De adverbiis
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
Τὰ εἰϲ θεν λήγοντα ἐπιρρήματα παραλήγεται φωνήεντι, ῷ καὶ τὸ τέλοϲ τῆϲ γενικῆϲ τοῦ ὀνόματοϲ· εἰ δὲ καὶ ἀπὸ ἐπιρρήματοϲ εἴη, πάλιν τῷ αὐτῷ παραλήγεται, δι’ οὐ τὸ λῆγον τοῦ πρωτοτύπου· εἰ δὲ δίφθογγοϲ εἴη, καθὼϲ πρόκειται, ἀποπίπτει τὸ ἐν τῷ τέλει φωνῆεν, ἀρχῆϲ ἀρχῆθεν, θύραϲ θύραθεν, τηλοῦ τηλόθεν, οὐρανοῦ οὐρανόθεν, Θήβηϲ θήβηθεν, Λυκίαϲ Λυκίαθεν, ἀγορῆϲ ἀγορῆθεν, ἀγχοῦ ἀγχόθεν, ποῦ πόθεν. πῶϲ οὖν παρὰ τὸ ἀμφοτέρου καὶ ἑκατέρου καὶ ἑτέρου οὐ μένει τὸ ο ἐν τῷ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν; — Φηϲὶν οὖν ὁ Τρύφων (p. 53 Velsen ἰδιαίτερον ὡϲ τὰ διὰ τοῦ τεροϲ πρωτότυπα διὰ τοῦ παράγεται κατὰ τὰ ἐπιρρήματα. Μή ποτε δὲ βίαιόν ἐϲτιν, ὅτι δι’ αὐτοῦ τοῦ ζητουμένου ἡ ἀπόλυϲίϲ ἐϲτι. μή ποτ’ οὖν, εἰ δέδοται καὶ ἀπὸ ἐπιρρημάτων παράγεϲθαι τὴν προκειμένην παραγωγήν, ἐγγύϲ ἐγγύθεν , ἑκάϲ ἑκάθεν, ἀποπίπτοντοϲ τοῦ ϲ (ἀλλὰ καὶ λήγοντοϲ τοῦ φωνήεντοϲ, ἄνω ἄνωθεν, κάτω κάτωθεν), δοθήϲεται καὶ ἀπὸ ἐπιρρήματοϲ τοῦ ἑκατέρωϲ, ἀμφοτέρωϲ, ἑτέρωϲ τὴν παραγωγὴν γεγενῆϲθαι.
Ἔτι ἐπηπόρει, πῶϲ γεγόνοι τὸ γειόθεν , παραδεχόμενοϲ ὡϲ ἀνάλογον τὸ γῆθεν παρὰ γὰρ τὴν γῆϲ γενικήν, ὡϲ ἀρχῆϲ ἀρχῆθεν. καὶ ἔτι περὶ τοῦ Δεκελειόθεν (Callim fr. 234 Schneider)· ἐν οἷϲ ἔλεγε μὴ παρὰ τὸ Δεκέλεια παρῆχθαι, παρὰ δὲ τὸν μετειληφότα τοῦ δήμου Δεκελέα, ὥϲτε παρὰ γενικὴν τὴν Δεκελέοϲ Δεκελεόθεν εἶναι, καὶ μετὰ περιϲϲοῦ τοῦ ι Δεκελειόθεν. Ἄμεινον δὲ καὶ οὕτωϲ ὑπὲρ τούτων φάναι, ὡϲ οὐκ ἀϲυνήθωϲ τὸ α ἔϲθ’ ὅτε μεταπίπτει εἰϲ τὸ o κατὰ ϲύνθεϲιν καὶ παραγωγήν , θάλαϲϲα θαλαϲϲομάχοϲ, ϲφαῖρα ϲφαιρομάχοϲ, τραγῳδία τραγῳδιογράφοϲ, χίμαιρα χιμαιροφύλαξ, καὶ ἐπὶ τέλουϲ, ἀθάλαϲϲοϲ, εὔμουϲοϲ. καὶ εἰ τοῦτο, οὐ βίαιον ἐν τῇ τοιαύτῃ παραγωγῇ τὸ α εἰϲ τὸ ο μετατίθεϲθαι, ὥϲτε γεγενῆϲθαι παρ’ ἐντελέϲτερον τὸ γαῖα τὸ γαιόθεν καὶ γειόθεν , καὶ παρὰ τὸ Δεκέλεια, τὸν δῆμον τοῦ ϲημαινομένου δηλοῦντοϲ, τὸ Δεκελειόθεν. ἰδοὺ γὰρ καὶ παρὰ τὸ ῥίζα ῥιζόθεν, ἐϲχάρα ἐϲχαρόθεν, Μήθυμνα Μηθυμνόθεν, Μέγαρα Μεγαρόθεν. Οὐ βίαιον δὲ καὶ τὸ χαμόθεν κατὰ τὸ ϲύνηθεϲ, τοῦ ϲχήματοϲ ἀπαιτοῦντοϲ τὸ χαμᾶθεν.
[*](ARGVM, 3 Adverbia in θεν e genetivis facta cum ita derivari soleant, ut, ubi genetivus in diphthongum cadit, prior vocalis servetur: ἀμφοτέρωθεν sim non ab ἀμφοτέρου, sed ab adverbiis in ωϲ orta esec videntur. — 19 Γειόθεν Δεκελειόθεν formae nihil offensionis habent: saepius enim in commissuris α in o transit.)[*](DISCR. SCRIPT. 10. καὶ ἑτέρου add. b | εν τω Α¹ in marg. | 12. πρωτότυπα b, προϲωπα Α | 19. γειόθεν b, γηοθεν Α, sed videtur esec in γειόθεν mutatum ab Α | 24. Ἄμεινον] fol 143 ν 30. τὸ Δεκέλεια b, τον δεκελεα Α |31. δηλοῦν pro δηλοῦντοϲ GDronke)Καὶ ἐπεί, ὡϲ πρόκειται, τὸ ο τὸ ἐν τῷ πρωτοτύπῳ, ἐάν τε μόνον ἦ], ἐάν τε ϲὺν ἑτέρῳ φωνήεντι, φυλάϲϲεται, Διόϲ Διόθεν, παντόϲ πάντοθεν , τηλοῦ τηλόθεν, καὶ παρὰ τὴν ἠπείρου γενικὴν τὸ ἠπειρόθεν, οὐ μὴν ὑγιῶϲ ἔχον τὸ ἀπείρηθεν.— Ἔϲτι πρὸϲ τοῦτο φάναι, ὡϲ πλείϲτη μετάθεϲίϲ ἐϲτι τοῦ ο εἰϲ τὸ ἡ κατὰ τὴν Ἰάδα διάλεκτον, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸ κοινὸν ἔθοϲ. παρὰ τὴν βάλανον βαλανηφόροϲ· παρὰ τὸ κάλαθοϲ καλαθοποιόϲ, ἀλλὰ καὶ καλαθηφόροϲ· παρὰ τὸ ἔλαφοϲ ἐλαφοκτόνοϲ Ἄρτεμιϲ, ἀλλὰ καὶ ἐλαφηβόλοϲ· ϲτεφανοποιόϲ, ἀλλὰ καὶ ϲτεφανηφόροϲ. Ἴωνεϲ δὲ καὶ τοὺϲ ὁρκιοτόμουϲ ὁρκιητόμουϲ φαϲί, καὶ τούϲ αἱμοπόταϲ αἱμηπόταϲ. — τοῦ τοιούτου λόγου εἴχετο καὶ τὸ κοτήειϲ· ὡϲ γὰρ παρὰ τὸ ἄνεμοϲ ἀνεμόειϲ, ψόλοϲ ψολόειϲ, οὕτωϲ καὶ ὁ κότοϲ κοτόειϲ καὶ κοτήειϲ. παρὰ γοῦν τὸ θύοϲ πάλιν ἐϲτὶν ὁτὲ μὲν διὰ τοῦ ο λεγόμενον,
Ἔνια καὶ ὑπὸ πάθοϲ πίπτει, καθὼϲ ἐκτεθείμεθα καὶ περὶ τοῦ κεῖθεν. Τῆϲ γὰρ τοιαύτηϲ ϲυγκοπῆϲ ἔχεται καὶ τὸ ὄπιϲθεν· ὡϲ γὰρ ἄνω ἄνωθεν , ἔϲω ἔϲωθεν, οὕτωϲ ὀπίϲω ὀπίϲωθεν. ὃ δὴ ἐϲθ’ ὅτε καὶ μετὰ τοῦ ϲ ϲυγκόπτεται, ὅτε γίνεται ὄπιθεν. Καὶ τὸ ἔνερθεν δὲ δύο πάθη ἀνεδέξατο, ϲυγκοπὴν καὶ ἀφαίρεϲιν. ἦν γάρ τι ὄνομα τὸ ἔνερον, ἀφ’ οὐ τὸ ἐντελὲϲ ἐπίρρημα ἐνερόθεν, ἀφ’ οὐ κατὰ ϲυγκοπὴν ἔνερθεν, τάχα τῆϲ ὀξείαϲ εὐλόγωϲ ὑπερτεθείϲηϲ κατὰ τὸ ἄρχον μέροϲ, ἐπεὶ τὰ παραληγόμενα τῶν ἐπιρρημάτων τῷ ο, ὡϲ δεδείξεται, κατάφορά ἐϲτιν ἐπὶ τὸ παροξύνεϲθαι, τῶν ἄλλῳ φωνήεντι παρεδρευομένων οὐ τῇδε ἐχόντων. ϲαφὲϲ οὖν, ὅτι καὶ ἐν ἀφαιρέϲει ἐϲτὶ τὸ
Ἔφαμεν ὡϲ τὰ δύο φωνήεντα ἀποβάλλει τὸ δεύτερον φωνῆεν. οὐχὶ οὖν δόξει τὸ ἄνευθεν ϲεϲημειῶϲθαι; Πρὸϲ ὃ φήϲομεν , ὅτι οὐ τῆϲδε τῆϲ παραγωγῆϲ ἔχεται, τῆϲ δὲ διὰ τοῦ θε, ἥ τιϲ καὶ τὴν δίφθογγον φυλάϲϲει, εἴθε, αἴθε. ἦν οὖν καὶ παρὰ τὸ ἄνευ ἄνευθε. καὶ ϲαφέϲ ἐϲτιν ἐκ τοῦ ἁπάντοτε τὸ ϲημαινόμενον φυλάϲϲειν τὴν θε ϲυλλαβήν. ἡ γοῦν κατάληξιϲ ἡ διὰ τοῦ θεν οὐδέποτε τὸ ν ἀποβάλλει· τὸ γὰρ Λεϲβόθεν οὐκέτι Λεϲβόθε, οὐδὲ ἄλλο τι τῶν τοιούτων· ἐν δὲ τῷ
Τὰ τῷ ο παρεδρευόμενα παρὰ Δωριεῦϲι τῶν ἐπιρρημάτων ἀπειράκιϲ ἐν ἀποκοπῇ γίνεται τοῦ θεν καὶ ἐν μεταθέϲει τοῦ ο εἰϲ ω, καθὼϲ προείπομεν, αὐτόθεν αὐτῶ, αὐτῶ ὁρῇϲ, Φύϲκα (Sophr. fr. 45 Ahrens), τουτόθεν τουτῶ , τουτῶ θάμεθα (Sophr. fr. 42 Ahrens). Τῇδε εἶχε καὶ τὸ πόθεν λεγόμενον οὕτωϲ, πῶ πῶ τιϲ ὄνον ὠναϲείται; (Sophr. fr. 89 Ahrens.) Καὶ τὸ πώμαλα δὲ παρὰ Ἀττικοῖϲ ἐν παρολκῇ τοῦ μάλα οὕτωϲ ἐγένετο, καθάπερ καὶ τὸ
Τὰ ϲυμφώνῳ παρεδρευόμενα τῶν εἰϲ θεν ληγόντων ἐπιρρημάτων παρὰ Δωριεῦϲι καὶ Αἰολεῦϲιν ἀμείβει τὸ ε εἰϲ τὸ α, καὶ κατ’ ἐπακολού θηϲιν τὸ ν ἀποβάλλει, καθάπερ καὶ ἐπ’ ἄλλων παθῶν τὸ τοιοῦτον εὑρέϲθαι ἔϲτι. τὸ ᾔδειν παρ’ Ἴωϲι λεγόμενον ἤδεα, πεποιήκειν ἐπεποιήκεα, καὶ πάντα τὰ τούτοιϲ ὅμοια· καὶ ἐπ’ αἰτιατικῆϲ Ξέρξεα, Πολυδέκτεα, Γύγεα· καὶ ἐπὶ ϲυνδέϲμου τοῦ ἕνεκεν ἕνεκα, καὶ ἔτι τοῦ κέν καὶ κά. ὥϲπερ πάλιν εἰ τὸ α εἰϲ τὸ ε μεταπέϲοι, τὸ τηνικαῦτα πρόϲειϲι τὸ ν παρ’ Αἰολεῦϲι· τὸ λεγόμεθα λεγόμεθεν καὶ πάντα τὰ τοιαῦτα τῶν ῥημάτων. ⟨Ταῦτα οὖν τῶν ἐπιρρημάτων⟩ ἐϲτὶ διὰ τοῦ α μεθιϲτανόμενα, ὡϲ ἔφαμεν, κατὰ τὸ πλεῖϲτον, πρόϲθεν πρόϲθα , ἔνερθεν ἔνερθα , ὄπιϲθεν ὄπιϲθα,