De adverbiis
Apollonius Dyscolus
Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.
Παράκειται τοῖϲ εἰϲ θεν λήγουϲι τὰ ἐν τόπῳ, τοῦ τέλουϲ εἰϲ τὸ ι μεταλαμβανομένου, παρεπομένηϲ τῆϲ τάϲεωϲ τῆϲ αὐτῆϲ καὶ μετὰ μὲν μονῆϲ τοῦ θ, εἰ τὸ ο προκείμενον εἴη· τὰ γὰρ μὴ οὕτωϲ ἔχοντα καὶ τὸ θ εἰϲ τὸ ϲ μεταλαμβάνει. τοῦ μὲν οὖν προτέρου οἴκοθεν οἴκοθι, ἔνδοθεν ἔνδοθι, Ἀβυδόθεν Ἀβυδόθι, οὐρανόθεν οὐρανόθι, τηλόθεν τηλόθι, αὐτόθεν αὐτόθι καὶ ἐν ϲυγκοπῇ αὖθι. ὑψόθεν ὑψόθι, ἀφ’ οὐ πάλιν τὸ κατὰ ϲυγκοπὴν ὕψι. καὶ ἴϲωϲ καὶ παρὰ τὸ ἀγχοῦ ἦν τὸ ἀγχόθεν καὶ ἀγχόθι, καὶ πάλιν κατὰ ϲυγκοπὴν ἄγχι. ϲαφὲϲ δὲ ὅτι καὶ τὸ κεῖθι πάλιν τὸ αὐτὸ πάθοϲ ἀνεδέδεκτο τῷ κεῖθεν, τῆϲ ϲυγ κοπῆϲ ϲυνούϲηϲ τῆϲ παρὰ τὸ ἐκεινόθι. Τὰ μὲν οὖν γεγονότα [*](ARGVM. 6 (quae in paenultima ω habent, proparoxvtona sunt). —15 Ad- verbiis in θεν praesto sunt adverbia in θ eiusdem stirpis, quae, ubi quid sit, indicant. —1 Quorum si in paenultima o est, cum accentu servent θ litteram sin minus, θ in ζ mutant. —24 Sed non necesse est omni adverbio m θεν praesto esse adverbium in θῖ eiusdem stirpis.) [*](TESTIM. 11 Epim. Cr. 318, 17 τὰ εἰς θεν ἐκιρρήματα τῷ ο παραληγόμενα παὰ μιᾶς ἔχουσι τὸν τόνον, οἷον κυκλόθεν, Ἀβυδόθεν, Ἱλιόθεν· χωρὶς τῶν ἐπιμεριζομένων, οἶον ἑκάστοθεν. ἔκτοσθεν, ἔνδοθεν. — 15 An, Bkk. BA p. 945, 10 καὶ εί μὲκ 2 ὁ (τῷ ω scr. RSohneider) παραλήγοι, ποιεῖ τὴν ἐκ τόπῳ τροπῇ τῆς θεν εἰς θῖ, οἷον οἴκοθι εἰ δὲ ἐτέρᾳ φωνήεντι παφαλήγοιτο, εἰς σι, οἷον Ἀθήνθεν Ἀθήνησιν. ἡμάρτηται τὸ ἐγγύθεν ἐγγύθι κτλ ― 18 Epim. Cr. 318, 5 τὰ εἰς θι ἐπιρρήματα τη τὴν παραλήγουσαν θέλει θυλάττειν τῶν εἰς θεν ἐπιρρη μάτων· οἷον Ἰλιοθε Ἰλιόθι, Ἀβυδόθεν Ἀβυδόθι, αὐτόθεν αὐτόθι, καὶ κατὰ συγκοπὴν αὖθι· οὖτως καὶ οὐρανάθεν οὔρανόθι.) [*](DISCR. SCRIPT. 3. τὸ ἐκτόϲ b, τω εκτοϲ Α | 4—5. 5 μὴ τῷ b, ω μη το Α 8. τὸ ἐγγύϲ] fol. 145 r. | 12. τὸ ἔκτοθεν b, του εκτοθεν Α |16. Articulum τῆϲ delendum censeo b in var lect. | μετὰ μὲν μονῆϲ RSkrzeczka, μονῆϲ μὲν μετὰ Ab, ‘Praepositionem abesse velim b in var. lect | 18. μεταλαμβάνει b, παρα- λαμβάνει Α | 23. ανεδεκτο Α)
Τὰ διὰ τοῦ ε ἐκφερόμενα ἐπιρρήματα (λέγω δὲ τὰ προκείμενα κατὰ παραγωγὴν τοῦ θε· καὶ τὰ τοιαῦτα δὲ λέγω, τὰ διὰ τοῦ τε, ἄλλοτε, τότε, ὑπὲρ ὧν καὶ κατὰ τὸ ἐξῆϲ εἰρήϲεται, καὶ ἔτι τὰ διὰ τοῦ ϲε, κυκλόϲε, πάντοϲε, πόϲε, καὶ ἔτι τὰ διὰ τοῦ δε, οἴκαδε, καὶ ἔτι τὰ τούτοιϲ ὅμοια) οὐ τρέπει πάντοτε τὸ ε εἰϲ τὸ α παῤ Αἰολεῦϲι καὶ Δωριεῦϲιν, ἀλλὰ τρέψαντά ἐϲτιν ἢ διὰ τοῦ θε ἐκφερόμενα ἢ διὰ τοῦ τε. καὶ ϲχεδὸν μία ἦν ἀπολογία· πνεύματι γὰρ διαφέρει τὸ τ τοῦ θ. τὰ γὰρ μὴ τῇδε ἔχοντα τὸ ε φυλάϲϲει. εἴρηται μὲν οὖν περὶ τῶν εἰϲ θεν, λέγω περὶ τοῦ ὔπιϲθα καὶ ὕπερθα καὶ τῶν τοιούτων· ἔϲτι δὲ καὶ ὑποδείγματα τῶν διὰ τοῦ τε τὸ πότε πότα, ὅτε ὅτα. ἑτέρωτε ἑτέρωτα, ἄλλοτε ἄλλοτα. — διαφέρει δὲ πάλιν τὰ Αἰολικὰ τοῦ Δωρικοῦ, ἡ τὸ μὲν Δωρικὸν τὸ η εἰϲ κ μεταλαμβάνει, ὅτε τὸ πότε πόκα ἐϲτί, τὸ ἄλλοτε ἄλλοκα, ὅτε ὅκα. καὶ μετὰ περιϲϲοῦ τοῦ κ, ὅκκα δὴ γυνά (Alcm. fr. 94 Berak3). οὐ μὴν ἐπὶ τοῦ κυκλόϲε ῆ ἔραζε ἢ τῶν προκατειλεγμένων.
Τὰ εἰϲ ου λήγοντα ἐπιρρήματα περιϲπᾶται, ἐϲτὶ δὲ παραγωγά. παρὰ τὸ ὕψοϲ ἦν τὸ ὑψοῦ, παρὰ τὸ τῆλε τὸ τηλοῦ (δύναται καὶ τῷ τέλοϲ παρακεῖϲθαι, γενομένηϲ ἐκτάϲεωϲ τοῦ ε εἰϲ τὸ η, τελοῦ τηλοῦ· τὰ γὰρ ἐπὶ τέλουϲ διικνούμενα μεγεθύνεται) καὶ παρὰ γενικὴν τὴν αὐτοῦ ὁμόφωνόν τι ἐκπίπτει ἐπίρρημα τὸ αὐτοῦ. — δύναται καὶ τῷ ἄγχι παρακεῖϲθαι τὸ ἀγχοῦ. — ἦν δὲ καὶ τὸ οὑ παρὰ πτωτικὸν τὸ ὅϲ, ἀφ᾿ οὗ ἀνταποδοτικὸν τὸ τοῦ, πευϲτικὸν δὲ τὸ ποῦ. καὶ ἐπεὶ τὰ μονοϲύλλαβα τῶν πευϲτικῶν, προϲθέϲει τοῦ ο ἀοριϲτούμενα, βαρύνεται, οὐκ ἂν εἴη παράλογον τὸ ὅπου κατὰ τάϲιν. — τῇδε ἔχει καὶ τὸ οὐδαμοῦ, παρακείμενον τῷ οὐδαμόϲ.
[*](ARGVM. 5. Quae in ε exennt, — 9 non omnia ε in α mutant in dorica din- lecto: mutant quaecunque in θε et τε cadunt. — 15 Aeolica a doricis eo diffe — runt, quod dorica τ in κ vertunt. — [20 Adverbin in ου derivata perispomenu sunt — 26 Sed indefinita, quae ex interrogativis praefixa ο littera nascuntur, burytona sunt.])[*](DISCR. SCRIPT. 2. παράκειταί ⟨τι⟩ conicit RSolneider | 6. ‘F. παραγωγὴν ⟨τὴν ⟩ τοῦ θε b in var. lect. | 10. ⟨τὰ⟩ τρέψαντα GFSchoeumann | 11. γὰρ ⟨μόνον⟩ δια- φἔρει GDronke | 13. υπηϲθα Α | ὕπερθα FJBast et, ut videtur, Α, ὔπερθα b | καὶ τῶν τοιούτων] fol. 145 v. | 14 ‘fortasse scripserat Apollonius ὑποδείγματα τοι- αῦτα τῶν διὰ τοῦ FJBast, ‘sola opus praepostione’ b in var lect., δια in Α fuisse videtur, sed evan. | 14 —15. ἑτέρωτε ἑτέρωτα FJBast b, ετερωθεν ετερωθα Α (alterum fere evan.) | 18. γυνά b in var lect. ThBergk, γυνὴ A b in textu | 20 —29. Uncis haec inclusit RSchneider, haeserat in eis etiam GDronke 21. δυναται Α, δ δυναται b | 25. τὸ οὐ b, τω ου Α | 26 ανταποδωτικον Α 29. τῶ οὐδαμόϲ b, το ουδαμοϲ Α)Ἔϲτι καὶ ϲυνύπαρξιϲ τῶν εἰϲ τε ληγόντων ἐπιρρημάτων. — παρὰ τὴν ἄλλοϲ φωνὴν πάλιν τὸ ἄλλοτε, παρά τε τὴν παντόϲ τὸ πάντοτε, καὶ παρὰ τὸ οὐ τὸ ὅτε. ποῦ πότε, ὅπου ὁπότε. — τῇδε ἔχει καὶ παρὰ τὸ ἕτεροϲ τὸ ἑτέρωτε (ἢ παῤ ἐπίρρημα τὸ ἑτέρωθε), ἀφ᾿ οὖ καὶ τὸ παῤ Αἰολεῦϲιν ἑτέρωτα· πρόκειται γάρ, ὅτι τὸ τοιοῦτον ε εἰϲ α τρέπουϲιν Αἰολεῖϲ καὶ Δωριεῖϲ, ὥϲπερ ἔχει καὶ τὸ πότα. — ϲαφὲϲ ὅτι καὶ παρὰ τὸ νέοϲ τὸ μὲν κοινὸν ἦν νέοτε, κατ᾿ Ἀττικὴν δὲ ἐπέκταϲιν νέωτα, Αἰολικώτερον τοῦ ε εἰϲ α τραπέντοϲ. καὶ τὸ ἐνίοτε δὲ παρὰ τὸ ἔνιοϲ ἢ ἔνιοί ἐϲτιν.
Καὶ τὰ διὰ τοῦ ϲε παραγόμενα εἰϲ τόπον. παρὰ τὸ οἶκοϲ οἴκοϲε, ἄλλοϲ ἄλλοϲε, παντόϲ πάντοϲε, παρά τε πάλιν τὸ ποῦ τὸ
Τὰ διὰ τοῦ ζε παραγόμενα ἔχει τὸ α παρεδρευόμενον ἐν βραχεῖ χρόνῳ, Ἄφιδνα Ἀφίδναζε, ἔρα ἔραζε, θύρα θύραζε. ϲημειωτέον οὖν τὸ χαμᾶζε· καὶ δῆλον ὅτι τῆϲ Ἀττικῆϲ ἐκτάϲεώϲ ἐϲτι, καθὸ καὶ τὸ χαμᾶθεν.
Εἴπομεν ὡϲ τὰ διὰ τοῦ φι παραγόμενα αὐτὸ μόνον τῆϲ παραγωγῆϲ ἔχεται τῆϲ διὰ τοῦ φι, καθὸ καὶ ἄλλα πολλά ἐϲτι τὰ διὰ τοῦ δε παραγόμενα, τοϲόϲδε, τοιόϲδε, ἅπερ τοῦ αὐτοῦ μέρουϲ λόγου ἔχεται, καθὸ καὶ πλεῖϲτα τῶν εἰϲ θεν ληγόντων, ὡϲ ἡ ἐμέθεν ἀντωνυμία καὶ αἱ ϲύζυγοι. — ἔχεται μέντοι καὶ ἕτερα ἐπιρρηματικῆϲ ἐννοίαϲ, ὥϲπερ παρὰ τὴν ἰνόφιν φωνὴν τὸ ἶφι ϲυνεκόπη, ϲημαῖνον τὸ ἰϲχυρῶϲ. τὸ μέντοι νόϲφι πρὸϲ ἐνίων οὕτωϲ ἀπεδίδοτο, ὡϲ τὸ νο ἐϲθ᾿ ὅτε ϲτερητικόν ἐϲτι, καθὸ καὶ τὸ νόϲοϲ ἐν ϲτερήϲει τοῦ ϲοεῖν ἦν δὲ καὶ παρὰ τὸ [*](ARGVM. 3 Adverbia in τε diversis modis derivantur. — 10 Quae per ζε suf- fixum facta sunt, quem in locum quid vergat indicant Accentus habent eosdem atque ea, quae in θεν et θῖ finiuntur. — 18 Adverbia in ζε paenultimam corripiunt notabile igitur χαμᾶζε. — 22 Quae per φι suffixum orta sunt, ei parti orationis tribuuntur, cui primitiva. Sunt autem quaedam adverbiali potestate praedita, ut ἰφι.) [*](DISCR. SCRIPT. 4. τὸ ἑτέρωτε b, τω ετερωτε A 10. ζε b, A | 17. αγχοϲε extrema vox est in fol. 145 v., quae sequntur folia 31, inde a fol. 110. r. usque ad 176 v., libri de pronomine sunt, ut τηλοϲε sit primum vocabulum. fol. 177 r. | 20. ἐκ add. b | 22. φι b, φ A | 26. ὥϲπερ vel καὶ γὰρ Θ GFSchoemann. ὥϲπερ etiam GDronke, ὡϲ καὶ vel, puncto intes posito, οὕτωϲ RSkrzeczka Vitii subest nescio quid’ b in var. lect. ὡϲ γὰρ, puncto ante ὡϲ posito, A et b in textu | 28. ἔϲθ᾿ add. b | 22. ϲοειν in rasura A1)
Ϲαφὲϲ δὲ ὅτι καὶ Ϲέλευκοϲ καὶ οἱ πλεῖϲτοι ὑγιῶϲ ἐφίϲτων τῷ
Τὰ εἰϲ ω λήγοντα ἐπρρήματα ϲημαίνει καὶ τὸ ἐν τόπῳ καὶ τὸ εἰϲ τόπον (τὴν γὰρ διὰ τοῦ θεν παραγωγὴν ἔχει τὸ ἐκ τόπου) λέγω δὲ ὅτι μάλιϲτα. ἃ ἀπὸ προθέϲεωϲ ἐϲχημάτιϲται, ἰϲοϲυλλαβεῖ μὲν μάλιϲτα ταῖϲ προθέϲεϲιν, ἐὰν ὧϲι διϲύλλαβοι, μιῇ δὲ πλεονάζει, εἰ εἶεν μονοϲύλλαβοι, ἐν λήξει τῇ εἰϲ ϲ ἢ φύϲει ἢ δυνάμει. τοῦ μὲν προτέρου ἀνά ἄνω, κατά κάτω· τοῦ δὲ δευτέρου πρόϲ πρόϲω καὶ εἴϲ εἴϲω. δυνάμει καὶ ἡ ἔξ εἰϲ ϲ λήγει· οὕτωϲ ἔχει τὸ ἔξω. φαμὲν οὖν ἄνω [*](ARGVM. 4. ln οὐρανόθι πρό quidam adeo offenderunt, ut οὐρανόθεν scribi vellent. Quod ferri possit, si οὐρανόθεν sit = οὐρανοῦ. — 17 Praestat tamen scripturam οὐρανόφι probare, nam φι suffxum etam genetivum indicat. — 23 Adverbia in ω localia et ubi quid sit et quo tendat denotant.) [*](DISCR. SCRIPT. 1. τὴν διὰ inseruit RSchneider, ⟨διὰ⟩ GFSchoeman | 5. μετέ- γραψαν τὸ Ab, μετεγράψαντο OSelneider | 17. ἔξει Α et b in var. lect, ἔχει b in textu | οὐρανόθεν OSchneider, οὐρανόθι Ab | 18. ϲυνήθωϲ b, ϲυνηθηϲ Α 19. νεται litterae vocis παραλαμβανεται in ras. Α | 22. ἔξει pro ἔχει conicit GUhlig | 24. τὸ inseruit RSchneider | ἐκ τόπου Ab, ἀπὸ τόπου GFSchoemann 25. ὅτι GFSchoemann, ὅτε Ab | ἂ inseruit BSchneder, ⟨Ὅϲα δὲ⟩ GFSchoemann, post μάλιϲτα non interpunxit b | προθέϲεωϲ ἐϲχημάτιϲται Ab, προθέϲεων ἐϲχη- ματίϲθη GFSchoemann | post ἐϲχημάτιϲται punctum posuit b, comma GFSchoe- mann | μάλιϲτα delevit GFSchoeman | 26. ταῖϲ προθέϲεϲιν] fol. 177 v. | 27. ἐν add. b in var. lect)
Ὡϲ προείπομεν, τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ἀεὶ ποιότητόϲ ἐϲτι παραϲτατικά, ἀγεληδόν, ταυρηδόν, ϲκηνηδόν, βοτρυδόν, ἰλαδόν. ϲυνωχαδόν· ἦν οὖν τὸ ἔνδον κατὰ τοῦτο ϲημειούμενον. ἀλλὰ καὶ ὀξύνεται ἅπαντα, καθὼϲ κατείλεκται· καὶ ἕνεκα τούτου ϲημειωτέον πάλιν τὸ ἔνδον. τὸ γὰρ ἔμπεδον οὐκ ἔχεται τῆϲ παραγωγῆϲ τῆϲ διὰ τοῦ δον, ἀλλ᾿ ἔϲτιν ἐν ϲυνεμπτώϲει ὀνοματικῇ ϲύνταξιϲ ἐπιρρῇματοϲ παραλαμβανομένη, καθὼϲ ἔχει τὸ καλόν,
Ἔτι τὰ προκείμενα τῶν εἰϲ δον ληγόντων, ἀπὸ ὀνόματοϲ εἰϲ ἐπιρρήματα παρηγμένα, ἢ τῷ η παρεδρεύεται ἢ τῷ α, ϲκηνηδόν, ἀγεληδόνξ, ταυρηδόν, πανθυμαδόν, κατωμαδόν, ϲπανιάκιϲ ἀπὸ τῶν είϲ ξ ληγόντων, ὡϲ τὸ κλιμακηδόν, δονακηδόν. — ἐϲημειοῦτο πρὸϲ Τρύφωνοϲ (p. 53 Velsen) τὸ βοτρυδόν, ὅπερ διὰ τὴν φυλάϲϲουϲαν γὲνικὴν τὸ υ ἐδύνατο ἂν ἔχειν ἀπολογίαν. ϲχηματίζεται καὶ ἀπὸ μετοχῶν, ὡϲ τὸ ἐθελοντηδόν καὶ ἑκοντηδόν. ϲπανιάκιϲ ἀπὸ τῶν εἰϲ ξ ληγόντων, ὡϲ τὸ κλιμακηδόν, δονακηδόν καὶ ἔτι ἀπὸ ἐπιρρημάτων τοῦ λάθρᾳ τὸ λαθρηδόν, χωρὶϲ εἰ μὴ ὀνόματι τῷ λαθραῖοϲ παράκειται, ὥϲτε τὸ ἐντελὲϲ εἶναι λαθραιηδόν, καὶ ἐν ϲυγκοπῇ λαθρηδόν. καὶ παρὰ ῥῆμα ϲχηματίζεται, ἐκ μὲν βαρυτόνου τοῦ βρύχω τὸ βρυχηδόν· καὶ ἴϲωϲ τῷ κρυφῶ περιϲπωμένῳ παράκειται τὸ κρυφηδόν. τῷ πελάζω καὶ ἐμπελάζω παράκειται τὸ ἐμπελαδόν, τῷ ϲχέθω ϲχεδόν, τῷ κρίνω κριδόν καὶ διακριδόν, φαίνω φανδόν καὶ ἀναφανδόν, χαίνω χανδόν. μένει δὲ τὸ ν ἐπὶ τοῦ χανδόν καὶ ἀναφανδόν, καθὸ καὶ ἐν παρακειμένῳ τῷ πέφαγκα καὶ κέχαγκα, οὐ μὴν ἐν τῷ κέκρικα ἢ κέκλικα, ἀφ᾿ οὐ τὸ κριδόν καὶ διακριδόν, κλίνω κλιδόν καὶ παρακλιδόν. καὶ φαίνεται ὅτι τῷ μὲν [*](ARGVM. 4 Sunt, qui ἔνδοι primitivum putent, ex quo ἔνδον ortum sit, ut iure et locale et paroxytonon possit esse. — 16 ln paenultima adverbiorum in δον a nominibus derivatorum est aut η aut α; notabile igitur βοτρυδόν. — 22. Haec adverbia etiam a participiis, ab adverbiis, — 25 a verbis derivantur.) [*](DISCR. SCRIPT. 3 ἐγκειμένην b in var. lect., ἐκκειμένην Α Et b in textu 6. τῷ ἀγχόθι b, το αγχοθι Α | 8. ὄν pro ῆν conicit HLAhrens | 10 Πραξινόα pro πειράζουϲα, ut sit Theocr. XV, 1, conicit HLAhrens | 15 τὴλοι GFSchoeman, τηλοῖ b, πηλοι Α |18 —19. Haec ex l. 22 — 23 huc trnsposuit RSclncider 20 — 21. ἐδύνατο ἔχειν ἀπολογίαν RSchneider, δύναιτο ἄν ἔχειν ἀπολογίαν RSkrzeczka, ἀδύνατον ἦν ἔχειν ἀναλογίαν KLehrs, ἐδύνατο ἂν ἔχειν ἀναλογίαν Ab | 27. περι- ϲπωμενωϲ Α | 28. ϲχέθω b, ϲχεθον Α | 32. καὶ φαίνεται] fol. 178 v.| τψ b, το Α)
Τὰ εἰϲ δην ἐν βαρείᾳ τάϲει ἐϲτί, καὶ παράγεται καὶ ἀπὸ ὀνομάτων, ὡϲ τῷ λόγοϲ τὸ λογάδην παράκειται, μόνοϲ μονάδην, τρόχοϲ τροχάδην, ϲπόροϲ ϲποράδην. ἤ παρὰ ῥῆμα, διὰ τοῦ δ καὶ τοῦ ϲυγγενοῦϲ β παραλαμβανομένου ἐν πρώτῃ ϲυζυγίᾳ, κλέπτω κλέβδην, κρύπτω κρύβδην, γράφω γράβδην, ὄπτω ὄβδην καὶ ἐϲόβδην. καὶ παρὰ τοὺϲ εἰϲ ξω λήγονταϲ μέλλονταϲ διὰ τοῦ γδ, πλέξω πλέγδην, μίξω μίγδην, νύξω νύγδην. καὶ παρὰ τὴν πέμπτην δὲ ϲυζυγίαν, αἴρω ἄρδην, φύρω φύρδην. καὶ παρὰ τὸ ϲύω δὲ τὸ ϲύδην· ὅπερ ἐϲχημάτιϲτο, ἐκ μεταθέϲεωϲ τοῦ ε εἰϲ τὸ υ, παρὰ τὸ ϲέω, ἀφ’ οὗ καὶ τὸ ϲόοϲ, καθότι καὶ τῷ ῥέω τὸ ῥύω παράκειται, ἀφ᾿ οὐ καὶ τὸ ῥύβδην καὶ ὁλόκληρον εἰϲ ον λῆγον ῥυδόν· καὶ παρὰ τὸ χύω τὸ χύδην. ϲεϲημείωται τὸ βύζην, καὶ διὰ τὴν ἔκταϲιν τοῦ υ, καὶ διὰ τὴν μονὴν τοῦ ζ. καὶ παρὰ ῥῆμα δὲ τὸ ῥῶ, ἀφ᾿ οὗ τὸ ῥητόν καὶ ἄρρητον, παράκειται τὸ ῥήδην, καθὸ καὶ τῷ τμήγω τὸ τμήδην. φαίνεται ὅτι καὶ τῷ ἤδω τὸ ἥδην παράκειται καὶ ἅδην. καὶ παρὰ τὰ εἰϲ μι λήγοντα ἔϲτιν εὑρέϲθαι, βίβημι βάδην, ἵημι ἀέδην καὶ ἀνέδην. ἔδει οὗν καὶ παρὰ τὸ πρίημι τὸ πριάδην ἐπιρρηματικῆϲ ἐχόμενον ϲυντάξεωϲ.
Ὅτι πρωτότυπόν ἐϲτι τῶν εἰϲ ωϲ ληγόντων τὸ ἕωϲ, δῆλον, οὐ μὴν τὸ ἰϲοδυναμοῦν εἰϲὅ, καθὸ καὶ ἐν τόνῳ καὶ ἐν πνεύματι ἐπιϲτάϲεωϲ ἐδέετο. ἐν πνεύματι μὲν οὗν, ὡϲ ἀδύνατόν ἐϲτι τὴν ἐν φωνήεντι δαϲεῖαν ἐπὶ τέλουϲ εὑρέϲθαι· ἐν τόνῳ δέ, καθὸ οὐδεμία λέξιϲ εἰϲ ο λήγουϲα τόνου ἔχεται τοῦ ὀξέοϲ, καὶ ἕνεκά γε τούτου τὸ αὐτό ἐϲημειοῦτο, περὶ οὐ εἴρηται περὶ τῶν ἀντωνυμιῶν. ὅτι μὲν οὖν καὶ ἄλλα ἐϲημειοῦτο ἕνεκα τοῦ ἐπὶ τέλουϲ πνεύματοϲ, εἶρηται καὶ ἐν τῷ περὶ δαϲείαϲ καὶ ψιλῆϲ --- [*](ARGVM. 3 Adverbia in δην barytona sunt; derivantur et a nominibus, et a verbis. —20 Εἰϲδ notabile et propter aspirationem, et propter accentum.) [*](TESTIM. 18 Et M. 133, 17 ἀπριάτην· πρίημι. τ καθητικὸν πρίαμαι. τὰ ἐπίρρημα ἀπρίδην καὶ τροπῇ] τοῦ δ εἰς τ ἁπριάτην; cf, ib. 132, 46. —Schol. BL. ad A 99 ἀπριἁτην· ἐπιρρηματικῶς αὐτὰ ἀκούει Ἀπολλώνιος, ῖν᾿ ᾗ τὸ χωρὶς πριασμοῦ ἀντὶ τοῦ ἀπριάδην. Cf. Apoll. Soph. 39, 23. Ep. Cr. 23, 16. Et. M. 132, 46, 137, 17. Schol. ξ 317. — 27 Schol. BL ad Γ 409 εἰσόκε· ἐκ τῆς εῖς προ- θέσεως. καὶ τοῦ ὅ ἄρθροι ἀναφορικοῦ καὶ τοῦ κέν συνδέσμου. ἔστι δὲ ἐπίρρημα χρόνου δηλωτικόν. ἀποροῦσι δέ τενες εἰ τὸ εἰσόκεν ἐν συνθέσει ἐστὲν ἐν πα- ραθέσει καὶ λέγομεν ὅτι ἐν παραθέσει. κανὼν γάρ ἐστιν ὁ λέγων ὅτι τὸ εἰς ε λήγοντα χροωικ ἐπιρρήματα θέλουσιν ἔχειν πρὸ τοῦ ε τὸ τ, ἐνίοτε ἑκάστοτε ἄλλοτε, καὶ ὅτε οὐδέποτε κατ᾿ ἀρχὰς ὁ συνδεσμος συντέθεται κτλ.) [*](DISCR. SCRIPT. 4. τῷ λόγοϲ b, το λογοϲ Α | 11. ϲόοϲ ChALobeck, ϲοον Ab 12. ῥύβδην GUhlig, ῥυτόν Ab | 16. ηδειν pro ῆδην Α | 18. πρίημι ϹhALobeck, πρίαμι Ab | πριάδην Ab in textu, ἀπριάδην b in var lect | 21. εἰϲδ KLehrs, εἰϲό b | 21. οξεωϲ Α | 25. περι Α, ⟨ἐν τῷ ⟩ περὶ b | 26. ἐϲημεινοῦτο Ab, ϲημειωτέον GUhlig 22. in Α post ψιληϲ hoc signum est ⋇)
Εἴπερ τὸ ἄν τικρυϲ βαρύνεται, τί δή ποτε οὐχὶ καὶ τὸ κατ’ ἀποβολὴν τοῦ ϲ, καθὸ καὶ ἐπ’ ἄλλων ἔϲτιν ἐπινοῆϲαι, πολλάκι, ἑπτάκι, τουτάκι Ἤ καθὸ τὰ εἰϲ ῦ λήγοντα ἐπιρρήματα ἐθέλει ὀξύνεϲθαι, ὡϲ ἔχει τὸ μεταξύ καὶ τὸ εὐθύ; (τὸ γὰρ ἔϋ ἴϲωϲ ἀπὸ διαιρέϲεώϲ ἐϲτι τοῦ εὖ, ἢ καὶ τάχα παράλογον ἔχει τὴν τάϲιν, ὡϲ δεδείξεται). — Ἔϲτι καὶ τῇδε ἀποφήναϲθαι, ὡϲ μᾶλλον κατώρθωτο τὸ ἀντικρύ, τῆϲ ὑγιοῦϲ τάϲεωϲ ὑπόμνηϲιϲ καθεϲτηκόϲ, τὸ δὲ ἄντικρυϲ ἠλόγηται βαρυνόμενον, εἴγε τὰ τοιαῦτα τῶν ἐπιρρημάτων ὀξύνεται, ἰθύϲ, ἐγγύϲ· καὶ ἕνεκα τούτου παράλογον τὸ ἄντικρυϲ.
Τοῖϲ εἰϲ υϲ λήγουϲιν ὀξυτόνοιϲ παράκειται εἰϲ υ λήγοντα, ὁμόφωνα οὐδετέροιϲ, ἐπιρρήματα, ὡϲ τὸ
Τὰ τοπικὰ τῶν ἐπιρρημάτων τρεῖϲ ἔχει διαϲτάϲειϲ, τὴν ἐν τόπῳ, τὴν εἰϲ τόπον, τὴν ἐκ τόπου. καὶ δῆλον ὅτι ἀρκτικώτερά ἐϲτι τὰ ἐν τόπῳ· τὰ γὰρ ἐκ τόπου πολὺ πρότερον ὁμολογεῖ τὸ ἐν τόπῳ ε=iναι, καὶ ἔτι τὸ εἰϲ τόπον τὸ ἐκ τόπου τὴν μετάβαϲιν ποιεῖϲθαι. ἤδη δὲ καὶ διὰ τῶν φωνῶν ϲαφὲϲ τοῦτο γενήϲεται. τὸ γὰρ ποῦ ϲημαίνει τὸ ἐν τόπῳ· ἀφ’ οὖ γίνεται τοπικὸν εἰϲ τόπον παραγωγὸν πόϲε καὶ ἔτι τὸ πόθι. καὶ ἐκ τόπου τὸ πόθεν. παρά τε τὸ ὕψοϲ ὑψοῦ γίνεται, ἀφ’ οὐ τὸ ὑψόθεν καὶ ὑψόθι.
Ὃν τρόπον ἐν τῷ παρεπομένῳ γένει τοῖϲ ὀνόμαϲίν ἐϲτι μοναδικὰ κατὰ ἀρρενικὴν προφοράν, καὶ ἔτι κατὰ θηλυκὴν καὶ οὐδετέραν, μονο γενῆ καλούμενα, καὶ ὡϲ ἔϲτι τινὰ τριγενῆ, ἐν ἑκάϲτῃ φωνῇ λεγόμενα, καλόϲ καλή καλόν, ἐπικοινωνοῦντά τε τῷ ἀρρενικῷ γένει καὶ θηλυκῷ, ὁ ψευδήϲ καὶ ἡ ψευδήϲ καὶ τὸ ψευδέϲ, ἔνιά τε ἐν δυϲὶ γένεϲι νοεῖται γὰρ ἀρϲενικὰ καὶ θηλυκά, ὡϲ ἵπποϲ καὶ τὰ παραπλήϲια, τοῦτον τὸν τρόπον ἔϲτιν εὑρέϲθαι καὶ τὴν τῶν τοπικῶν ἐπιρρημάτων ϲχέϲιν ἢ μόνον μοναδικὴν οὖϲαν, ὥϲτε μὴ καὶ ἐξ ἀκολουθίαϲ ἐγγίνεϲθαι τὰϲ ὑπολοίπουϲ ϲχέϲειϲ τῶν τόπων, ὥϲπερ ἐπὶ τοῦ πῇ ἐπιρρήματοϲ καὶ ἄλλων ὧν παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶϲ τὴν τριϲϲὴν διάϲταϲιν ποιεῖϲθαι ὥϲπερ τὰ τριγενῆ, ὡϲ παρὰ τὴν οἴκου ἀποτελεῖται τὸ οἴκοθι οἴκοθεν οἴκαδε, καὶ τοῦ ἐπιρρήματοϲ κατὰ τὸ δέον τὴν ἀκόλουθον φωνὴν ἀπενεγκαμένου. ἔϲτιν ἃ καὶ ἐπικοινωνεῖ, κατὰ τὸν αὐτὸν χαρακτῆρα ϲημαϲίαν ἔχοντα τὴν εἰϲ τόπον καὶ ἐν τόπῳ, οὐ μὴν τῆν ἐκ τόπου, ὡϲ τὸ ἄνω καὶ τὰ τοιαῦτα, ὑπὲρ ὧν εἰρήϲεται. ϲπάνια μήν ἐϲτι τὰ διὰ μιᾶϲ φωνῆϲ τὴν τριϲϲὴν τῶν τοπικῶν ἐπιδεχόμενα διάϲταϲιν, ὡϲ ἔχει τὸ πρόϲθεν καὶ εἴ τι τοιοῦτον. καὶ ἔϲτι τὸ προειρημένον τοπικὸν [*](ARGVM. 1. De constructione adverbiorum. — Adverbia localia aut ubi quid sit aut quo vergat aut unde veniat indicant. Principalia sunt, quae, ubi quid sit, significant. — 14 Ouaedam adverbia singularia sunt; aut trina ex eadem stirpe procreata illas notiones babent; — 21 quaedam una voce et ubi quid sit et quo tendat indicant pauca sunt, quae una voce tres potestates comprehendant.) [*](DISCR SCRIPT. 1. Quae sequuntur, ad libros deconstructione pertinere ostendit OSchneider | T vocis Τα ante lineam positum in Α, ut incisum indicetur | 5. δια των Α, ⟨ἐκ⟩ τῶν b | τὸ γὰρ ποῦ b, το γαρ το που Α | 13. ἔνιά τε b, ενιοτε Α | 14. γὰρ delevit RSkrzeczka | 15. ἠ GUhlig, οὐ Ab RSkrzeczka GFSchoemann | 17. ἐπιρρήματοϲ καὶ ἄλλων Ab GUhlig RSkrzeczka, ἐπιρρήματοϲ ⟨, ἀλλὰ τοῦ ποῦ ἐπιρρήματοϲ ⟩ καὶ ⟨τῶν⟩ ἄλλων GFSchoemann | 18. παρεθέμεθα, ἢ ἐξ ἀκολούθου προφορᾶϲ GUhlig, παρεθέμεθα ἡ ἐξ ἀκολούθου προφορᾶϲ Ab, παρεθέμεθα ἡ ἐξ ἀκολούθου προφορὰ GFSchoemann παρεθέμεθα, ⟨ἀλλὰ καὶ ⟩ ἢ ἐξ ἀκολούθου προφορὰϲ RSkrzeczka et, ut videtur, EEgger | τριϲην Α | 19. ποιεῖϲθαι Ab GUhlig, ποιεῖται GFSchoemann RSkrzeczka ἀποτελεῖται] fol. 180 r. | inter το et οικοθι supra lin οικοι Α | 21. ἀπενεγκαμένου b, επενεγκαμενου Α |23. μὴν b, μεν Α |25. καὶ ἐϲτι RSchneider GUhlig, κοὶ ἔτι Α b)
Τὰ εἰϲ δε λήγοντα ἐπιρρήματα τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, οἴκαδε, ἄγραδε, ἄλαδε (καὶ ἐκ ϲυντάξεωϲ αἰτιατικῆϲ πτώϲεωϲ καὶ τοῦ δέ ϲυνδέϲμου ἀποτελεῖται, ϲχεδὸν μίμημα καθεϲτὸϲ τῆϲ προκειμένηϲ παραγωγῆϲ, οἶκον δέ, Οὔλυμπον δέ). —διὰ ταύτην τὴν ἀφορμὴν καὶ τὸ ὧδε ἀπηνέγκατο τὴν εἰϲ τόπον ϲχέϲιν, ὧδε ἦλθεν ὁ δεῖνα, καὶ τὴν ἐν τόπῳ κατὰ τὴν προκειμένην ϲυμπάθειαν τῶν εἰϲ τόπον καὶ ἐν τόπῳ, ὧ δἑ ϲε μένω. Ἴϲωϲ δόξει τὸ Ὁμηρικὸν ἔθοϲ ἀντικεῖϲθαι τῇ προειρημένῃ ϲυντάξει τοῦ τοπικοῦ ἐπιρρήματοϲ, ὡϲ παῤ αὐτῷ οὐ τοπικόν ἐϲτι, ποιότητοϲ δὲ παραϲτατικόν, καὶ ἰϲοδυναμοῦν τῷ οὕτωϲ· περὶ οὗ ἐξ ἐπικρίϲεωϲ ἐντελῶϲ εἴπομεν ἐν τῷ περὶ ἐπιρρημάτων, ὡϲ εἴη μὲν ἡ δέουϲα αὐτοῦ προφορὰ ϲημαίνουϲα τὸ οὕτωϲ, ἡ δὲ προκειμένη πολλὴ παράθεϲιϲ ἐπὶ τῶν τοπικῶν ἐπιρρημάτων ἀπηνέγκατο καὶ τὸ προκείμενον μόριον εἰϲ τὴν τοπικὴν ϲχέϲιν.
[*](ARGVM. 13 Non nunquam in communi sermone confunduntur. — 24 Adverbia in δε quo aliquid tendat indicant. Voce ὡδε in sermone vulgari et quo et ‘ubi interroganti respondemus. Apud Homerum nihil valet nisi οὕτωϲ.)[*](DISCR. SCRIPT. 1. ϲυνεκδρομῇ Ab, ⟨ἐν ⟩ ϲυνδρομῇ GUhli | 5. ϲυνεμπιπτόντων? RSchneider | ἠέλιόϲ θ’ Homerus vulg. | 16. τῶν b, εκ των Α | 21. exemplum intercidisse vidit RSkrzecztka | 27. διὰ ταύτην] fol. 180 v. | 29. τῶν (vel τῆϲ) εἰϲ RSkrzeczka, τὴν εἰϲ Ab | 31. καθὼϲ pro ὡϲ OSchneider | 32 τῷ b, το Α 35. τοπικῶν b, τωνπικων in marg. Α2, om. A1)Ἤδη μέντοι ἔνια, ἅπερ καὶ ϲπανιώτατά ἐϲτιν, ἀνεδέξατο τὴν εἰϲ δε παραγωγὴν οὐκ οὖϲαν τοπικήν, κοινὴν δὲ καὶ ἄλλων μερῶν λόγου, οὐδὲν πλέον ϲημαίνουϲαν τοῦ ἀφ᾿ οὐ παρήχθη, εἴγε τοῖϲ οὕτωϲ ἐπεκτεταμένοιϲ παρεπόμενόν ἐϲτιν ἐν ἀνταποδοτικῷ μορίῳ καταγίνεϲθαι διὰ τοῦ τ, τοϲόϲδε, τοιόϲδε, τηλικόϲδε. οἷϲ ὅμοιον παρὰ τὸ ἡνίκα καὶ τηνίκα τὸ τηνικάδε, ἦμοϲ τῆμοϲ τημόϲδε. — πρόϲκειται δὲ τὸ τοιοῦτον χρὴ μέντοι νοεῖν, ὡϲ τὰ ἐπεκτεταμένα ἕξει τὴν ἀνταπόδοϲιν τοῦ τ, οὐ μὴν τὰ ἀνταποδοθέντα τὴν ἐπέκταϲιν ἔχει. ἰδοὺ γὰρ παρὰ τὸ ὄφρα καὶ τόφρα τὰ τῆϲ ἐπεκτάϲεωϲ οὐκ ἐγένετο· καὶ τὸ ἕωϲ καὶ ἔτι τέωϲ· ϲωϲ ὅτι καὶ ἐν ἄλλοιϲ ἐλλιπῆ ἐϲτι τὰ τοιαῦτα ϲχήματα. παρείπετο γὰρ τὸ τοιοῦτον τοῖϲ ἐπεκτεταμένοιϲ, καὶ ἐν πύϲμαϲι καταγίνεϲθαι ἃ δὲ ἐλλιπῆ πυϲματικῆϲ ἦν προφορᾶϲ — καὶ ἐκ τῆϲ ἀναϲτροφῆϲ δὲ τοῦ λόγου πάλιν ἐϲτί τινα ἀντικείμενα, ὡϲ παρὰ τὸ ὥϲ τὸ ὧδε οὐκ ἀρξάμενον ἀπὸ τοῦ τ, καὶ παρὰ τὸ ἔνθα τὸ ἐνθάδε. ὅτι γὰρ οὐκ ἔϲτι τῆϲ τοπικῆϲ παραγωγῆϲ, ϲαφὲϲ ἐντεῦθεν. τὰ τοπικὰ παραχθέντα μετὰ τοῦ ϲημαινομένου καὶ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ἄγραδε, οἴκαδε· τοῦτο δὲ οὐχ οὕτωϲ ἔχει. τὰ τοπικὰ παραχθέντα ἀποβολῇ τοῦ δε οὐκ ἀπολιμπάνει λέξιν ϲημαίνουϲάν τι, χωρὶϲ εἰ μὴ ἐκ παραγωγῆϲ μὲν μὴ εἴη, ἐκ δὲ ϲυντάξεωϲ τοῦ δέ ϲυνδέϲμου καὶ πτώϲεωϲ αἰτιατικῆϲ, ὡϲ τὸ Οὔλυμπον δέ καὶ τὰ ὅμοια. (καὶ διὰ τοῦτο ἀμφίβολον τὸ ἅλαδε. ὅπερ πάλιν τῷ ἐνθάδε οὐ παρακολουθεῖ). εἴπερ οὖν τὸ ἔνθα καταλιμπάνεται ὑποϲτελλομένου τοῦ δε, ἴδιον δ᾿ ἐϲτὶ τοῦτο τῶν διὰ τοῦ δε ἐπεκτεταμένων, τὸ πάλιν ἀποβολῇ τοῦ δε τὸ αὐτὸ ϲημαίνειν, ὥϲ γε ἔχει τὸ τηνικάδε καὶ τηνίκα, τημόϲδε καὶ τῆμοϲ, ὧδε ὥ, ὃ δὴ Δωρικόν ἐϲτιν, ὥτε χερνῆτιϲ γυνή (lyr. gr. III3 p. 1359 Bergk) καὶ ἐπὶ ὀνομάτων τοιόϲδε τοῖοϲ, τοϲόϲδε τόϲοϲ· τῆϲ προκειμένηϲ παραγωγῆϲ καὶ τὸ ἐνθάδε. εἶπερ οὖν ἴδιον τὸ τὴν πρὸ τέλουϲ ὀξύνειν, βραχεῖαν οὖϲαν, τῶν διὰ τοῦ δε παρηγμένων, τημόϲδε, τηνικάδε, τοιοῦτον ἄρα καὶ τὸ ἐνθάδε. πρόδηλον ὅτι καὶ τὸ ἐνθένδε τῆϲ αὐτῆϲ παρολκῆϲ ἐϲτιν· ὅπερ ὅλωϲ οὐδὲ τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει. ἔτι ὃν τρόπον διαφέρει τὰ τοιαῦτα, καθὸ ὃ μέν ἐϲτι παρηγμένον διὰ τοῦ δε, ὃ δὲ ἐν δυϲὶ μέρεϲι λόγου, τὸν ἴδιον ἔχον τόνον καὶ τὸν τοῦ δέ,
Μόνωϲ τὰ διὰ τοῦ ζε τὴν εἰϲ τόπον ϲχέϲιν ϲημαίνει, ἔραζε, θύραζε, Ἀφίδναζέ, Θήβαζε, οὐκ ἀπιθάνωϲ, τοῦ ζ καὶ τοῦ δ ἰϲοδυναμοῦντοϲ ϲχεδόν, κλύζω κλύδων, κνίζω κνίδη, ἕζω ἕδοϲ.