De adverbiis
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
Παρείπετο τοῖϲ προκειμένοιϲ ἐπιρρήμαϲιν , εἰ μὲν ἀπὸ ὀνομάτων εἶεν καὶ μὴ τῷ ο παρεδρεύοιτο, τάϲιϲ ἡ αὐτή, ⟨ἣ> ἦν κατὰ τὸ τέλοϲ τῆϲ γενικῆϲ. τὸ ἀρχῆϲ περιϲπᾶται· τῇδε ἔχει καὶ τὸ ἀρχῆθεν. ὁμοίωϲ καὶ Ἰωνικὸν τὸ ἀγορῆϲ· τῇδε ἔχει καὶ τὸ ἀγορῆθεν. βαρύνεται τὸ Θήβηϲ· τῇδε ἔχει καὶ τὸ Θήβηθεν. ἀλλὰ καὶ τὸ Ἀθήνηϲ Ἀθήνηθεν, ϲιπύηϲ ϲιπύηθεν,
Παράκειται τοῖϲ εἰϲ θεν λήγουϲι τὰ ἐν τόπῳ, τοῦ τέλουϲ εἰϲ τὸ ι μεταλαμβανομένου, παρεπομένηϲ τῆϲ τάϲεωϲ τῆϲ αὐτῆϲ καὶ μετὰ μὲν μονῆϲ τοῦ θ, εἰ τὸ ο προκείμενον εἴη· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα καὶ τὸ θ εἰϲ τὸ ϲ μεταλαμβάνει. τοῦ μὲν οὖν προτέρου οἴκοθεν οἴκοθι, ἔνδοθεν ἔνδοθι, Ἀβυδόθεν Ἀβυδόθι, οὐρανόθεν οὐρανόθι, τηλόθεν τηλόθι, αὐτόθεν αὐτόθι καὶ ἐν ϲυγκοπῇ αὖθι. ὑψόθεν ὑψόθι, ἀφ’ οὐ πάλιν τὸ κατὰ ϲυγκοπὴν ὕψι. καὶ ἴϲωϲ καὶ παρὰ τὸ ἀγχοῦ ἦν τὸ ἀγχόθεν καὶ ἀγχόθι, καὶ πάλιν κατὰ ϲυγκοπὴν ἄγχι. ϲαφὲϲ δὲ ὅτι καὶ τὸ κεῖθι πάλιν τὸ αὐτὸ πάθοϲ ἀνεδέδεκτο τῷ κεῖθεν, τῆϲ ϲυγ κοπῆϲ ϲυνούϲηϲ τῆϲ παρὰ τὸ ἐκεινόθι. Τὰ μὲν οὖν γεγονότα [*](ARGVM. 6 (quae in paenultima ω habent, proparoxvtona sunt). —15 Ad- verbiis in θεν praesto sunt adverbia in θ eiusdem stirpis, quae, ubi quid sit, indicant. —1 Quorum si in paenultima o est, cum accentu servent θ litteram sin minus, θ in ζ mutant. —24 Sed non necesse est omni adverbio m θεν praesto esse adverbium in θῖ eiusdem stirpis.) [*](TESTIM. 11 Epim. Cr. 318, 17 τὰ εἰς θεν ἐκιρρήματα τῷ ο παραληγόμενα παὰ μιᾶς ἔχουσι τὸν τόνον, οἷον κυκλόθεν, Ἀβυδόθεν, Ἱλιόθεν· χωρὶς τῶν ἐπιμεριζομένων, οἶον ἑκάστοθεν. ἔκτοσθεν, ἔνδοθεν. — 15 An, Bkk. BA p. 945, 10 καὶ εί μὲκ 2 ὁ (τῷ ω scr. RSohneider) παραλήγοι, ποιεῖ τὴν ἐκ τόπῳ τροπῇ τῆς θεν εἰς θῖ, οἷον οἴκοθι εἰ δὲ ἐτέρᾳ φωνήεντι παφαλήγοιτο, εἰς σι, οἷον Ἀθήνθεν Ἀθήνησιν. ἡμάρτηται τὸ ἐγγύθεν ἐγγύθι κτλ ― 18 Epim. Cr. 318, 5 τὰ εἰς θι ἐπιρρήματα τη τὴν παραλήγουσαν θέλει θυλάττειν τῶν εἰς θεν ἐπιρρη μάτων· οἷον Ἰλιοθε Ἰλιόθι, Ἀβυδόθεν Ἀβυδόθι, αὐτόθεν αὐτόθι, καὶ κατὰ συγκοπὴν αὖθι· οὖτως καὶ οὐρανάθεν οὔρανόθι.) [*](DISCR. SCRIPT. 3. τὸ ἐκτόϲ b, τω εκτοϲ Α | 4—5. 5 μὴ τῷ b, ω μη το Α 8. τὸ ἐγγύϲ] fol. 145 r. | 12. τὸ ἔκτοθεν b, του εκτοθεν Α |16. Articulum τῆϲ delendum censeo b in var lect. | μετὰ μὲν μονῆϲ RSkrzeczka, μονῆϲ μὲν μετὰ Ab, ‘Praepositionem abesse velim b in var. lect | 18. μεταλαμβάνει b, παρα- λαμβάνει Α | 23. ανεδεκτο Α)
Τὰ διὰ τοῦ ε ἐκφερόμενα ἐπιρρήματα (λέγω δὲ τὰ προκείμενα κατὰ παραγωγὴν τοῦ θε· καὶ τὰ τοιαῦτα δὲ λέγω, τὰ διὰ τοῦ τε, ἄλλοτε, τότε, ὑπὲρ ὧν καὶ κατὰ τὸ ἐξῆϲ εἰρήϲεται, καὶ ἔτι τὰ διὰ τοῦ ϲε, κυκλόϲε, πάντοϲε, πόϲε, καὶ ἔτι τὰ διὰ τοῦ δε, οἴκαδε, καὶ ἔτι τὰ τούτοιϲ ὅμοια) οὐ τρέπει πάντοτε τὸ ε εἰϲ τὸ α παῤ Αἰολεῦϲι καὶ Δωριεῦϲιν, ἀλλὰ τρέψαντά ἐϲτιν ἢ διὰ τοῦ θε ἐκφερόμενα ἢ διὰ τοῦ τε. καὶ ϲχεδὸν μία ἦν ἀπολογία· πνεύματι γὰρ διαφέρει τὸ τ τοῦ θ. τὰ γὰρ μὴ τῇδε ἔχοντα τὸ ε φυλάϲϲει. εἴρηται μὲν οὖν περὶ τῶν εἰϲ θεν, λέγω περὶ τοῦ ὔπιϲθα καὶ ὕπερθα καὶ τῶν τοιούτων· ἔϲτι δὲ καὶ ὑποδείγματα τῶν διὰ τοῦ τε τὸ πότε πότα, ὅτε ὅτα. ἑτέρωτε ἑτέρωτα, ἄλλοτε ἄλλοτα. — διαφέρει δὲ πάλιν τὰ Αἰολικὰ τοῦ Δωρικοῦ, ἡ τὸ μὲν Δωρικὸν τὸ η εἰϲ κ μεταλαμβάνει, ὅτε τὸ πότε πόκα ἐϲτί, τὸ ἄλλοτε ἄλλοκα, ὅτε ὅκα. καὶ μετὰ περιϲϲοῦ τοῦ κ, ὅκκα δὴ γυνά (Alcm. fr. 94 Berak3). οὐ μὴν ἐπὶ τοῦ κυκλόϲε ῆ ἔραζε ἢ τῶν προκατειλεγμένων.
Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα περιϲπᾶται, ἐϲτὶ δὲ παραγωγά. παρὰ τὸ ὕψοϲ ἦν τὸ ὑψοῦ, παρὰ τὸ τῆλε τὸ τηλοῦ (δύναται καὶ τῷ τέλοϲ παρακεῖϲθαι, γενομένηϲ ἐκτάϲεωϲ τοῦ ε εἰϲ τὸ η, τελοῦ τηλοῦ· τὰ γὰρ ἐπὶ τέλουϲ διικνούμενα μεγεθύνεται) καὶ παρὰ γενικὴν τὴν αὐτοῦ ὁμόφωνόν τι ἐκπίπτει ἐπίρρημα τὸ αὐτοῦ. — δύναται καὶ τῷ ἄγχι παρακεῖϲθαι τὸ ἀγχοῦ. — ἦν δὲ καὶ τὸ οὑ παρὰ πτωτικὸν τὸ ὅϲ, ἀφ᾿ οὗ ἀνταποδοτικὸν τὸ τοῦ, πευϲτικὸν δὲ τὸ ποῦ. καὶ ἐπεὶ τὰ μονοϲύλλαβα τῶν πευϲτικῶν, προϲθέϲει τοῦ ο ἀοριϲτούμενα, βαρύνεται, οὐκ ἂν εἴη παράλογον τὸ ὅπου κατὰ τάϲιν. — τῇδε ἔχει καὶ τὸ οὐδαμοῦ, παρακείμενον τῷ οὐδαμόϲ.
[*](ARGVM. 5. Quae in ε exennt, — 9 non omnia ε in α mutant in dorica din- lecto: mutant quaecunque in θε et τε cadunt. — 15 Aeolica a doricis eo diffe — runt, quod dorica τ in κ vertunt. — [20 Adverbin in ου derivata perispomenu sunt — 26 Sed indefinita, quae ex interrogativis praefixa ο littera nascuntur, burytona sunt.])[*](DISCR. SCRIPT. 2. παράκειταί ⟨τι⟩ conicit RSolneider | 6. ‘F. παραγωγὴν ⟨τὴν ⟩ τοῦ θε b in var. lect. | 10. ⟨τὰ⟩ τρέψαντα GFSchoeumann | 11. γὰρ ⟨μόνον⟩ δια- φἔρει GDronke | 13. υπηϲθα Α | ὕπερθα FJBast et, ut videtur, Α, ὔπερθα b | καὶ τῶν τοιούτων] fol. 145 v. | 14 ‘fortasse scripserat Apollonius ὑποδείγματα τοι- αῦτα τῶν διὰ τοῦ FJBast, ‘sola opus praepostione’ b in var lect., δια in Α fuisse videtur, sed evan. | 14 —15. ἑτέρωτε ἑτέρωτα FJBast b, ετερωθεν ετερωθα Α (alterum fere evan.) | 18. γυνά b in var lect. ThBergk, γυνὴ A b in textu | 20 —29. Uncis haec inclusit RSchneider, haeserat in eis etiam GDronke 21. δυναται Α, δ δυναται b | 25. τὸ οὐ b, τω ου Α | 26 ανταποδωτικον Α 29. τῶ οὐδαμόϲ b, το ουδαμοϲ Α)Ἔϲτι καὶ ϲυνύπαρξιϲ τῶν εἰϲ τε ληγόντων ἐπιρρημάτων. — παρὰ τὴν ἄλλοϲ φωνὴν πάλιν τὸ ἄλλοτε, παρά τε τὴν παντόϲ τὸ πάντοτε, καὶ παρὰ τὸ οὐ τὸ ὅτε. ποῦ πότε, ὅπου ὁπότε. — τῇδε ἔχει καὶ παρὰ τὸ ἕτεροϲ τὸ ἑτέρωτε (ἢ παῤ ἐπίρρημα τὸ ἑτέρωθε), ἀφ᾿ οὖ καὶ τὸ παῤ Αἰολεῦϲιν ἑτέρωτα· πρόκειται γάρ, ὅτι τὸ τοιοῦτον ε εἰϲ α τρέπουϲιν Αἰολεῖϲ καὶ Δωριεῖϲ, ὥϲπερ ἔχει καὶ τὸ πότα. — ϲαφὲϲ ὅτι καὶ παρὰ τὸ νέοϲ τὸ μὲν κοινὸν ἦν νέοτε, κατ᾿ Ἀττικὴν δὲ ἐπέκταϲιν νέωτα, Αἰολικώτερον τοῦ ε εἰϲ α τραπέντοϲ. καὶ τὸ ἐνίοτε δὲ παρὰ τὸ ἔνιοϲ ἢ ἔνιοί ἐϲτιν.
Καὶ τὰ διὰ τοῦ ϲε παραγόμενα εἰϲ τόπον. παρὰ τὸ οἶκοϲ οἴκοϲε, ἄλλοϲ ἄλλοϲε, παντόϲ πάντοϲε, παρά τε πάλιν τὸ ποῦ τὸ
Τὰ διὰ τοῦ ζε παραγόμενα ἔχει τὸ α παρεδρευόμενον ἐν βραχεῖ χρόνῳ, Ἄφιδνα Ἀφίδναζε, ἔρα ἔραζε, θύρα θύραζε. ϲημειωτέον οὖν τὸ χαμᾶζε· καὶ δῆλον ὅτι τῆϲ Ἀττικῆϲ ἐκτάϲεώϲ ἐϲτι, καθὸ καὶ τὸ χαμᾶθεν.