De adverbiis
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
Εἴπερ τὸ ἄν τικρυϲ βαρύνεται, τί δή ποτε οὐχὶ καὶ τὸ κατ’ ἀποβολὴν τοῦ ϲ, καθὸ καὶ ἐπ’ ἄλλων ἔϲτιν ἐπινοῆϲαι, πολλάκι, ἑπτάκι, τουτάκι Ἤ καθὸ τὰ εἰϲ ῦ λήγοντα ἐπιρρήματα ἐθέλει ὀξύνεϲθαι, ὡϲ ἔχει τὸ μεταξύ καὶ τὸ εὐθύ; (τὸ γὰρ ἔϋ ἴϲωϲ ἀπὸ διαιρέϲεώϲ ἐϲτι τοῦ εὖ, ἢ καὶ τάχα παράλογον ἔχει τὴν τάϲιν, ὡϲ δεδείξεται). — Ἔϲτι καὶ τῇδε ἀποφήναϲθαι, ὡϲ μᾶλλον κατώρθωτο τὸ ἀντικρύ, τῆϲ ὑγιοῦϲ τάϲεωϲ ὑπόμνηϲιϲ καθεϲτηκόϲ, τὸ δὲ ἄντικρυϲ ἠλόγηται βαρυνόμενον, εἴγε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ὀξύνεται, ἰθύϲ, ἐγγύϲ· καὶ ἕνεκα τούτου παράλογον τὸ ἄντικρυϲ.
Τοῖϲ εἰϲ υϲ λήγουϲιν ὀξυτόνοιϲ παράκειται εἰϲ υ λήγοντα, ὁμόφωνα οὐδετέροιϲ, ἐπιρρήματα, ὡϲ τὸ
Τὰ τοπικὰ τῶν ἐπιρρημάτων τρεῖϲ ἔχει διαϲτάϲειϲ, τὴν ἐν τόπῳ, τὴν εἰϲ τόπον, τὴν ἐκ τόπου. καὶ δῆλον ὅτι ἀρκτικώτερά ἐϲτι τὰ ἐν τόπῳ· τὰ γὰρ ἐκ τόπου πολὺ πρότερον ὁμολογεῖ τὸ ἐν τόπῳ ε=iναι, καὶ ἔτι τὸ εἰϲ τόπον τὸ ἐκ τόπου τὴν μετάβαϲιν ποιεῖϲθαι. ἤδη δὲ καὶ διὰ τῶν φωνῶν ϲαφὲϲ τοῦτο γενήϲεται. τὸ γὰρ ποῦ ϲημαίνει τὸ ἐν τόπῳ· ἀφ’ οὖ γίνεται τοπικὸν εἰϲ τόπον παραγωγὸν πόϲε καὶ ἔτι τὸ πόθι. καὶ ἐκ τόπου τὸ πόθεν. παρά τε τὸ ὕψοϲ ὑψοῦ γίνεται, ἀφ’ οὐ τὸ ὑψόθεν καὶ ὑψόθι.
Ὃν τρόπον ἐν τῷ παρεπομένῳ γένει τοῖϲ ὀνόμαϲίν ἐϲτι μοναδικὰ κατὰ ἀρρενικὴν προφοράν, καὶ ἔτι κατὰ θηλυκὴν καὶ οὐδετέραν, μονο γενῆ καλούμενα, καὶ ὡϲ ἔϲτι τινὰ τριγενῆ, ἐν ἑκάϲτῃ φωνῇ λεγόμενα, καλόϲ καλή καλόν, ἐπικοινωνοῦντά τε τῷ ἀρρενικῷ γένει καὶ θηλυκῷ, ὁ ψευδήϲ καὶ ἡ ψευδήϲ καὶ τὸ ψευδέϲ, ἔνιά τε ἐν δυϲὶ γένεϲι νοεῖται γὰρ ἀρϲενικὰ καὶ θηλυκά, ὡϲ ἵπποϲ καὶ τὰ παραπλήϲια, τοῦτον τὸν τρόπον ἔϲτιν εὑρέϲθαι καὶ τὴν τῶν τοπικῶν ἐπιρρημάτων ϲχέϲιν ἢ μόνον μοναδικὴν οὖϲαν, ὥϲτε μὴ καὶ ἐξ ἀκολουθίαϲ ἐγγίνεϲθαι τὰϲ ὑπολοίπουϲ ϲχέϲειϲ τῶν τόπων, ὥϲπερ ἐπὶ τοῦ πῇ ἐπιρρήματοϲ καὶ ἄλλων ὧν παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶϲ τὴν τριϲϲὴν διάϲταϲιν ποιεῖϲθαι ὥϲπερ τὰ τριγενῆ, ὡϲ παρὰ τὴν οἴκου ἀποτελεῖται τὸ οἴκοθι οἴκοθεν οἴκαδε, καὶ τοῦ ἐπιρρήματοϲ κατὰ τὸ δέον τὴν ἀκόλουθον φωνὴν ἀπενεγκαμένου. ἔϲτιν ἃ καὶ ἐπικοινωνεῖ, κατὰ τὸν αὐτὸν χαρακτῆρα ϲημαϲίαν ἔχοντα τὴν εἰϲ τόπον καὶ ἐν τόπῳ, οὐ μὴν τῆν ἐκ τόπου, ὡϲ τὸ ἄνω καὶ τὰ τοιαῦτα, ὑπὲρ ὧν εἰρήϲεται. ϲπάνια μήν ἐϲτι τὰ διὰ μιᾶϲ φωνῆϲ τὴν τριϲϲὴν τῶν τοπικῶν ἐπιδεχόμενα διάϲταϲιν, ὡϲ ἔχει τὸ πρόϲθεν καὶ εἴ τι τοιοῦτον. καὶ ἔϲτι τὸ προειρημένον τοπικὸν [*](ARGVM. 1. De constructione adverbiorum. — Adverbia localia aut ubi quid sit aut quo vergat aut unde veniat indicant. Principalia sunt, quae, ubi quid sit, significant. — 14 Ouaedam adverbia singularia sunt; aut trina ex eadem stirpe procreata illas notiones babent; — 21 quaedam una voce et ubi quid sit et quo tendat indicant pauca sunt, quae una voce tres potestates comprehendant.) [*](DISCR SCRIPT. 1. Quae sequuntur, ad libros deconstructione pertinere ostendit OSchneider | T vocis Τα ante lineam positum in Α, ut incisum indicetur | 5. δια των Α, ⟨ἐκ⟩ τῶν b | τὸ γὰρ ποῦ b, το γαρ το που Α | 13. ἔνιά τε b, ενιοτε Α | 14. γὰρ delevit RSkrzeczka | 15. ἠ GUhlig, οὐ Ab RSkrzeczka GFSchoemann | 17. ἐπιρρήματοϲ καὶ ἄλλων Ab GUhlig RSkrzeczka, ἐπιρρήματοϲ ⟨, ἀλλὰ τοῦ ποῦ ἐπιρρήματοϲ ⟩ καὶ ⟨τῶν⟩ ἄλλων GFSchoemann | 18. παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶϲ GUhlig, παρεθέμεθα ἡ ἐξ ἀκολούθου προφορᾶϲ Ab, παρεθέμεθα ἡ ἐξ ἀκολούθου προφορὰ GFSchoemann παρεθέμεθα, ⟨ἀλλὰ καὶ ⟩ ἢ ἐξ ἀκολούθου προφορὰϲ RSkrzeczka et, ut videtur, EEgger | τριϲην Α | 19. ποιεῖϲθαι Ab GUhlig, ποιεῖται GFSchoemann RSkrzeczka ἀποτελεῖται] fol. 180 r. | inter το et οικοθι supra lin οικοι Α | 21. ἀπενεγκαμένου b, επενεγκαμενου Α |23. μὴν b, μεν Α |25. καὶ ἐϲτι RSchneider GUhlig, κοὶ ἔτι Α b)
Τὰ εἰϲ δε λήγοντα ἐπιρρήματα τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, οἴκαδε, ἄγραδε, ἄλαδε (καὶ ἐκ ϲυντάξεωϲ αἰτιατικῆϲ πτώϲεωϲ καὶ τοῦ δέ ϲυνδέϲμου ἀποτελεῖται, ϲχεδὸν μίμημα καθεϲτὸϲ τῆϲ προκειμένηϲ παραγωγῆϲ, οἶκον δέ, Οὔλυμπον δέ). —διὰ ταύτην τὴν ἀφορμὴν καὶ τὸ ὧδε ἀπηνέγκατο τὴν εἰϲ τόπον ϲχέϲιν, ὧδε ἦλθεν ὁ δεῖνα, καὶ τὴν ἐν τόπῳ κατὰ τὴν προκειμένην ϲυμπάθειαν τῶν εἰϲ τόπον καὶ ἐν τόπῳ, ὧ δἑ ϲε μένω. Ἴϲωϲ δόξει τὸ Ὁμηρικὸν ἔθοϲ ἀντικεῖϲθαι τῇ προειρημένῃ ϲυντάξει τοῦ τοπικοῦ ἐπιρρήματοϲ, ὡϲ παῤ αὐτῷ οὐ τοπικόν ἐϲτι, ποιότητοϲ δὲ παραϲτατικόν, καὶ ἰϲοδυναμοῦν τῷ οὕτωϲ· περὶ οὗ ἐξ ἐπικρίϲεωϲ ἐντελῶϲ εἴπομεν ἐν τῷ περὶ ἐπιρρημάτων, ὡϲ εἴη μὲν ἡ δέουϲα αὐτοῦ προφορὰ ϲημαίνουϲα τὸ οὕτωϲ, ἡ δὲ προκειμένη πολλὴ παράθεϲιϲ ἐπὶ τῶν τοπικῶν ἐπιρρημάτων ἀπηνέγκατο καὶ τὸ προκείμενον μόριον εἰϲ τὴν τοπικὴν ϲχέϲιν.
[*](ARGVM. 13 Non nunquam in communi sermone confunduntur. — 24 Adverbia in δε quo aliquid tendat indicant. Voce ὡδε in sermone vulgari et quo et ‘ubi interroganti respondemus. Apud Homerum nihil valet nisi οὕτωϲ.)[*](DISCR. SCRIPT. 1. ϲυνεκδρομῇ Ab, ⟨ἐν ⟩ ϲυνδρομῇ GUhli | 5. ϲυνεμπιπτόντων? RSchneider | ἠέλιόϲ θ’ Homerus vulg. | 16. τῶν b, εκ των Α | 21. exemplum intercidisse vidit RSkrzecztka | 27. διὰ ταύτην] fol. 180 v. | 29. τῶν (vel τῆϲ) εἰϲ RSkrzeczka, τὴν εἰϲ Ab | 31. καθὼϲ pro ὡϲ OSchneider | 32 τῷ b, το Α 35. τοπικῶν b, τωνπικων in marg. Α2, om. A1)Ἤδη μέντοι ἔνια, ἅπερ καὶ ϲπανιώτατά ἐϲτιν, ἀνεδέξατο τὴν εἰϲ δε παραγωγὴν οὐκ οὖϲαν τοπικήν, κοινὴν δὲ καὶ ἄλλων μερῶν λόγου, οὐδὲν πλέον ϲημαίνουϲαν τοῦ ἀφ᾿ οὐ παρήχθη, εἴγε τοῖϲ οὕτωϲ ἐπεκτεταμένοιϲ παρεπόμενόν ἐϲτιν ἐν ἀνταποδοτικῷ μορίῳ καταγίνεϲθαι διὰ τοῦ τ, τοϲόϲδε, τοιόϲδε, τηλικόϲδε. οἷϲ ὅμοιον παρὰ τὸ ἡνίκα καὶ τηνίκα τὸ τηνικάδε, ἦμοϲ τῆμοϲ τημόϲδε. — πρόϲκειται δὲ τὸ τοιοῦτον χρὴ μέντοι νοεῖν, ὡϲ τὰ ἐπεκτεταμένα ἕξει τὴν ἀνταπόδοϲιν τοῦ τ, οὐ μὴν τὰ ἀνταποδοθέντα τὴν ἐπέκταϲιν ἔχει. ἰδοὺ γὰρ παρὰ τὸ ὄφρα καὶ τόφρα τὰ τῆϲ ἐπεκτάϲεωϲ οὐκ ἐγένετο· καὶ τὸ ἕωϲ καὶ ἔτι τέωϲ· ϲωϲ ὅτι καὶ ἐν ἄλλοιϲ ἐλλιπῆ ἐϲτι τὰ τοιαῦτα ϲχήματα. παρείπετο γὰρ τὸ τοιοῦτον τοῖϲ ἐπεκτεταμένοιϲ, καὶ ἐν πύϲμαϲι καταγίνεϲθαι ἃ δὲ ἐλλιπῆ πυϲματικῆϲ ἦν προφορᾶϲ — καὶ ἐκ τῆϲ ἀναϲτροφῆϲ δὲ τοῦ λόγου πάλιν ἐϲτί τινα ἀντικείμενα, ὡϲ παρὰ τὸ ὥϲ τὸ ὧδε οὐκ ἀρξάμενον ἀπὸ τοῦ τ, καὶ παρὰ τὸ ἔνθα τὸ ἐνθάδε. ὅτι γὰρ οὐκ ἔϲτι τῆϲ τοπικῆϲ παραγωγῆϲ, ϲαφὲϲ ἐντεῦθεν. τὰ τοπικὰ παραχθέντα μετὰ τοῦ ϲημαινομένου καὶ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἄγραδε, οἴκαδε· τοῦτο δὲ οὐχ οὕτωϲ ἔχει. τὰ τοπικὰ παραχθέντα ἀποβολῇ τοῦ δε οὐκ ἀπολιμπάνει λέξιν ϲημαίνουϲάν τι, χωρὶϲ εἰ μὴ ἐκ παραγωγῆϲ μὲν μὴ εἴη, ἐκ δὲ ϲυντάξεωϲ τοῦ δέ ϲυνδέϲμου καὶ πτώϲεωϲ αἰτιατικῆϲ, ὡϲ τὸ Οὔλυμπον δέ καὶ τὰ ὅμοια. (καὶ διὰ τοῦτο ἀμφίβολον τὸ ἅλαδε. ὅπερ πάλιν τῷ ἐνθάδε οὐ παρακολουθεῖ). εἴπερ οὖν τὸ ἔνθα καταλιμπάνεται ὑποϲτελλομένου τοῦ δε, ἴδιον δ᾿ ἐϲτὶ τοῦτο τῶν διὰ τοῦ δε ἐπεκτεταμένων, τὸ πάλιν ἀποβολῇ τοῦ δε τὸ αὐτὸ ϲημαίνειν, ὥϲ γε ἔχει τὸ τηνικάδε καὶ τηνίκα, τημόϲδε καὶ τῆμοϲ, ὧδε ὥ, ὃ δὴ Δωρικόν ἐϲτιν, ὥτε χερνῆτιϲ γυνή (lyr. gr. III3 p. 1359 Bergk) καὶ ἐπὶ ὀνομάτων τοιόϲδε τοῖοϲ, τοϲόϲδε τόϲοϲ· τῆϲ προκειμένηϲ παραγωγῆϲ καὶ τὸ ἐνθάδε. εἶπερ οὖν ἴδιον τὸ τὴν πρὸ τέλουϲ ὀξύνειν, βραχεῖαν οὖϲαν, τῶν διὰ τοῦ δε παρηγμένων, τημόϲδε, τηνικάδε, τοιοῦτον ἄρα καὶ τὸ ἐνθάδε. πρόδηλον ὅτι καὶ τὸ ἐνθένδε τῆϲ αὐτῆϲ παρολκῆϲ ἐϲτιν· ὅπερ ὅλωϲ οὐδὲ τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει. ἔτι ὃν τρόπον διαφέρει τὰ τοιαῦτα, καθὸ ὃ μέν ἐϲτι παρηγμένον διὰ τοῦ δε, ὃ δὲ ἐν δυϲὶ μέρεϲι λόγου, τὸν ἴδιον ἔχον τόνον καὶ τὸν τοῦ δέ,
Μόνωϲ τὰ διὰ τοῦ ζε τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, ἔραζε, θύραζε, Ἀφίδναζέ, Θήβαζε, οὐκ ἀπιθάνωϲ, τοῦ ζ καὶ τοῦ δ ἰϲοδυναμοῦντοϲ ϲχεδόν, κλύζω κλύδων, κνίζω κνίδη, ἕζω ἕδοϲ.