De pronominibus

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

⟨Ὁμοίωϲ καὶ αἱ τῷ ε πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται, οὐκ ἄλλη αἰτίᾳ ἢ τῇ προειρημένῃ. ⟩

Ὁμοίωϲ καὶ αἱ ϲύνθετοι· καὶ γὰρ αὗται ἀντιδιαϲταλτικαί. τὸ γὰρ παρὰ τῇ οἰκίᾳ μου ἕϲτηκα ἐγκλινόμενον διαφέρει τοῦ παρὰ τῇ [*](ARGVM. 9 Recti tenoris sunt duales primae et secundae personae per omnes casus. Et nominativos quidem recto semper tenore proferri supra dictum est. Ceteri casus idco non inclinantur, quod enclitica aut perisromena aut oxgtona sunt: illi barytonos proferuntur. 20 Rectum tenorem servant, quibus bittera subfixa est. Nec mirum, nam etiam ea, ex quibus fucta sint, rectum tonum serunt. 28 Eadem de causa quae ε (in mitio) abundantem habent (ἐοῦ ὲοῑ ἐέ), accentum deponere nequent.) [*](DISCR. SCRIPT. 5. ὴἑ Ab, ἐν δἐ Homerus | 8. ἀντανακλαϲθήϲονται b, ανακλαϲθηϲονται A | 18 ἐμέο b, εμε A | 21. δὲ b, γαρ A | 22. ϲαφὲϲ b, om. A | 23. ὁλοκλήρῳ b, οκληρω A | καθειϲτήκει b, καθιϲτηκει A 25. εγιγνωϲκετο A, ἐγινώϲκετο b | 28. Verba Ömoqivϲ — 29. προειρημένῃ huc transposuit RSkrzeczka; post ὀρθοτονοθνται 39, 4 leguntur in Ab | 28. τῷ ε b, το ε A | 29. προειρημενη A, εἰρημένη b | 31. μενον διαφέρει] fol. 159 r. | sub εγκλινο in extremo fol 158 v. aliquid erasum)

39
cἐμαυτοῦ οἰκίᾳ, ἡ τὸ μὲν διαϲτέλλει τὸ οὐ τῇ τούτου, τὸ δὲ ἀπόλυτον. καὶ καθὸ ἀδύνατον ἐγκλιτικὸν ϲυντεθῆναι, διὸ καὶ παρὰ Ἀττικοῖϲ τὸ πώποτε ἐϲημειοῦτο. ὑγιῶϲ οὖν καὶ ἀπ᾿ ὀρθοτονουμένων ἡ [*](C) ϲύνθεϲιϲ καὶ μόνωϲ ὀρθοτονοῦνται.

Ὁμοίωϲ καὶ αἱ τῷ ε πλεονάϲαϲαι μόνωϲ ὀρθοτονοῦνται, οὐκ ἄλλη αἰτία ἢ τῇ προειρημένῃ.

Αἱ δυϊκαὶ πρώτου καὶ δευτέρου προϲώπου ὀρθῆϲ πτώϲεωϲ οὐκ ἐγκλίνονται, φωνῇ τε καὶ δηλουμένῳ. δηλουμένῳ μέν, ὅτι οὐδεμία εὐθείαϲ ἀντωνυμία ἐγκλίνεται· φωνῇ δέ, ὅτι πᾶϲα ἀντωνυμία ἐγκλινομένη [*](49 A) ὀξύτονόϲ ἐϲτιν ἡ περιϲπωμένη. Ϲυνεμπεπτώκει δὲ τῇ ὁρθῆ ἡ αἰτιατική. Γενικὴ δὲ καὶ δοτικὴ οὐκ ἐγκλίνονται φωνῆϲ ἕνεκεν.

Μόνωϲ ἐγκλίνονται αἱ τοῦ τρίτου δυϊκαί, καὶ ἡ μίν, αἵ τε μονοϲύλλαβοι ϲφίν καὶ ϲφέ, ἥ τε διὰ τοῦ τοί.

Αἱ ὑπολειπόμεναι καὶ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται. Αἱ μὲν οὖν ὀρθὸν τόνον εἰληχυῖαι τὸ πλέον ἕνεκα ϲημαινομένου ὀρθοτονοῦνται, ἔϲθ᾿ ὅτε δὲ ἢ ϲύνταξιϲ ἡ τόποϲ ἢ ποιητικὴ ἄδεια ὀρθοτονοῦϲι τὰϲ ἀντωνυμίαϲ· [*](B) καὶ ἐπὶ μὲν ϲυντάξεωϲ

  • ἦ νύ ϲέ που δέοϲ ἴϲχει (6 812)·
  • τὸ γὰρ ποῦ ἐγκλιτικὸν αἴτιον τοῦ τὴν ϲέ ὀξύνεϲθαι. ἐπὶ δὲ τόπου
  • ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπεν (λ 91)
  • ἀπολύτου γὰρ οὔϲηϲ τῆϲ ϲημαϲίαϲ, καθὸ καὶ
  • ἔγνω δὲ ψυχή με ποδώκεοϲ Αἰακίδαο (λ 471),
  • ὅμωϲ διὰ τὸ ἄρχον ἡ ἀντωνυμία ὠρθοτονήθη, εἴγε ἀδύνατόν ἐϲτιν ἐγκλινόμενόν [*](C) τι ἀρκτικὸν θέϲθαι· πῶϲ γὰρ ἔτι ἐγκλινόμενον τὸ μὴ δυνάμενον τὸν ἴδιον τόνον ἐπί τι προκείμενον μεταθέϲθαι ἀλλὰ μὴν καὶ τὸ
  • οὐκ ἐάϲουϲιν ἐμοὶ δόμεναι (φ 233)
  • [*](ARGVM. 1 Composita (reffexiva) vel ideo recto tenore utuntur, quod discretiva sunt. 12 Semper inclinantur duales tertiae personae et ϲφίν ϲφέ μίν τοί. 11 Ceterae modo inclinantur, modo rectum tonum servant. Rectum habent aut quod encliticum suum in ea reicit accentum aut quod primo enuntiati loco ponuntur; aut ponuntur; licentia; aut quod discretiva suut.) [*](DISCR.. SCRIPT. 4. ὀρθοτονῦνται] ‘Addendum putem αἰ ϲὐνθετοι’ b in var. lect. 5 — 6. Vid 38, 28 | 7. A | δυικαὶ 11 ἕνεκεν delet RSkrzeezka | 8. οὐδεμία b, ουδεμιαϲ A | 9. ἀντωνυμία b, αντωνθμιαι A, in quo αν ex ειν factum est | 10. ϲυνεμπεπτώκει b, ϲυνεμπεπτωκεν A | 11. αιτιατικηι A | 13. ή b, αι A ε vocis τε in A correctum, sed quid antea fuerit non cernitur, b in var. lect. non recto dicit cese ται 16. θοτονουϲιν littere vocis ορθοτονουϲιν in ras. A1 | 23. α inm initio vocis αντωνυμια corr. Ἀ1 | 24 ο vocis αρκτικον Ax, quid ante scriptum fuerit non liquet | θεϲθαι A, τίθεϲθαι b)
    40
    ὁμολογεῖ τὸν ὀρθὸν τόνον διὰ τῆϲ τοῦ ε γραφῆϲ, καὶ φαίνεται ὅτι διὰ ποιητικὴν ἄδειαν, τοῦ ϲημαινομένου οὐκ ἐπείγοντοϲ. Αἱ μέντοι ὑπολειπόμεναι τῶν ὀρθοτονουμένων ἔχουϲι πρὸϲ τὸ ϲημαινόμενον τὸ αἴτιον. ἰαὶ γενικὸν μὲν τὸ πρόϲ τι λαμβάνεϲθαι, ἰδικὸν δὲ ⟨τὸ⟩ ἀντιδιαϲταλτικῶϲ, [*](50 A)
  • ϲοὶ μὲν ἐγώ, ϲὺ δ᾿ ἐμοί (Δ 63)·
  • ϲεῦ δ᾿ ἐπεὶ ἐξέλετο ψυχὴν (Ω 754)·
  • πρὸϲ τὸ
  • ἄλλουϲ μὲν γὰρ παῖδαϲ (Ω 751).
  • ὅ τε προκατάρξαϲ χάριτοϲ καὶ παρὰ τὸ δέον παθῶν ὀρθῆ τάϲει προϲχρῆται, ἐμὲ ἐτόλμηϲαϲ λοιδορῆϲαι, ἐμφαίνων ὡϲ ἄλλον ἐχρῆν ἥπερ αὐτόν. ὅ τε ἀμοιβὴν ὔβρεωϲ αἰτῶν ὀρθῇ τάϲει πολλάκιϲ χρῆται, δεῖ ἐμοῦ ὁρῶντοϲ αὐτὸν αἰκίζεϲθαι, καὶ τοῦτο δὲ πάλιν ἐμφαίνει, [*](B) ὡϲ οὐκ ἄλλου μᾶλλον ἢ ἐμοῦ.

    Ἀλλὰ μὴν καὶ αἱ ϲυμπλεκόμεναι, καὶ ἐμοῦ, καὶ ἐμέ. πιϲτούϲθω δὲ ὁ λόγοϲ οὕτωϲ. εἰ ἐκτὸϲ τῆϲ ϲυμπλοκῆϲ ἡ ἀντωνυμία γένοιτο, πάντωϲ τότε καὶ ἀπόλυτοϲ γενήϲεται, δόϲ μοι καὶ Ἀπολλωνίῳ· εἰ δὲ ἀντιϲτραφήϲεται, πάντωϲ καὶ ὀρθοτονηθήϲεται, δὸϲ Ἀλπολλωνίῳ καὶ ἐμοί. ὅθεν τὸ

  • καί μοι τοῦτ᾿ ἀγόρευϲον (δ 645)
  • ἐγκλίνεται οὐ ϲυμπλακέν, τοῦ ἑξῆϲ ὄντοϲ καὶ τοῦτό μοι ἀγόρευϲον. καὶ ἔτι
  • καί με φίληϲεν (1 481)
  • καὶ ἐφίληϲέ με. καὶ τὰ τούτοιϲ ὅμοια. ὡϲ γὰρ αἱ ἀντωνυμίαι ού ϲυμπλεκόμεναί εὶϲιν, εἰρήϲεται μικρὸν ὕϲτερον.

    Ὁμοίωϲ καὶ αἱ διεζευγμέναι, ἢ ἐμοὶ ἢ τῷδε, ἡ ἐμὲ ἢ τόνδε. Καὶ διὰ τοῦτό φαϲι τὸ

  • ἤ μ᾿ ἀνάειρ᾿ ἢ ἐγὼ ϲέ (Ψ 724)
  • [*](51 A) ἐγκλιθὲν παράλογον οὐδὲν γὰρ ἐκώλυεν ὀρθοτονεῖν, τοῦ κατ᾿ ἀρχὴν ε ϲυναληλιμμένου ὡϲ ἐπὶ τοῦ τήμῆ, τώμῷ. καὶ φαίνεται ὡϲ μονοϲυλλαβήϲαϲα [*](ARGVM. 15 Recto tenore proferuntur quac per copulativam coniunctioncm (τε vel καί) adnectuntur, — 26 et quae per disiunctivam (ῆ).) [*](DISCR. SCRIPT. 1. ομολογει iteratum in A | litterae εται vocis φαινεται in ras. A¹ | 3. εχουϲιν A | 4. με vocis μεν in ras. A1 | o in προϲ corr. ab Ax, quid antea fuerit non cernitur | ιδικον Α, εὶικὸν b | δὲ τὸ b, δε A | 4 — 5. αντιδιαϲταλτικωϲ Α, puncta ab A | 6. δέμοί b, δε εμοι A | 9. γαρ παιδαϲ in ras. Α1 | 10. παθῶν iteratam in A 11. λοιδωρησω A | ωϲ αλλον in ras. A supra αμοιβην aliquid erasum in A; atramentum, quo et haec vox ct aliae quaedam extremorum trium versuum fol. 159 r. exaratae sunt, magis nigricat quam id, quo cetera scripta sunt 13. ὁρῶντοϲ αὐτόν] fol. 159 ν. | τουτο A, τούτῳ b | εμφαινει A, ἐμφαίνων b | 21. ὁντοϲ b, οντοϲ το A, sed το delet Α1 | 23. με φίληϲεν b, μ᾿ εφιληϲεν A, με φίληϲ᾿ Homerus | 24. εφιληϲεν με A | 27. φαϲιν A | 28. ἤ μ᾿ b, ει μ᾿ Α 30. ϲυναληλειμμενου Α | τήμῃ b, τημεν A)
    41
    ἡ μέ δελεαϲμὸν ἐποίει τῆϲ ἐγκλιτικῆϲ ἀναγνώϲεωϲ. Ἴϲωϲ δὲ πρὸϲ ταῦτα φήϲει τιϲ, ὡϲ ἡ ἀνάγνωϲιϲ καλῶϲ ἔχει, οὐ διαζευχθείϲηϲ τῆϲ ἀντωνυμίαϲ, ἐν ὑπερβατῷ δὲ κειμένηϲ, ὥϲτε τὸ ἑξῆϲ εἶναι· ἢ ἀνάειρόν με, καθάπερ καὶ ἐπὶ τῶν ϲυμπλεκομένων τὸ [*](B)
  • καί μοι τοῦτ᾿ ἀγόρευϲον (δ 645)
  • ἐνεκλίναμεν, τοῦ ἐντελοῦϲ ὄντοϲ καὶ τοῦτό μοι ἀγόρευϲον.

    Λείπεται πρότερον διεϲκέφθαι, πῶϲ αἱ ἀντωνυμίαι ἢ ϲυμπεπλεγμέναι ἢ διεζευγμέναι εἰϲίν· οὐ γὰρ ψιλῇ παρατηρήϲει τὰ τοιαῦτα δεῖ διακρούεϲθαι. τὰ δὴ ϲυμπεπλεγμένα ἢ διεζευγμένα κατὰ τὴν ἐπιφορὰν πάντωϲ τὸ αὐτὸ μέροϲ λόγου ἀπαιτεῖ ἢ ἰϲοδυναμοῦν τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, τοῦ ϲυντεταγμένου μέρουϲ λόγου κατὰ τὸ ἑξῆϲ πολλάκιϲ κοινοῦ καθεϲτῶτοϲ τῷ ϲυμπεπλεγμένῳ ἢ διεζευγμένῳ, οἶον τὸ καὶ [*](C) Ἀπολλώνιοϲ διελέξατο, ἤτοι Ἀπολλώνιοϲ διελέξατο, ἀπαιτεῖ τὸ καὶ Διονύϲιοϲ ἦ τι τοιοῦτον ὄνομα ἢ ἀντωνυμικόν, ὅπερ ἠν ίϲοδυναμοῦν ὀνόματι, κοινῷ τε τῷ διελέξατο πολλάκιϲ προϲχρῆται. εἰ δὲ ῥῆμα ἦν, πάλιν ἡ ἐπιπλοκὴ ἢ ἡ διάζευξιϲ ἀπαιτεῖ ῥῆμα, καὶ ἔγραψε Διονύϲιοϲ, ἥτοι ἔγραψε Διονύϲιοϲ· δεῖ γὰρ ῥῆμα ἐπενεγκεῖν πάλιν, ἢ διελέξατο ἦ τι τοιοῦτον, κοινῶϲ πολλάκιϲ νοουμένου τοῦ [*](52 A) Διονύϲιοϲ. τῷ οὖν ἠμ᾿ ἀνάειρ, εἴπερ διεζεύχθη τὸ ῥῆμα, κὰν πάντωϲ ῥῆμα ἐπεφέρετο τὸ ἄπιθι ἢ κάθιϲον ἦ τι τοιοῦτον· ἐν ῷ οὖν τὸ ἢ ἐγῶ ϲὲ ἐπιφέρεται, ἐν τούτω δείκνυται, ὡϲ καὶ ἡ ἀντωνυμία διέζευκται, ἡ μὲν ϲε πρὸϲ τὴν ἐμέ, ἡ δὲ ϲύ πρὸϲ τὴν ἐγώ, ἥτιϲ ἐνέλειψεν, ἐν τῷ ἀνάειρε ῥήματι νοουμένη, τοῦ πλήρουϲ ὄντοϲ ἠὲ ϲὺ ἐμὲ ἀνάειρον. — Ὁμόλογοι δὴ καὶ αἱ τοιαῦται, ὡϲ τὴν πρόϲ τι πρόϲωπον διαϲτολὴν ἀναδεδεγμέναι εἰϲίν.

    [*](B)

    Ὀρθοτονοῦνται καὶ ὅϲαι κατὰ τοῦ αὑτοῦ προϲώπου τὴν ἀπὸ τοῦ ῥήματοϲ διάθεϲιν ἀναδέχονται, ὡϲ ἐπὶ τοῦ

  • οὐδ’ ἐμέ φημι λελαϲμένον (N 269)
  • καὶ
  • ἢ ὀλίγον οἱ παῖδα ἐοικότα (Ε 800)
  • [*](ARGVM. 7 Quaecunque vocabula.ι copulataίu vel disiunctaι sunt,t, ad ca adnectatur oportet per coniunctionemu eadem orationis pars. Verbum igitur si subnectitur, verbumn copulatamm vel disiunetumιIm est; sin pronomen vel nomcen, coniunctio ad hoc spectat. — 26. Recto tono proferuntur, quaeιe verbi actionem in se recipiunt,, ita ut eiusdem sint personae atque subiectum.) [*](DISCR.. SCRIPT. 3. ἐν b, και εν A | 4. αναειρον A, ἀνάειρέ b | 8. δεῖ b, om. A | 11. του ϲυντεταγμενου — 12. διεζευγμενω, om b | 11. prior ε vocis ϲυντεταγμενου in ras. A | 12. καθεϲτωτοϲ vocis κ fn ras., α correctum in A 16. πάλιν ἡ b, πάλιν ην A | 19. τῷ οὑν RSkrzeczka, τὸ οῦν Ab | ήμ᾿ scripsit RSchneider, ῆ μ᾿ b, ει μ᾿  A | comma post ἀνάειρ᾿ posuit RSkrzeczka, om. b | κάν b, και A | 22. ἥτιϲ ἐνέλειψεν] fol. 160 r. | 23. αναειρον A ἀνάειρε b | 28. φημι b Homerus, φηϲιν A | 30. ῆ ὀλίγον b Homerus, η οι ολιγον A)
    42
    καὶ
  • ἐμέ λύϲομαι (Κ 378)·
  • ἀντὶ γὰρ ϲυνθέτων τοῦ ἐμαυτόν καὶ ἑαυτῷ. πάλιν δὴ τὸ ἐμὲ λύϲομαι πρὸϲ τὸ ο ὐκ ἄλλον διαϲτέλλεται.

    Ὁμοίωϲ αἱ προθέϲειϲ παρατιθέμεναι ὀρθοτονοῦϲι, κατ᾿ ἐμέ, δι᾿ [*](C) ἐμέ, περὶ ἐμοῦ. Διὸ καὶ τοῖϲ ἀξιοῦϲιν ὀρθοτονεῖν τὸ

  • ϲὺν καὶ τρίτοϲ ἁμὶν ἀλύνταϲ
  • παρὰ Θεοκρίτῳ (VIl, 2) ϲυγκαταθετέον. τὰ γὰρ ἐν ὑπερβατῷ κείμενα ὀφείλει τὸν λόγον ἀναδέχεϲθαι τῆϲ κατὰ φύϲιν ἀκολουθίαϲ, εἴγε πάλιν τὀ καί μοι καί με ἐνεκλίναμεν, καθὸ οὐ ϲυμπέπλεκται.

    Ἑξῆϲ ῥητέον καὶ περὶ τῶν κατὰ τὸ τρίτον πρόϲωπον ὀρθοτονουμένων, [*](53 A) εἰ πάντοτε ἡ μετάληψιϲ αὐτῶν τὸ ϲύνθετον ϲχῆμα ἀπαιτεῖ, καθάπερ ἐπὶ τοῦ

  • ἧ ὀλίγον οἱ παῖδα (Ε 800)
  • καὶ
  • κάλεον τέ μιν εἰϲ ἑ ἕκαϲτοϲ (Ψ 203),
  • τῶν τε παραπληϲίων. τὸν γὰρ Ἀρίϲταρχον καὶ τούϲ ἀπὸ τῆϲ ϲχολῆϲ, ὡϲεὶ νόμον θεμένουϲ τὸ τοιοῦτον, ⟨ὡϲ⟩ ἀπ⟩ανάγνωϲμα δεῖ παραπέμψαϲθαι τὸ
  • οἷ ταὐτῷ, ἐπεὶ οὐ τι θεῶν ἐκ θέϲφατα ἤδη (Ε 64)
  • [*](B) καθὸ ὀρθοτονούμενον τὴν ϲύνθετον ἀντωνυμίαν ἀπαιτεῖ, τοῦ λόγου οὐ δυναμένου κατὰ τοῦτο ϲυνίϲταϲθαι· καὶ διὰ τοῦτο τούϲ μὲν μεταγράφειν τὸ ἔτευξεν, τοὺϲ δὲ ὑπερβατὸν ἐκδέχεϲθαι, ὃϲ καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆαϲ ἐίϲαϲ, οἱ τ᾿ αὐτῷ, ⟨αἵ⟩ κακὸν καὶ πάϲι Τρώεϲϲι γένοντο, ἴν᾿ ῇ «Ἀλεξάνδρῳ καὶ ἑαυτῷ τεκτήνατο.» καὶ ϲαφέϲ ἐϲτιν, ἕνεκα τούτου ὅτι τὸ
  • ἀλλὰ οἱ αὐτῷ
  • Ζεὺς ὀλέϲειε βίην (δ 668)
  • [*](C) κατ᾿ ἔγκλιϲιν ἀνέγνωϲτο, καίτοι ὀφεῖλον κατὰ δύο τρόπουϲ ὀρθοτονεῖϲθαι, καθὸ καὶ ἐπιταγματικὴ ϲύνεϲτι, καὶ διαϲτέλλεται ἐν τῷ
  • πρὶν ἡμῖν πῆμα γενέϲθαι.
  • [*](ARGVM. 5 Item tonum erigunt praepositiones appositae. — 11 Aristarchei praecipiunt, pronomina tertiae personae (οῦ οἱ ἕ) ubi apud Homerum recto tono proferantur, usque compositorum (reflexivorum) vim habere. At complluribus locis simplicium potestatem habent.) [*](DISCR. SCRIPT. 3. ἑαυτῷ b, αυτω A | 4. ἄλλον b, αλλοϲ A | 5. ορθοτονουϲιν A | 7. ϲὺν καὶ b Theocritus, και ϲυν A | ἁμὶν b, ἀμιν Klehrs, ἀμιν HLAhrens | Ἀμύνταϲ b Theocritus, αμυνὸαϲ A | 10. καί με b, και με παλιν A | 16. κάλεον τε b Homerus, καλεονται A | 18, τοιοῦτον, ὡϲ ἀπανάγνωϲμα KLehrs, τοιοῦτον ἀνάγνωϲμα, Ab | 23. ἔτευξεν KLehrs, ἔτευξαν Ab | ὃϲ b et A, quem b in var. lect. falso licit habere ωϲ | 24. αἵ b, om. A | 25. ϲαφέϲ ἐϲτιν, ἕνεκα τούτου ὅτι RSchneider, ϲαφέϲ ἐϲτιν ἕνεκα τούτου, ὅτι b, ϲαφέϲ ἐϲτιν, ὅτι ἕνεκα τούτου GUhlig)
    43
    Οἰμαι δὲ ὡϲ οἱ ταλαιπωρότερον ἀναϲτρεφόμενοι τὸ ἀκριβὲϲ τοῦ λόγου οὐ διέγνωϲαν. — πρῶτον γάρ, εἰ καὶ ἀληθὲϲ ἦν τὸ τὰϲ ὀρθοτονουμέναϲ κατὰ τὸ τρίτον ἀντανακλᾶϲθαι, οὐ πάντωϲ τὸ οἴ τ᾿ αὐτῷ παράλογον· [*](54 A) ἐδείχθηϲαν γὰρ ὡϲ παρὰ τόπον τεθεῖϲαι αἱ ἐγκλιτικαί, τουτέϲτιν ἀρκτικαὶ γινόμεναι, ὀρθοτονοῦνται, ὡϲ ἐπὶ τοῦ
  • ἐμὲ δ᾿ ἔγνω καὶ προϲέειπε (λ 91)
  • καὶ τῶν παραπληϲίων. — ἔπειτα καὶ ϲυνεπέπλεκτο ὁμοίωϲ τῷ
  • ἐμοί τε καὶ Ἥρῃ (6 832).—
  • ἀλλὰ μὴν καὶ ἡ αὐτόϲ ὑποταϲϲομένη ὀρθοῦ τόνου παραιτία ἐγίγνετο. — καὶ ὁ τέ ϲύνδεϲμοϲ, ἐγκλιτικὸϲ ὤν, τὴν πρὸ αὑτοῦ λέξιν ὀξύνει, [*](B) ὅτε βαρεῖά ἐϲτιν ἐξ ὀξείαϲ· περιϲπωμένην γὰρ οὔϲαν φυλάϲϲει. τὰ τε τῆϲ ἀναγνώϲεωϲ οὐκ ἐξωμάλιϲται· πολλαὶ γὰρ ὀρθοτονηθεῖϲαι ἀντανακλαϲμὸν οὐκ ἐδέξαντο·
  • ἀλλὰ τόδ᾿ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἱ αὐτῷ
  • ἔπλετο (Ο 226).
  • ἀμυνέμεναι δὲ οἴ αὐτῷ (χ 214)
  • τὸ γὰρ νοούμενόν ἐϲτι· μὴ πειϲάτω ϲε Ὀδυϲϲεὺϲ ἡμῖν μὲν μάχεϲθαι, αὐτῷ δὲ βοηθεῖν
  • ὅϲ τιϲ οἱ τ᾿ ἐπέοικε (I 392)
  • [*](C) τουτέϲτιν αὐτῷ·
  • τοὺϲ δ᾿ ἄναγον ζωούϲ, ϲφίϲιν ἐργάζεϲθαι ἀνάγκῃ (ρ 441)·
  • τουτέϲτιν «οἱ αἰχμάλωτου ἤγοντο εἰϲ ὑπηρεϲίαν τῶν ἐπικρατηϲάντων.» τό τε
  • τίϲ κ᾿ οἴοοιτο
  • μοῦνον ἐνὶ πλεόνεϲϲι, καὶ εἰ μάλα καρτερὸϲ εἴη,
  • οἱ τεύξειν θάνατον (χ 12)
  • [*](55 A) πάντωϲ εἰϲ ἁπλῆν ἀντωνυμίαν μεταληφθήϲεται· ὁ γὰρ Ἀντίνουϲ οὐχ ὑπελάμβανεν, ὡϲ θάνατον αὐτῷ καταϲκευάϲειεν ἂν ἐν πολλοῖϲ παραγενόμενοϲ, ὁμοίωϲ τῷ
  • πρόϲθεν ἕθεν φεύγοντα (θ 56 et 80)
  • οὐ γὰρ πρὸ ἑαυτοῦ τιϲ φεύγει.

    Ῥητέον ὑπέρ τε τῶν κατὰ τὸ τρίτον πρόϲωπον εἰϲ ἁπλοῦν ϲχῆμα μεταλαμβανομένων καὶ τῶν εἰϲ ϲύνθετον, τουτέϲτιν ἀντανακλωμένων.

    [*](DISCR SCRIPT. 1. ὡϲ οἱ ταλαιπωρότερον b, (Portasse, ὠϲ ἀταλαιπωρότερον b in var. lect., ωϲ οι ταλαιπορωτερον A | 3. τρίτον ἀντανακλᾶϲθαι b, τριτο ανακλασθαι Λ | 4. εδειγθηϲαν A, ἐδείχθη b | 7. ὁμοίωϲ τῷ] fol. 160 v. 9. υποταϲϲομενη A, ἐπιταϲϲομένη b | εγιγνετο A, ἐγένετο b | 11. ἐξ ὀξείαϲ KLehrs, ή ὀξεῖα Ab | 17. εϲτιν A | 19. επεοικεν A 21, ἄναγον b Homerus, ἀνάγων A 25. πλεονεϲϲιν A 28. καταϲκευάϲειεν] ‘Aut addito ἄν opus est, ni fallor, aut certe futuro καταϲκευάϲοι᾿ b in var. lect. | 30 πρόϲθεν ἕθεν homerus, προϲθεν ενθεν Α, πρόϲθε ἕθεν b | 33. ἀντανακλωμένων D, αντανακλανομενων A)
    44

    Ϲυμβέβηκε τοίνυν τὰϲ ἀπὸ τῶν εὐθειῶν δράϲειϲ μετιούϲαϲ ἐπὶ τὰϲ [*](B) πλαγίουϲ ἢ ἐν μεταβάϲει προϲώπων νοεῖϲθαι ἡ κατὰ τοῦ αὐτοῦ προϲώπου τὴν μετάβαϲιν ποιεῖϲθαι. τοῦ μὲν προτέρου Ἀριϲτοφάνηϲ Ἀρίϲταρχον ἐδίδαξεν, ἐγὼ ϲὲ ἐτίμηϲα, ϲὺ ἐμοὶ διελέξω· (ἢ καὶ διὰ μόνων τῶν ῥημάτων ἡ εὐθεῖα νοουμένη μέτειϲι πάλιν ἐπὶ τὰϲ πλαγίουϲ, ἔδωκά ϲοι, ἐτίμηϲά ϲε·) τοῦ δὲ δευτέρου Φήμιοϲ ἑαυτὸν ἐδίδαξεν· ἡ γὰρ τοῦ διδάϲκειν μετάβαϲιϲ οὐκ ἐφ᾿ ἕτερον πρόϲωπον ϲυντείνει ἢ ἐπὶ τὸν Φήμιον· Αἴαϲ ἑαυτὸν ἐχειρώϲατο· [*](C) πάλιν γὰρ τὸ ἐχειρώϲατο ἐπὶ τὸ Αἴαϲ διαβιβάζεται. Ταῖϲ μὲν οὗν τοιαύταιϲ ϲυντάξεϲι παρακολουθεῖ διὰ μιᾶϲ καὶ τῆϲ αὐτῆϲ φωνῆϲ τὸ διαβατικὸν πρόϲωπον δηλοῦν καὶ τὸ αὐτοπαθέϲ. τὰ γοῦν Ὁμηρικά, ἀρχαϊκώτερα ὄντα, ἀεὶ ἐν ἁπλαῖϲ ταῖϲ ἀντωνυμίαιϲ καὶ τὰ ἀμετάβατα τῶν προϲώπων ἔχει καὶ τὰ μεταβατικά· ἐμὲ γὰρ λύϲομαι εἶϲ καὶ ὁ αὐτόϲ, ἐμὲ δ᾿ ἔγνω μεταβατικῶϲ, ὲτεροϲ ὁ τε γνωϲθεὶϲκαὶ ὁ γνούϲ. [*](56 A) ὕϲτερον δὲ τὰϲ ϲυνθέτουϲ προϲφιλοτεχνηθείϲαϲ ϲυμβέβηκεν ἀπενέγκαϲθαι τὴν τῶν ἀμεταβάτων προϲώπων ϲημαϲίαν, τὰϲ δὲ ἀϲυνθέτουϲ ἐν μεταβάϲει· διὸ καὶ αὐτοπαθεῖϲ τὰϲ ϲυνθέτουϲ τινὲϲ ἐκάλεϲαν, ἀλλοπαθεῖϲ δὲ τὰϲ ἁπλάϲ.

    [*](ARGVM. 1 Actio quae a subiecto proficiscitur et ad obiectum transit, aut ad personam pertinett a subiecto diversam, aut ad subiectum redit. — 9 Apud Homerum qudem pronomina simpliciaι et transitive et intransitive usurpantur; sed postea composita inventa sunt, quae reflexive adhibereutur; simplicia igiturr hoc iam sibi vindicant, ut actionem transire significent.)[*](TESTIM. 1 Prisc. XIII, 23 15, 8 Hertz euenit emim, ut a nominativis actus proficiscentes ad obliquos sice in transitione personarumu1 intellegantur siue in una eadcmque persona. transitione, ut ‘Aristophanes Aristarchum docuit, ego te homoraui,, tu mihi dixisti; et per sola quoque verba nominatiuis intelleqitur et transit rursus aI obliquos, ‘dedi tibi. honoraui te’. in una quoque cademquee persona hoc idem fit, ut ‘Rhemius se docuIt, docendi enim transitio mon ad alteraum fit personam, sed ad ipsun Phemium reciprocatur, ‘Aiax se interfecit’, rursum enim ‘interfecit’ ad ipsumt Aiaccm reciperocatur. huiuscemodi igitur structuris primitiuorum pronominum: cum uerbis accidit, una cademque uocemque et transitiuam demonstrare personam et reciprocam. unde Homerus quoque, antiquitatis auctor, in simplicibus semper pronominibus et intransitiuas ponit, ut ictum est, personas et transitiuow, ut ‘έμὲ λύσομαι᾿ pro ἐμαυτόν, unus enin et idem loquitur; ἐμὲ autem ἔγν transitiue: altor enim cognouti et alter est cognitus. postea iuniores addide. unt composita pronomina, quae intransitiuas significarent personas, simplicib. vero usi sunt transitiuis. itaque αὐτοπαθεὶς compositas, id est ‘ipsas agentIs easdemque passionem facientes’ illas vero, hoc est simplices, ἀλλοπαθεῖς, hoc est ‘in alias passionem facientes’ nominaverunt.)[*](DICR.a. SCRIPT. 1. ϲυμβεβηκεν A | 2. ἢ ἐν b, εν A | 6. Φήμιοϲ b, φημι· οϲ A | 10. ϲυνταξεϲιν A | 12. ἀεὶ b, αιει A απλαiϲ ταίϲ A, ἁπλαῖϲ b | 13. εἶϲ καὶ b, ειϲ γαρ και Α, (non,  ut b in var. lect. refert, εις γαρ) |14. ἕτεροϲ ό RSkrzecxka, ὅ τε Ab)
    45

    Τὰϲ μὲν οὖν κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον, ϲυνήθειϲ οὔϲαϲ, ϲυνέβαινε μηδεμιᾶϲ ζητήϲεωϲ τυχεῖν, ἅτε δὴ τῶν μὲν ἀϲυνθέτων [*](Β) μεταβατικῶν οὐϲῶν ν, τῶν δὲ ϲυνθέτων οὐ μεταβιβαζομένων εἰϲ ἕτερον πρόϲωπον. τὰϲ μέντοι κατὰ τὸ τρίτον ν, λέγω δὲ τὴν καὶ τὰϲ ϲυζύγουϲ, ἀτριβεῖϲ οὔϲαϲ, ϲυνέβη κατὰ τὸ παλαιὸν διὰ μιᾶϲ φωνῆϲ ἀμφοτέραϲ τὰϲ ϲυντάξειϲ δηλοῦν ν, διὰ τὸ τοὺϲ ποιητάϲ, τὸ πεπατημένον ἐκκλίνονταϲ, αὐταῖϲ κεχρῆϲθαι.

    Χρὴ οὖν ἐφιϲτάνταϲ τῇ διαβάϲει τοῦ ῥήματοϲ, πότερον ἐπ᾿  ἄλλο πρόϲωπον ϲυντείνει ἢ ἐπὶ ταὐτόν ν, μεταλαμβάνειν τὰ τῶν ἀντωνυμιῶν [*](C) ἀϲυνήθη εἰϲ ἁπλῆν ἀντωνυμίαν, ὡϲ τὰ μεταβατικά, ἢ εἰϲ ϲύνθετον, ὡϲ τὰ ἀμετάβατα. Τούτῳ γὰρ τῷ λόγῳ καὶ τὰϲ ἐν παραθέϲει μετὰ τῆϲ αὐτόϲ ἐπιταγματικῆϲ εἰϲ ϲύνθετον μεταλαμβάνομεν, ὅτε καὶ τὰ τῶν ῥημάτων ἰϲάριθμα εἴη καὶ ὁμοιοπρόϲωπα, καθάπερ τὸ

  • ϲὲ γὰρ αὐτὴν παντὶ ἐΐϲκειϲ (ν 313)
  • καὶ τὸ
  • νόϲτον ἑταίροιϲι διζήμενοϲ ἠδ’ ἐμοὶ αὐτῷ (ψ 253)
  • [*](57 A) καὶ
  • ἐμέθεν περιδώϲομαι αὐτῆϲ (ψ 78).
  • εὐλόγωϲ τοῦ τοιούτου παρακολουθοῦντοϲ εἱϲ γὰρ καὶ ὁ αὐτὸϲ ὁ διατιθεὶϲ καὶ ὁ διατιθέμενοϲ. τὰ μέντοι ἐν διαβάϲει ἑτέρου προϲώπου ὀρθῶϲ πάλιν καὶ κατὰ τοὺϲ ἀριθμοὺϲ διαλλάϲϲει καὶ κατὰ τὰ πρόϲωπα· ἀδιαφορεῖ γὰρ ἢ ἕνα δρᾶν ἢ πλείουϲ, ἢ ὑφ’ ἑνὸϲ δρᾶϲθαι ἢ ὑπὸ πλειόνων. ἢ πλείονεϲ ἐμὲ τύπτουϲιν, ἢ ὑμᾶϲ ⟨εἱϲ⟩ τύπτει. διὸ καὶ [*](B) τὰ τοιαῦτα ἀϲυνέλευϲτα κατὰ τὴν παράδοϲιν
  • ἦέ τι Μυρμιδόνεϲϲι πιφαύϲκεαι, ἢ ἐμοὶ αὐτῷ (Π 12)
  • ϲοὶ δ’ αὐτῷ μελέτω (0 231)·
  • ὁμηλικίη δ᾿  ἐμοὶ αὐτῷ (γ 49)
  • ἀνάϲϲονται δ᾿  ἐμοὶ αὐτῷ (δ 177 )
  • ἠδ’ ἐμοὶ αὐτῇ
  • ἕψεαι (Ω 733)
  • ῶμνυε δὲ πρὸϲ ἔμ’ αὐτόν (τ 288),
  • [*](ARVM. 1 Et primae quidem et secundac personae simplicia et composita usn satis disceruuntur, sed tertiae simplicia quaedam minus usitata a poetis etiam pro reflexivis usurpantur. 11 Quare si cui non. satis constat, actio verbi utrum ad personam pertineat a subiecto diversam, an ad ipsum subiectum reflectatur, is in pronominum inusitatorum locum substitnat usitata.) [*](Disca. SCRIPT. 1. τὰϲ μὲν οὖν] fol. 161 r. 1 τα Α, τε τὸ b 2. ϲυνεβαινεν Α 5. litterae ει vocis ατοιβειϲ ex η correctae in Α 6 διὰ τὸ τοὺϲ b, δία τουτο τουϲ Α 9. ἐπὶ ταὐτόν b, επ αυτο Α |10. ἀϲυνήθη b in var. lect , ubi haec proponit: ῾ Corrigendum fortasse, τὰ τῶν ἀντωνυμιῶν ἀϲυνήθη ἢ εἰϲ ϲὐνθετον᾿, ϲυνήθη id. in textu cum Α |13. τὸ b, και τὸ Α |22.litteras πλει νοcis πλειουϲ corr. Α , quid antc fuerit non liquet | 23. εἱϲ adieit Rskrzeczka 25. ἠ ἐμοὶ b Homerus , ηδ’ εμοι Α | 27. ομιλικιη Α | 29. ἠδ’ Ab, ἢ Homerus)
    46
    ἀποϲτροφῇ τοῦ μ, ἵν’ ἡ ϲύνθετοϲ ἀπεμφαίνοιτο. ὅμοιον τὸ [*](C)
  • οὐδ’ εἰ κεν ϲ’ αὐτὸν χρυϲῷ ἐρύϲαϲθαι ἀνώγοι (Χ 351 )
  • καὶ
  • ἦ μή τιϲ ϲ’ αὐτὸν κτείνῃ δόλῳ ἠὲ βίηφι (ι 406).
  • τὸ δὲ μεῖζον· παραλόγωϲ ἐνεκλίθη τὸ
  • εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ’ αὐτὸν ἑλέϲθαι (Κ 242),
  • εἴγε αἱ μετὰ τῆϲ ἐπιταγματικῆϲ ὀρθοῦ τόνου ἔχονται· καὶ τὸ ἀνάγνωϲμα [*](58 Α) οὐκ ἀπόβλητον, καθὸ τὴν ϲύνθετον ἐνέφαινεν ὀρθοτόνωϲ ἀναγνωϲθέν. καὶ ἔτι τὸ
  • μήτ’ ἐμῶὐτᾶϲ
  • μήτε καϲιγνήτων πόδαϲ ὠκέαϲ
  • τρύϲηϲ (poet. lyr. adesp. 41 Bergk)
  • διέϲταλκε δυϲὶ περιϲπωμέναιϲ· ἠδυνάτει γὰρ ϲυντεθῆναι διὰ τὸ ἐπιφερόμενον ῥῆμα. πῶϲ οὐν οὐχὶ βίαιον τὸ τὰϲ διεϲταλμέναϲ κατὰ παράθεϲιν βιάζεϲθαι εἰϲ ϲύνθετον, τοῦ λόγου οὐκ ἀπαιτοῦντοϲ;

    Δέον οὐν, ὡϲ προείρηται, τὰ ἐν δυϲὶ τρίτοιϲ νοούμενα, εἴτε κα. [*](Β) τ᾿ ἀπόλυϲιν, ὡϲ τὸ ἐγκλινόμενον, εἴτε κατ’ ὀρθὸν τόνον ἀνεγνώϲθη ἕνεκα διαϲτολῆϲ ἢ ἄλληϲ τινὸϲ ϲυντάξεωϲ, εἰϲ ἁπλᾶϲ μεταλαμβάνειν· τὰ δὲ ἐν τρίτῳ καὶ ἐν ταὐτῷ εἰϲ ϲυνθέτουϲ, ἅπερ ἂν εὑρεθείη πάντωϲ κατ’ὀρθὸν τόνον,

  • ἕo δ’ αὐτοῦ πάντα κολούει (Θ 211)
  • ἑὲ δ’ αὐτὸν ἐποτρύνει (Υ 171)
  • ἠ γὰρ ἔμελλεν
  • οἱ τ’ αὐτῷ θάνατόν τε κακόν (Π 47 )
  • ἐπὶ γὰρ Πατρόκλου ἥ τε ἀντωνυμία καὶ τὸ ῥῆμα. Ἔτι εἰ αἱ κατὰ τὸ [*](C) πρῶτον καὶ δεύτερον ὀρθοῦ τόνου ἐχόμεναι ἀντιδιαϲτολὴν ἀναδέχονται, τί τὸ ἐμποδὼν τὸ καὶ ἐπὶ τρίτου τὴν ἀντιδιαϲτολὴν διήκειν, καὶ ὃν τρόπον τὸ καὶ ἐμοὶ ἐγένετο, καὶ ϲοὶ ἐγένετο ἀμετάληπτα εἰϲ [*](AROVM. 16 ltaque ubi et subiectum et obliquus pronominis casus tertiae quidem, sed non einsdem personae sunt, ibi obliquus casus, sive inclinatur absolute positus, sive recto tenore profertur discretionis vel alius rei cousa, simplicis notionem induit;  ubi subiectum obliquusque casus et tertiae et eaedem suut personae, ibi obliquus casus compositi vim habet.) [*](Discr. SCRIPT. 1. ἀποϲτροφῇ b, απο αποϲτροφη Α Sitne τοῦ ε pro τοῦ μ scribendum dubitat RSKrzeczka | απεμφαινοιτο Α, ἀπεμφαίνηται b) 2. ἐρύϲαϲθαι b Homerus, ερυϲαϲθε Α | 4. ἢ Homerus, εἰ Ab | ϲ’ αὐτὸν b Homerus, αυτον Α | ἠὲ b Homerus, ηδε Α |βίηφι Homerus Α, βίηφιν b | 5. ι vocis ενεκλιθη ex η facta ab A | 6. εί μὲν b Homerus, η μεν Α |10. μητεμ’ ὠυταϲ Α .μήτε ἐμῶὸτᾶϲ HLAhrens, μήτε ἐμῶ αὐτᾶϲ b, μἡτ’ἐμῶ αὐτᾶϲ ThBergk 13. διεϲταλκεν Α | 16. Δέον οὖν] fol. 161 v. | κατ’ b, κατα Α | 21. κολούει b Homerus, κουλουει Α | 22 ἑὲ RSchueider, ἕε b | 23. ἦ Homerus, εἰ Α 24. o τ’ Ab, ο Homerus |25. Πατρόκλου b, πατροκλον Α |καὶ b, και και Α 26. ορθου τονου εχομεναι Α, ὀρθοτονούμεναι b | 27. εμποδον Α)
    47
    ϲύνθεϲιν, οὕτω καὶ οἱ τ’ αὐτῷ. «Ἀλλὰ καὶ αἱ κατὰ τὸ τρίτον εἰϲ ϲύνθετον μεταλαμβάνονται.» Τί δέ; οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ [*](50 A) δεύτερον, καὶ εἰ ϲπανιάκιϲ, ἀλλ’ οὖν γε μεταλαμβάνονται;
  • αὐτὸν μὲν ϲὲ πρῶτα ϲάου (ρ 595)
  • οὐδ’ ἐμέ φημι λελαϲμένον (N 269)
  • καὶ
  • ἐμὲ λύϲομαι (K 378)
  • εἴρηταί τε καὶ ἡ αἰτία τοῦ τὰϲ κατὰ τὸ τρίτον πλείοναϲ εἶναι.

    Καὶ αἱ κτητικαὶ δὲ ὁμοίωϲ μεταληφθήϲονται εἰϲ ϲυνθέτουϲ ἢ εἰϲ [*](B) ἁπλᾶϲ, προληπτικώτερον πάλιν τινῶν ὑποϲτηϲαμένων τὸ μόνον εἰϲ ϲυνθέτουϲ αὐτὰϲ μεταλαμβάνεϲθαι. Ἔχει δὲ τὰ τοῦ λόγου ὧδε. ἐπὰν μὲν ἡ διάβαϲιϲ τοῦ ῥήματοϲ ἀπὸ τῆϲ γενικῆϲ. ἥτιϲ ἐκ τῆϲ κτητικῆϲ μεταλαμβάνεται, τὴν διάβαϲιν ἐπὶ τὸ αὐτὸ πρόϲωπον ποιῆται, πάντωϲ εἰϲ ϲύνθετον μεταλαμβάνεται· ἐπὰν δὲ τὸ ῥῆμα μὴ ἀπὸ τῆϲ γενικῆϲ νοῆται, ἀπὸ δέ τινοϲ προϲώπου, τότε καὶ ἁπλῆ ἡ ἀντωνυμία. τοῦ μὲν οὐν προτέρου [*](C)

  • δεύτερον αὐ θώρηκα περὶ ϲτήθεϲϲιν ἔδυνεν
  • οἱο καϲιγνήτοιο Λυκάονοϲ (Γ 332)
  • τοῦ ἑαυτοῦ ἀδελφοῦ ἐνέδυ χιτῶνα·
  • πάρ τε καϲιγνήτῳ Θραϲυμήδεϊ καὶ πατέρι ῷ (γ 39)
  • τῷ ἑαυτοῦ. τοῦ δὲ δευτέρου
  • οὕνεκ’ ἄρ’ οὐχ ῷ πατρὶ χαριζόμενοϲ θεράπευον (ν 265)
  • [*](60 A) οὐ γὰρ ἐδεράπευον αὐτοῦ τὸν πατέρα, τοῦ ῥήματοϲ ἀποϲτάντοϲ τῆϲ γενικῆϲ. ὁμοίωϲ
  • ὅθ’ ἑὸϲ δόμοϲ (ὁ τινὸϲ ὅτε με) ἀμφεκάλυψεν (ο 118)
  • διὸ εἰϲ ψιλὸν μετάγεται τὸ αὐτοῦ.
  • τότε δὲ Ζεὺϲ Ἔκτορι δῶκεν
  • ῇ κεφαλῇ φορέειν (Π 799)·
  • τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
  • κάλλεοϲ εἵνεκα οἱο (Υ 234)
  • πάλιν ἐπὶ τοῦ [*](B)
  • αὐτὰρ ὅγ᾿  ὅν φίλον υἱὸν ἐπεὶ κύϲε (Ζ 474)
  • [*](ARGYM. 9 Etiam in possessivorum tertiae locum et composita et simplicia substituuutur Ubi subiectum verbi eadem est persona atque genetivus, qui pro possessivo poni potest: possessivum habet vim compositi; ubi subiectum verbi diversum est a genetivo, qui in possessivo latet, simplicis potestatem habet.) [*](DISCR. SCRIPT. 1. αί JGuttentag, καί αί Ab |3. ϲπανιακηϲ Α |4. ϲάου Ab cod. Vindob, 5 Homeri, ϲάω ceteri Hom. codd. l | 5. φημι b Homerus, φηϲιν Α |10. προληπτικοτερον Α | 13. ποιειται Α |15. ἀπὸ δέ τινοϲ Ab, ἄλλου δέ τινοϲ G Uhlig | 17. θορηκα Α | 25. ῾  ln parenthesi corr. fortasse ὁ Θῶνοϲ ὅτ τ ἐμέ k in var. lect. | 26. εαυτου, sed ε deleta, Α | 29. ανηριψαντο Α 32. b Homerus, επη Α | κυϲεν Α)
    48
    ϲύνθετοϲ· τὸν γὰρ ἑαυτοῦ ἔκυϲε παῖδα. ὅθεν τινέϲ, πάλιν ἀγνοήϲαντεϲ τὸ μεταβατικόν ν, τὸ
  • αἴτει δ’ οἰωνὸν ἐὸν ἄγγελον (Ω 292)
  • μεταγράφουϲιν εἰϲ τὸ ταχὺν ἄγγελον, ἢ τὸν ἀγα θὸν ἐκδέχονται. καὶ ἐπὶ θηλυκῆϲ
  • τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐϲ πατρίδα γαῖαν (ν 52).
  • φαϲὶ δὲ καὶ τὸν Ἀρίϲταρχον ἀϲμένωϲ τὴν γραφὴν τοῦ Δικαιάρχου παραδέξαϲθαι· (ἐν γὰρ ἁπάϲαιϲ ἦν τὸ (Γ 244)
  • ἐῇ ἐν πατρίδι γαίῃ)
  • ὑπολαβόντα τὸ ἑαυτῆϲ νοεῖϲθαι’ ἐκ τοῦ ἑῇ, δέον πάλιν ψιλῶϲ μετα [*](C) λαμβάνειν. δῆλον οὖν ὡϲ τὸ
  • ἀλλ’ ἐυὲ θυμὸϲ ἀνῆκε πολυτλήμων πολεμίζειν
  • θάρϲεϊ ῷ (H 152)
  • ἀμφίβολον. εἰ γὰρ εἰϲ ἁπλῆν μεταληφθήϲεται. ἔϲται ὁ θυμὸϲ ἀνῆκέ με τῷ ἐκείνου θάρϲει πολεμεῖν ν, ὅπερ πάλιν ἐν διαβάϲει νοεῖται · εἰ δὲ εἰϲ ϲύνθετον, γενήϲεται τῷ ἑαυτοῦ θάρϲει ἀνῆκέ με πολεμεῖν, [*](61 A) καὶ τὸ ῥῆμα ἐκ τῆϲ γενικῆϲ ἀπήρτηται. ὁμοίωϲ καὶ τὸ
  • Νέϲτωρ φάϲχ’ ὁ γέρων, ὅτ’ ἐπιμνηϲαίμεθα ϲεῖο,
  • οἷϲιν ἐνὶ μεγάροιϲιν (δ 191).
  • εἰ δὲ μή, εἰϲ ἁπλῆν τὴν αὐτοῦ.—οὕτωϲ εἶχε καὶ τὸ ἐν Ἰϲθμιονίκαιϲ Πινδάρου (fr. 1 Boeckh)
  • Αἰολίδαν δὲ Ϲίϲυφον κέλοντο
  • ῷ παιδὶ τηλέφαντον ὄρϲαι γέραϲ
  • ἀποφθιμένῳ Μελικέρτᾳ·
  • [*](B) τῷ γὰρ παιδὶ τῆϲ Ἰνοῦϲ. πάλιν γὰρ οἱ ἀξιοῦντεϲ εἰϲ ϲύνθετον μεταλαμβάνειν τὴν ἑαυτοῦ, ζητοῦϲι τίνι ἀκολουθῶν Ϲιϲύφου υἱὸν αὐτὸν ἔφη. οἱ δὲ βαρυτονοῦϲι τὸ Δωρικῶϲ, δεχόμενοι ἀντὶ τοῦ ὥϲ, ὁμοίωϲ τῷ

    ῶ τε χερνᾶτιϲ γυνὰ οὐδὲν προμαθιωμένα (lyr.gr.III 3 p.1359 Bergk)· [*](DISCR. SCRIP. 1. εκυϲεν Α | πάλιν ἀγνοἡϲανταϲ] fol. 162r. | 5. θηλυκῆϲ RSkrzeczka, αἰτιατικῆϲ Ab |῾ Exspectabam tale quiddam: καὶ ἐπὶ αἰτιατικῆϲ· τὸν ξεἰνον γαῖαν. καὶ ἐπὶ δοτικῆϲ· ἑῇ ἐν πατρίδι γαίῃ. φαϲὶ δὲ κτλ. Vel sic: καὶ τὸ ἑ ῆ ἐν πατρίδι γαίη. καὶ ἐπὶ αἰτιατικῆϲ κτλ. ΑFNaeke πέμπωμεν b Homerus, πεμπομεν Α | 7 — 8. παραδέξαϲθαι b, αναδεξαϲθαι Α 9. ἑῇ ἐν πατρίδι γαίῃ b in var. lect., ἑὴν ἐϲ πατρίδα γαιη id. in toxtu, εην εϲ πατρίδα γαίην Α | 10. ἑαυτῆϲ AFNaeke, ἑαυτοῦ Ab | ἑῇ b, εηι Α | 12. ἀλλ’ ἐμὲ b Homerus, αλλα με Α | ανηκεν Α | 14. ανηκεν με Α |16, ανηκεν Α 17. ἀπήρτηται] ῾ Corr. fortasse ἀπηρτήϲεται b in var. lect. |18. φάϲχ’ b, φαϲκ’ Α 19. ῾ Cf de Syntaxi 156, 10. Unde intelligenda et reconcinnauda sunt, quae statim inferuntur᾿  b in var. lect. | 20. εἰ δὲ μὴ RSkrzeczka, εἰ δὲ οὐ Αb ειχενΑ | ᾿Κθμιονίκαιϲ b, ιϲθμιονκαιϲΑ | 22.Αίολίδαν δὲ b, αιολιδ’ ανδεΑ |24.ἀποφθιμένῳ b ABoeckh, επιφθιμενω Α, φθιμένῳ synt.156,16 | 25. γαρ οι Α, γὰρ b 27 βαρυτονουϲιν Ἄ | ὥ BSchneider, ῷ b, ω υt videtur Α | ὥϲ BSchneider, ὡϲ b, ωϲ Α | 28. ὧ τε b, ωιτε Α, ὥτε HLAhrens, ῶτε ΤhBergk |χερνᾶτιϲ b HLAhrers ThBergk, χερνίτηϲ Α | προμαθιωμένα ThBergk, προ μαθιουμενα Ab, προμαθιομένα HLΑhrensi Alemani versum tribuit HLΑhrens, Epieharmo ThBergk)

    49
    οἱ δὲ εἰϲ τὴν οἴ πρωτότυπον μετάγουϲι τὴν γραφήν, ἵνα δοτικὴ ἀντὶ γενικῆϲ ἀκούηται, ὁμοίωϲ τῷ [*](C)
  • Ἀχιλῆι δαμαϲθείϲ (X 55).
  • Χρὴ οὗν προϲανέχονταϲ τῷ προκειμένῳ λόγῳ μεταλαμβάνειν τὰϲ τοιαύταϲ τῶν ἀντωνυμιῶν εἰϲ τε ἁπλᾶϲ καὶ ϲυνθέτουϲ, τὰ νῦν περιγραφομένηϲ τῆϲ πολλῆϲ παραθέϲεωϲ ὑπὲρ τοῦ μὴ ἐπὶ πλέον προάγειν τὸν λόγον.

    Ἐξῆϲ ἐπὶ τὰϲ κατὰ μέροϲ χωρητέον.