius mirum, eam vim habere ἔνδον, quia cetera in δον qualitatem indicant. — 12 Adverbia in δον qualitatem signifcant et oxvtona sunt. Non est notabile ἔμπεδον; est enim neutrum adiectivi, partceps constructionis adverbii, — 28 Notandum potius ἔνδον; sed accentus eius pluribus de causis defendi potest.) [*](DISCR. SCRIRT. 2 θεν GDronke, θε Ab, θα α GFSchoemarn | 3. ἀλογία b in var. lect. Schneiler GFSchoeman, ἀπολογία Α et b in textu | 7. οὐδὲ b in var. lect, οὐδὲν id. in textu cum Α | 9. περὶ add b in var. lect. | 11 — 12. ἐκόϲμει. ὡϲ προείπομεν, τὰ b; ἐκόϲμει, ὡϲ προείπομεν. Τὰ GFSchoemann; in Α spatium est post εκοϲμει | 13. ειλαδον pro ἰλαδόν Α | 17 ϲυνεμπτώϲει RSclneider, ϲυμπτώϲει AB | 17 — 18. ἐπιρρήματοϲ scripsit RSchmeider secutus Α, in quo est επιρρηματ ἐπιρρημάτων L, ἐπιρρηματικὴ b | 18. παραλαμβανομένη RSkrzeczka, παραλαμβα- νομεν A, extremam ον syllabam addidit Α2 in rasura, παραλαμβανόμενον b καθὼϲ b in var. lect, καὶ ψϲ id. in textu cum Α | 19. μὲν Α b, γὰρ Homerus vulg. | 21. νεων Α | 28 — 29. ψϲ ἐϲτί τινα ἐξαιρούμενον RSchneider, ψϲ ἔϲτι τινὰ ἑξαιρούμενα A b | 29. ὅτι ἃ μὲν] fol.178 r.)
    197
    δηλωτικόν ἐϲτι· καὶ ἃ μὲν ὑπὲρ δύο ϲυλλαβάϲ, ὃ δὲ διϲύλλαβον· καὶ ὅτι μόνον ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται. ἦν δὲ καὶ τὸ πέριξ ἀλόγωϲ μὲν βαρυνόμενον, ἔχον δὲ πάλιν ἀπολογίαν τὴν ἐγκειμένην πρόθεϲιν. — Τινὲϲ μέντοι τὸ ἐντελέϲτερον ἐξεδέξαντο τὸ ἔνδοι εἴναι, ὅπερ ἐν χρήϲει Ϲυρακουϲίοιϲ καὶ Αἰολεῦϲίν ἐϲτι, γενόμενον ἐκ ϲυγκοπῆϲ τοῦ ἐνδόθι, καθότι καὶ παρέκειτο τῷ ἀγχόθι τὸ ἄγχι, τῷ ὑψόθι τὸ ὕψι ἀφ᾿ οὖ ἐκ μεταλήψεωϲ τοῦ ι εἰϲ τὸ ν ἔνδον ἐγεγόνει, καθότι καὶ τῷ ἀεί παράκειται τὸ αἰἑν· ἔνθεν ἐβαρύνετο εὐλόγωϲ, καὶ τοπικὸν ἦν. Οὐκ ἀγνοῶ μέντοι γε, ὅτι τινὲϲ τὸ
  • ἔνδοι πειράζουϲα
  • περιέϲπαϲαν τῷ λόγῳ τῶν εἰϲ οι ληγόντων ἐπιρρημάτων, ὅπερ, ὡϲ προείρηται, ἐχόμενον τοῦ πάθουϲ ἀναγκαίωϲ βαρύνεται. τῇδε γὰρ ἔχει καὶ τὸ ἐπίρρημα παῤ Αἰολεῦϲι τὸ μέϲοι,
  • γαίαϲ καὶ νιφόεντοϲ ὠράνω μέϲοι (Alcaei fr. 17 Bergk³)
  • τῇδε ἔχει καὶ ἀπὸ τοῦ τηλόθι τὸ τήλοι.

    Ἔτι τὰ προκείμενα τῶν εἰϲ δον ληγόντων, ἀπὸ ὀνόματοϲ εἰϲ ἐπιρρήματα παρηγμένα, ἢ τῷ η παρεδρεύεται ἢ τῷ α, ϲκηνηδόν, ἀγεληδόνξ, ταυρηδόν, πανθυμαδόν, κατωμαδόν, ϲπανιάκιϲ ἀπὸ τῶν είϲ ξ ληγόντων, ὡϲ τὸ κλιμακηδόν, δονακηδόν. — ἐϲημειοῦτο πρὸϲ Τρύφωνοϲ (p. 53 Velsen) τὸ βοτρυδόν, ὅπερ διὰ τὴν φυλάϲϲουϲαν γὲνικὴν τὸ υ ἐδύνατο ἂν ἔχειν ἀπολογίαν. ϲχηματίζεται καὶ ἀπὸ μετοχῶν, ὡϲ τὸ ἐθελοντηδόν καὶ ἑκοντηδόν. ϲπανιάκιϲ ἀπὸ τῶν εἰϲ ξ ληγόντων, ὡϲ τὸ κλιμακηδόν, δονακηδόν καὶ ἔτι ἀπὸ ἐπιρρημάτων τοῦ λάθρᾳ τὸ λαθρηδόν, χωρὶϲ εἰ μὴ ὀνόματι τῷ λαθραῖοϲ παράκειται, ὥϲτε τὸ ἐντελὲϲ εἶναι λαθραιηδόν, καὶ ἐν ϲυγκοπῇ λαθρηδόν. καὶ παρὰ ῥῆμα ϲχηματίζεται, ἐκ μὲν βαρυτόνου τοῦ βρύχω τὸ βρυχηδόν· καὶ ἴϲωϲ τῷ κρυφῶ περιϲπωμένῳ παράκειται τὸ κρυφηδόν. τῷ πελάζω καὶ ἐμπελάζω παράκειται τὸ ἐμπελαδόν, τῷ ϲχέθω ϲχεδόν, τῷ κρίνω κριδόν καὶ διακριδόν, φαίνω φανδόν καὶ ἀναφανδόν, χαίνω χανδόν. μένει δὲ τὸ ν ἐπὶ τοῦ χανδόν καὶ ἀναφανδόν, καθὸ καὶ ἐν παρακειμένῳ τῷ πέφαγκα καὶ κέχαγκα, οὐ μὴν ἐν τῷ κέκρικα ἢ κέκλικα, ἀφ᾿ οὐ τὸ κριδόν καὶ διακριδόν, κλίνω κλιδόν καὶ παρακλιδόν. καὶ φαίνεται ὅτι τῷ μὲν [*](ARGVM. 4 Sunt, qui ἔνδοι primitivum putent, ex quo ἔνδον ortum sit, ut iure et locale et paroxytonon possit esse. — 16 ln paenultima adverbiorum in δον a nominibus derivatorum est aut η aut α; notabile igitur βοτρυδόν. — 22. Haec adverbia etiam a participiis, ab adverbiis, — 25 a verbis derivantur.) [*](DISCR. SCRIPT. 3 ἐγκειμένην b in var. lect., ἐκκειμένην Α Et b in textu 6. τῷ ἀγχόθι b, το αγχοθι Α | 8. ὄν pro ῆν conicit HLAhrens | 10 Πραξινόα pro πειράζουϲα, ut sit Theocr. XV, 1, conicit HLAhrens | 15 τὴλοι GFSchoeman, τηλοῖ b, πηλοι Α |18 —19. Haec ex l. 22 — 23 huc trnsposuit RSclncider 20 — 21. ἐδύνατο ἔχειν ἀπολογίαν RSchneider, δύναιτο ἄν ἔχειν ἀπολογίαν RSkrzeczka, ἀδύνατον ἦν ἔχειν ἀναλογίαν KLehrs, ἐδύνατο ἂν ἔχειν ἀναλογίαν Ab | 27. περι- ϲπωμενωϲ Α | 28. ϲχέθω b, ϲχεθον Α | 32. καὶ φαίνεται] fol. 178 v.| τψ b, το Α)

    198
    βαίνω οὐ παράκειται τὸ ἐμβαδόν, μᾶλλον δὲ τῷ βῶ ἢ βίβημι, ὡϲ τῷ ἱϲτῶ ἴϲτημι τὸ ϲταδόν.

    Τὰ εἰϲ δην ἐν βαρείᾳ τάϲει ἐϲτί, καὶ παράγεται καὶ ἀπὸ ὀνομάτων, ὡϲ τῷ λόγοϲ τὸ λογάδην παράκειται, μόνοϲ μονάδην, τρόχοϲ τροχάδην, ϲπόροϲ ϲποράδην. ἤ παρὰ ῥῆμα, διὰ τοῦ δ καὶ τοῦ ϲυγγενοῦϲ β παραλαμβανομένου ἐν πρώτῃ ϲυζυγίᾳ, κλέπτω κλέβδην, κρύπτω κρύβδην, γράφω γράβδην, ὄπτω ὄβδην καὶ ἐϲόβδην. καὶ παρὰ τοὺϲ εἰϲ ξω λήγονταϲ μέλλονταϲ διὰ τοῦ γδ, πλέξω πλέγδην, μίξω μίγδην, νύξω νύγδην. καὶ παρὰ τὴν πέμπτην δὲ ϲυζυγίαν, αἴρω ἄρδην, φύρω φύρδην. καὶ παρὰ τὸ ϲύω δὲ τὸ ϲύδην· ὅπερ ἐϲχημάτιϲτο, ἐκ μεταθέϲεωϲ τοῦ ε εἰϲ τὸ υ, παρὰ τὸ ϲέω, ἀφ’ οὗ καὶ τὸ ϲόοϲ, καθότι καὶ τῷ ῥέω τὸ ῥύω παράκειται, ἀφ᾿ οὐ καὶ τὸ ῥύβδην καὶ ὁλόκληρον εἰϲ ον λῆγον ῥυδόν· καὶ παρὰ τὸ χύω τὸ χύδην. ϲεϲημείωται τὸ βύζην, καὶ διὰ τὴν ἔκταϲιν τοῦ υ, καὶ διὰ τὴν μονὴν τοῦ ζ. καὶ παρὰ ῥῆμα δὲ τὸ ῥῶ, ἀφ᾿ οὗ τὸ ῥητόν καὶ ἄρρητον, παράκειται τὸ ῥήδην, καθὸ καὶ τῷ τμήγω τὸ τμήδην. φαίνεται ὅτι καὶ τῷ ἤδω τὸ ἥδην παράκειται καὶ ἅδην. καὶ παρὰ τὰ εἰϲ μι λήγοντα ἔϲτιν εὑρέϲθαι, βίβημι βάδην, ἵημι ἀέδην καὶ ἀνέδην. ἔδει οὗν καὶ παρὰ τὸ πρίημι τὸ πριάδην ἐπιρρηματικῆϲ ἐχόμενον ϲυντάξεωϲ.

    Ὅτι πρωτότυπόν ἐϲτι τῶν εἰϲ ωϲ ληγόντων τὸ ἕωϲ, δῆλον, οὐ μὴν τὸ ἰϲοδυναμοῦν εἰϲὅ, καθὸ καὶ ἐν τόνῳ καὶ ἐν πνεύματι ἐπιϲτάϲεωϲ ἐδέετο. ἐν πνεύματι μὲν οὗν, ὡϲ ἀδύνατόν ἐϲτι τὴν ἐν φωνήεντι δαϲεῖαν ἐπὶ τέλουϲ εὑρέϲθαι· ἐν τόνῳ δέ, καθὸ οὐδεμία λέξιϲ εἰϲ ο λήγουϲα τόνου ἔχεται τοῦ ὀξέοϲ, καὶ ἕνεκά γε τούτου τὸ αὐτό ἐϲημειοῦτο, περὶ οὐ εἴρηται περὶ τῶν ἀντωνυμιῶν. ὅτι μὲν οὖν καὶ ἄλλα ἐϲημειοῦτο ἕνεκα τοῦ ἐπὶ τέλουϲ πνεύματοϲ, εἶρηται καὶ ἐν τῷ περὶ δαϲείαϲ καὶ ψιλῆϲ --- [*](ARGVM. 3 Adverbia in δην barytona sunt; derivantur et a nominibus, et a verbis. —20 Εἰϲδ notabile et propter aspirationem, et propter accentum.) [*](TESTIM. 18 Et M. 133, 17 ἀπριάτην· πρίημι. τ καθητικὸν πρίαμαι. τὰ ἐπίρρημα ἀπρίδην καὶ τροπῇ] τοῦ δ εἰς τ ἁπριάτην; cf, ib. 132, 46. —Schol. BL. ad A 99 ἀπριἁτην· ἐπιρρηματικῶς αὐτὰ ἀκούει Ἀπολλώνιος, ῖν᾿ ᾗ τὸ χωρὶς πριασμοῦ ἀντὶ τοῦ ἀπριάδην. Cf. Apoll. Soph. 39, 23. Ep. Cr. 23, 16. Et. M. 132, 46, 137, 17. Schol. ξ 317. — 27 Schol. BL ad Γ 409 εἰσόκε· ἐκ τῆς εῖς προ- θέσεως. καὶ τοῦ ὅ ἄρθροι ἀναφορικοῦ καὶ τοῦ κέν συνδέσμου. ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν. ἀποροῦσι δέ τενες εἰ τὸ εἰσόκεν ἐν συνθέσει ἐστὲν ἐν πα- ραθέσει καὶ λέγομεν ὅτι ἐν παραθέσει. κανὼν γάρ ἐστιν ὁ λέγων ὅτι τὸ εἰς ε λήγοντα χροωικ ἐπιρρήματα θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἐνίοτε ἑκάστοτε ἄλλοτε, καὶ ὅτε οὐδέποτε κατ᾿  ἀρχὰς ὁ συνδεσμος συντέθεται κτλ.) [*](DISCR. SCRIPT. 4. τῷ λόγοϲ b, το λογοϲ Α | 11. ϲόοϲ ChALobeck, ϲοον Ab 12. ῥύβδην GUhlig, ῥυτόν Ab | 16. ηδειν pro ῆδην Α | 18. πρίημι ϹhALobeck, πρίαμι Ab | πριάδην Ab in textu, ἀπριάδην b in var lect | 21. εἰϲδ KLehrs, εἰϲό b | 21. οξεωϲ Α | 25. περι Α, ⟨ἐν τῷ ⟩ περὶ b | 26. ἐϲημεινοῦτο Ab, ϲημειωτέον GUhlig 22. in Α post ψιληϲ hoc signum est ⋇)

    199
    --- οὐ μὴν τὸ προκείμενον μόριον --- «ὀφείλει καὶ περιϲπᾶϲθαι καὶ γράφεϲθαι ϲύν τῷ ι ». Ἀλλ’ οὔτε περιϲπᾶται, οὔτε ϲὺν τῷ ι γράφεται, μετάληψιν δὲ ἔχει εἰϲ δύο μέρη λόγου κατ᾿ αἰτιολογικὴν ἔννοιαν. καὶ ἄπορόν γε, πότερον ἐπίρρημά ἐϲτιν αἰτίαϲ παραϲτατικόν, ἤ ϲύνδεϲμοϲ αἰτιώδηϲ. ἡ ϲύνταξιϲ αἰτιολογική, ὡϲ εἰ καὶ ἐπ᾿ ὀνόματοϲ καὶ τῆϲ διά προθέϲεωϲ, λέγω δὲ ἐπ᾿ ὀνόματοϲ τοῦ κατ᾿ αἰτιατικὴν νοουμένου, ἐφ᾿ ἧϲ καὶ μάλιϲτα ἡ αἰτιολογικὴ φράϲιϲ γίνεται. τὸ γὰρ φάναι δι᾿ Ἀριϲτάρχου ἢ δι’ Ἀλεξανδρείαϲ δῆλον ὡϲ ϲημαίνει ἐπὶ μὲν τῶν ἐμψύχων τὸ γινώϲκοντοϲ Ἀριϲτάρχου, τὸ δὲ ἐπὶ τῶν τοπικῶν τὴν δι᾿ αὐτῶν γινομένην πορείαν, δι᾿ Ἀλεξανδρείαϲ, διὰ τοῦ Ἑλληϲπόν του· τὸ γὰρ ἐπ᾿ αἰτιατικῆϲ παραλαμβανόμενον αἰτιολογικὴν ὑπαγορεύει φράϲιν, δι᾿ Ἀλέξανδρον, δι᾿ Ἀρίϲταρχον, διὰ τὴν πόλιν, διὰ τὴν Λέϲβον, διὰ τὴν Ἴλιον. ὅθεν δοκεῖ μοι καὶ τόδε τὸ μόριον ταύτηϲ ἔχεϲθαι τῆϲ ϲυντάξεωϲ. ὡϲ μὲν οὖν οὐ δύναται δοτικῆϲ εἶναι πτώϲεωϲ, προφανὲϲ ἐκ τοῦ ϲημαινομένου (δοτικὴ γὰρ οὐδέποτε αἰτιολογικὴν φράϲιν παρίϲτηϲι), καθὼϲ ἔφαμεν, μαρτυρούϲηϲ καὶ τῆϲ παραδόϲεωϲ καὶ κατὰ τάϲιν καὶ κατὰ γραφήν. ὅτι δὲ οὐδὲ αἰτιολογικὸϲ ϲύνδεϲμοϲ, προῦπτον. οὐ γὰρ δή γε ἀντιμεταλήψειϲ εἰϲὶν ἐν αὐτοῖϲ τοῖϲ αἰτιολογικοῖϲ ϲυνδέϲμοιϲ, λέγω τῷ ὅτι ἢ γάρ ἢ ἕνεκα ἤ τινι τῶν τοιούτων. — Ῥητέον οὖν ὡϲ ἐθιμώτερον οἱ ποιηταὶ ἐλλείπουϲι προθέϲεϲιν, ὡϲ ἐπὶ τοῦ
  • ἴθυϲε μάχη πεδίοιο (Ζ 2),
  • ἀλλ᾿ ὑμεῖϲ ἔρχεϲθε (1 649),
  • πικρὰϲ ὠδῖναϲ ἔχουϲαι (Λ 271),
  • καὶ
  • τίϲιϲ ἔρχεται Ἀτρείδαο (α 40)
  • καὶ ἐπί γε μάλιϲτα τοῦ προκειμένου μορίου. οὐ γὰρ ἂν ἄλλωϲ αἰτιολογικὴν [*](ARGVM. 1 Τώ voculae neque circumflexus imponitur neque ι subscribitur. 15 Dativus esse non potest —17 neque coniunctio causalis. — 27 Est igitur accusativus τό productus in τώ, διά praepositione subaudita.) [*](TESTIM. 1. Et. M. 773, 19 Τοῦτο (scil. τὸ τώ) δὲ ὁ μὲν Ἀπολλώνιος ὀξύνει. ὁ δὲ Ἡρωδιανὸς περισπᾶ, λέχοκ ὅτι οὕτως ἔχει ἡ παράδσις. Cf. Et. Flor. apud. MiIlar. Melanges 282. —20 Et. M. 21 Γέγονε δ οὕτως. Πολλαὶ λέξεις ἐλλεί πονται προθέσεων· οἷον ‘τρέμω σε’ ἀντὲ τοῦ ‘διὰ σέ’· ‘πικὰς ὠδῖνας ἔχρυσαι’ ἀντὶ τοῦ ‘ἐπέχουσαι’. Καὶ πάλιν, πολλαι εἰσι προθέσεις ἐλλείπουσαι ὁήματος, ὡς τὸ ‘ἀλλ’ ἄνα᾿, καὶ ‘ἔνι τοι φρένες’. ἔστι οὖν διὰ τό. καὶ κατ᾿ ἔλλειψιν τῇς προθέσεως τό, καὶ κατ᾿ ἔκτασιν τῶ (τώ scr. RSchneider).) [*](DISCR. SCRIPT. 1. kLehrs et GFSchoemann a verbis οὐ μὴν incipere dispu- tationem de τώ perspexerunt, GUhlig haec οὐ μὴν τὸ προκείμενον μόριον ⟨ἐν τούτοιϲ ἐϲτίν⟩ eis, quae antea de εἰϲὅ proferuntur, tribuit; inter μόριον et ὀφείλει lacunam statuerunt  GUhlig et RSchneider | 4. καὶ ἄπορόν γε] fol. 179r. | 4 —5. αιτιαϲ παραϲτατικον Α¹ supra lin. | 12. ἄπαγορευει Α. Α, υ supra soripsit Α1 | 19. ἢ γάρ b, η γα Α | 26. ἔρχεται Α b, ἑϲϲεται Homerus)
    200
    φράϲιν ὑπέφαινεν, εἰ μὴ ἔλιπε τῇ διά, ἀεὶ ϲημαινούϲῃ καὶ αἰτιολογικὴν ϲύνταξιν, ὡϲ ἔφαμεν, ἐπ’ αἰτιατικῆϲ πτώϲεωϲ. Ἀλλ’ ἐκεῖνό τίϲ φηϲι· « ποῦ οὖν ἡ αἰτιολογικὴ πτῶϲιϲ» Πρὸϲ ὃν φαίημεν, ὡϲ ἀνεπέκτατόϲ ἐϲτιν ἐν τῷ
  • τὸ καὶ οὔ τι πολὺν χρόνον (M 9),
  • ὅθεν δοκεῖ καὶ τὰ τῆϲ τάϲεωϲ ϲυμμεμενηκέναι κατ’ ὀξεῖαν τάϲιν, καὶ τὰ τῆϲ γραφῆϲ. τὸ λεῖπον οὖν ἡ μετάληψιϲ ἀπέλαβε, λέγω τὴν διὰ πρόθεϲιν. ἀεὶ γὰρ τὰ μεταλαμβανόιενα πρὸϲ ποιητῶν ἀνάγεται εἰϲ ϲαφήνειαν καὶ ϲυνήθη προφοράν. καὶ γὰρ μεταλαμβανόμενον τὸ
  • ἴθυϲε μάχη πεδίοιο (Ζ 2)
  • ἀπολαμβάνει τὴν διά, καὶ τὸ λεῖπον τῆϲ προθέϲεωϲ, ῥῆμα λέγω
  • ἀλλ’ ἄνα εἰ μέμονάϲ γε (Ι 247)
  • εἰϲ ἐντελῆ προφορὰν τοῦ ἀνάϲτηθι. Οὐκ ἀήθωϲ δὲ καὶ τὸ ὑποτακτικὸν πάντωϲ ἐπιζητήϲει τὴν διὰ. οὐ δυνάμενον ἐν ἀρχῇ παραλαμβάνεϲθαι, τό γε μὴν προτακτικόν, ἠθιϲμένον κατ’ ἀρχὰϲ λόγων παραλαμβάνεϲθαι, οὐκ ἀήθη ἔϲχε τὴν κατ’ ἀρχὰϲ θέϲιν.