De pronominibus

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Ἡ ἐγώ τῆϲ ἔγωγε Ἀττικῆϲ διαφέρει ϲυντάξει. ἡ μὲν γὰρ καὶ [*](62 A) κατ’ ἀρχὴν τοῦ λόγου τίθεται, καὶ καθ’ ὑπόταξιν, ἡ δὲ ἔγωγε οὐ ϲυνήθηϲ εἰϲ ἀρχὴν λόγου παραλαμβάνεϲθαι, καθὸ καταφατικωτέρα ἡ ἔγωγε· πολλάκι γοῦν καὶ κατά τιναϲ ἐρωτήϲειϲ ϲυγκατατιθέμενοί φαμεν ἔγωγε ἐν ἴϲῳ τῷ ἐγώ.—Μεμπτέοι οὐν οἱ ὑπολαμβάνοντεϲ τὴν μὲν ἀντιδιεϲτάλθαι, λέγω δὲ τὴν διϲύλλαβον, τὴν δὲ ἐγκεκλίϲθαι (καὶ ἴϲωϲ ἡ ἀφορμὴ ἐκ τοῦ ἀναβεβιβάϲθαι τὴν τάϲιν ν, τοῦ τε μὴ ἄρχειν λόγου, [*](B) ἅπερ ἐγκλινομέναιϲ παρηκολούθει)· ἐδείχθη γὰρ ἐντελῶϲ ὡϲ ἀδυνατοῦϲιν αἱ τῆϲ εὐθείαϲ ἐγκλίνεϲθαι· διὸ καὶ τὸ

  • τί ϲὺ τόϲϲον ὁμίλου (Υ 178)
  • μόνωϲ ὀρθοτονητέον. —ἄλλωϲ τε αἱ ἐγκλινόμεναι τῶν ἀντωνυμιῶν οὐδέποτε προοιϲταί εἰϲι κατ’ ἰδίαν, καθάπερ αἱ ὀρθοτονούμεναι, ἀλλ᾿ἀεὶ μετά τινοϲ μέρουϲ λόγου παρατίθενται, δόϲ μοι, τίμηϲόν με, καθάπερ καὶ ἄλλα τινὰ μέρη λόγου, ὡϲ αἱ προθέϲειϲ, οἱ ϲύνδεϲμοι, [*](C) τὰ ἄρθρα. πῶϲ οὖν πρὸϲ τὰϲ ἐρωτήϲειϲ φαμὲν κατ’ ἰδίαν ἔγωγε ὅτι δὲ καὶ διαϲταλτικῶϲ παραλαμβάνεται, δῆλον ἐκ τούτων,
  • οὕνεχ’ ὁ μὲν καλόϲ τε καὶ ἄρτιποϲ, αὐτὰρ ἔγωγε (θ 310)
  • καῖ
  • μήτηρ μέν τέ μέ φηϲι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε (α 215).
  • αἱ ἐγκλινόμεναι τῇ αὐτῇ καταλήξει χρῶνται, ἦπερ καὶ αἱ ὀρθοτονούμεναι. [*](63 Α) — πῶϲ οὐν ἡ μὲν ἔγωγε εἰϲ γε λήγει, ἡ δὲ ἐγώ εἰϲ γω: —Χρὴ δὲ νοεῖν ὅτι μόνον παρῆκται διὰ τῆϲ γε ϲυλλαβῆϲ· οὐ γὰρ κεῖται ὁ γέ παραπληρωματικὸϲ οὔτε ἐν ϲυνθέϲει, ἐπεὶ ἀδύνατον ἐγκλιτικὸν ϲυντίθεϲθαι, [*](AROVM. 9 Ἐγώ ab ἔγωγε attico differt constructione: ἐγώ et in initio sententiae ponitur et aliis vocabulis postponitur ἔγωγε non solet in initio poni et affirmandi vim habet. —Ἔγωγε inclinatum non est factum est per paragogen, nam γε coniunctio expletiva nec per compositionem suffixa esse potest (enelitieae enim non componuntur), nec per appositionem (ἐγώγε enim esset).) [*](Disca. SCRIPT. 1. μεταγουϲιν την γραφην A, μετάγουϲιν b |3. αχιλληι Α 9. inscriptio περι τηϲ εγω και εγωγε maiusc. Α | 13. Μεμπτέοι b, μεμπταιοι Α 15. ἀναβεβιβάϲθαι b in textu, ἀναβεβάϲθαι id. in ind. mendorum , αναβιβαϲθαι Α τοῦ τε μὴ] fol. 162 ν. |  ἄρχειν b, αρχην Α |  18. ομηλου Α | 20. προοιϲταί b, προοιϲτε Α |  ειϲιν A | 25. 27. ἐγώ γε La Roche | 27. φηϲιν A. Apollonius Dyscolus. I.)
    50
    οὔτε ἐν παραθέϲει, ἐπεὶ μᾶλλον ὠξύνετο ἂν τὸ τέλοϲ τῆϲ ἐγώ. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἔμοιγε. — Διὸ καὶ ἐπεζήτηϲαν ἔνιοι, διὰ τί καὶ ἐπὶ αἰτιατικῆϲ καὶ γενικῆϲ οὐκέτι. πρὸϲ οὓϲ ἂν φαίημεν ν, ὅτι οὐκ ἐξωμάλιϲται τὰ τῶν διαλέκτων, μάλιϲτα δὲ τὰ τῶν Ἀττικῶν. ὅμοιοϲ [*](B) καὶ γέλοιοϲ προπαροξύνοντέϲ φαϲιν, ἀλλ’ οὐκέτι τὰ τούτοιϲ παραπλήϲια· ἤμελλον καὶ ἠβουλόμην, ἀλλ’ οὐ πάντα τὰ παρατατικὰ οὕτωϲ ἐπεκτείνουϲι· καὶ ἐπ’ ἄλλων πλείϲτων. τὸ αὐτὸ οὐν καὶ ἐπὶ τοῦ προκειμένου.

    Δωριεῖϲ ἐγών. Ϲώφρων· ἐγ ὡν δέ τοι καὶ πάλαι ὤψεον (fr. Ahrens). καὶ ὁ ποιητὴϲ δὲ ϲυνεχῶϲ διὰ τοῦ ν , ὅτε φωνῆεν ἐπιφέροιτο, ϲαφὲϲ ὅτι τὸ χαϲμῶδεϲ τῶν φωνηέντων ἀναπληρῶν τῇ τοῦ ν προϲθέϲει. [*](C) κοινῇ δὲ προφορᾷ χρῆται ἐν τῷ

  • ἀλλ’ ἐγὼ οὐδέν ϲε ῥέξω κακόν (Ω 370)
  • καῖ
  • ἀλλ’ ἐγὼ οὐ πιθόμην (ε 201. x 103. t 228)
  • καὶ τὸ ν οὐ προϲέλαβεν ν, ἐπεὶ ἀνεπίδεκτον τὸ ἔποϲ κρητικοῦ εἰϲ ϲύμφωνον καταλήγοντοϲ. —Οὐ φύϲει φαϲὶ τὴν ἀντωνυμίαν λήγειν εἰϲ ν, πλεονάζειν δέ, «ἐπεὶ ἡ κατὰ τὸ δεύτερον δίχα τοῦ ν, τύ. πᾶϲα γὰρ [*](64A) ἀντωνυμία εἰϲ ν λήγουϲα κατὰ τὸ πρῶτον, πάντωϲ καὶ κατὰ τὸ δεύτερον ν, ἐμέθεν ϲέθεν, ἐμίν τίν, ἡμῶν καὶ ὑμῶν». Πρῶτον διάλληλα τὰ τῆϲ ἐπιχειρήϲεωϲ. τί γὰρ ⟨οὐ⟩ μᾶλλον ἡ τύ ὠλιγώρηται, ὅτι εἰϲ ν οὐ λήγει, ἢ ἡ ἐγών, ὅτι εἰϲ ν λήγει δεύτερον αἱ μακροκατάληκτοι λέξειϲ οὐ πλεονάζουϲι τῷ ν ἀδιαφόρωϲ· τὸ γὰρ τοιοῦτον ἐν τῷ ἔλεγεν ἢ ἔλεγε καὶ λέγουϲιν, ἅπερ ἐν βραχυκαταλήκτοιϲ.—τρίτον ἐν ὁμοιοκαταλήκτοιϲ ἡ μονὴ τοῦ ν γίνεται, ἐμέθεν ἢ ϲέθεν, ἐμίν τίν, τὸ [*](B) δὲ ἐγών εἰϲ ων λήγει, τοῦ δευτέρου διὰ τοῦ υ ἐκφερομένου. ἔπειτα παρὰ Βοιωτοῖϲ τὸ λεῖπον ἀνεπληρώθη· ἰδοὺ γὰρ τούν.

    Οἱ αὐτοὶ Δωριεῖϲ ἐγώνγα καὶ ἐγώνη·

  • οὐ γὰρ ἐγώνγα, Fάναϲϲα, Διὸϲ θύγατερ,
  • [*](ARGVM. 2 Nec ἔμουγε genetivum nec ἔμεγε accusativum exstare non mirum nam dialecti ad analogiae leges non diriguntur, minime omnium attica. — 9 Dorica forma ἐγών Homerus utitur, ubi vocalis subsequitur. ln ea ν dieunt redundare, nam omni pronomini primae personae in ν exeunti respondere eundem exitum in secunda. At complurIbus argumentis refelluntur ν igitur illa naturalis est. — 28 Ceterac formae doricae et acolicae; ἰών formam boeoticam Trypho dicit natam esse ex ἐγὼν alii nativam esse censent.) [*](DISCR. SCRIPT. 3. οτι Α, ψϲ b |5. φαϲιν iterat Α | 6. οὐ GUhlig, οὐκέτι Ab 7.επεκτεινουϲιν Α | 9. τοι Α Choeroboscus HLAhrens, τυ b | ὦψεον Α Choeroboscus HLAhrens, ὤψειον b |12. προφοραι Α | 13.κακόν Αb, κακά Homerus | 15. πειθομην Α | 16. κρητικοῦ b, κριτικου Α |17. φαϲιν Α |20. ϲέθεν b, ϲεθεν εθεν Α ἐμίν τιν’Α | διάλληλα τὰ τῆϲ b, αδελφα τα τηϲ εἰϲ Α, puncta ab Αᵗ | 21. τί γὰρ] fol. 163 r. | οὐ μᾶλλον b, μαλλον Α |22.δευτερον αι Α, δεύτερον b |23 — 24. ελεγεν η ελεγεν και Α, ἔλεγεν καὶ b | 26. ων b, ον Α | 27. τούν b, το υν Α | 29. Fάναϲϲα ThBergk, ἄναϲϲα Ab)
    51
    Ἀλκμάν (fr. 51 Bergk 3 ). Αἰολεῖϲ βαρέωϲ·
  • ἐγων δ’ ἔμ’ αὔτα
  • τοῦτο ϲυνόϊδα
  • Ϲαπφώ (fr. 102 Ahrens, 15 Bergk 3). Βοιωτοὶ ἱὠν, ὡϲ μὲν Τρύφων [*](C) (p. 27 Velsen ), ὑφέϲει εὐλόγω τοῦ γ, ἵνα καὶ τὰ τῆϲ μεταθέϲεωϲ τοῦ ε εἰϲ ι γένηται, ἐπεὶ φωνήεντοϲ ἐπιφερομένου τὸ τοιοῦτον παρακολουθεῖ. ἀλλὰ μὴν καὶ ἐδαϲύνθη, ἐπεὶ δαϲύνεται τὰ φωνήεντα ἐν ταῖϲ ἀντωνυμίαιϲ, ὅτε πρὸ φωνηέντων τίθενται, ἑόϲ, ἑοῦ, ἑαυτῷ, ἑαυτόν, ἑοῖ. ὡϲ δὲ ἔνιοι, ὡν ἐϲτὶ καὶ ὁ Ἄβρων, θέμα ἐϲτίν, ὃ ϲυζύγωϲ οἱ αὐτοί φαϲι τῇ μὲν ἐγών τὴν ἱών, τῇ δὲ ἐγώνη τὴν ἱώνει, εἴγε τὸ παρὰ Δωριεῦϲιν η εἰϲ ει μεταβάλλεται, τῇ δ’ ἐγώνγα τὴν ἰώνγα. Κόριννα · [*](65 A)
  • μέμφομη δὲ κὴ λιγουρὰν Μουρτίδ’ ἰώνγα ,
  • ὅτι βανὰ φοῦϲ᾿ ἔβα Πινδάροιο ποτ’ἔριν (fr.12Ahrens, 21 Bergk3)
  • καὶ ἔτι
  • ἱώνει δ’ εἱρώων ἀρετὰϲ
  • χεἰρωάδων (fr. 1 Ahrens, 10 Bergk3)
  • Τρύφων (p. 32 Velsen)φηϲὶ μηδ’ ὅλωϲ εὐθείαϲ εἶναι τὴν ϲύ, κλητικῆϲ δὲ μόνον, «ἐν οἷϲ αἱ μὲν εὐθεῖαι τὸν περί τινοϲ λόγον ἀναδέχονται, αἱ δὲ κλητικαὶ τὸν πρόϲ τινα, ὅνπερ ἡ ϲύ ἀναδέχεται. — ἔτι ὅν τρόπον ἡ ἐκεῖνοϲ οὐκ ἔχει κλητικήν, διότι ἐν ἀποϲτήματί ἐϲτι, τῆϲ κλητικῆϲ [*](B) κλῆϲιν ἐπαγγελλομένηϲ τοῦ πέλαϲ, οὕτωϲ οὐδὲ ἡ ϲύ εὐθείαϲ. ἐπεὶ τὰ ἐναντία ἀνεδέξατο. —αἱ κλητικαὶ δευτέροιϲ προϲώποιϲ ϲυντάϲϲονται, Ἔκτορ ἦλθεϲ, Ϲώκρατεϲ διελέξω· τοιοῦτον οὖν καὶ τὸ ϲ ὺ λέγε καὶ ϲ ὺ ϲκά πτε. — οὐκ ἐπεὶ δὲ εὐθείᾳ ϲυντάϲϲεται ἐν τῷ ϲὺ ὁ λέ. γων, πάντωϲ καὶ εὐθείαϲ· ἰδοὺ γὰρ καὶ ἐπὶ ὀνομάτων, Ἀρίϲταρχε αὐτὸϲ γέγραφαϲ. — οὐ πάϲηϲ πτώϲεωϲ εὐθεῖα, τοῦ ἀλλήλουϲ, τοῦ [*](ASOVM. 18 Ϲύ pronomen non nominativum, sed vocativum esse Trypho praecepit.) [*](DISCR. SCRIPT. 2. δ’ ἔμ’ αὔτα b HLAhrens, δ’ ἐμαύτα ThBergk, δεμ’ αυται Α | 3. ϲύνοϊδα HLAhrens, ϲύνοιδα h ΤhBergk |4. ίών b, om. Α |5. Τρυφων Α, Τρύφων φηϲίν b |8 πρὸ FGSturz b, προϲ Α |9 ἐοῖ FMehlhorn, ἕοι b ἐϲτὶ και ὁ b, εϲτιν ο Α |10. τῇ δὲ ἐγώνη τὴν ἰώνει inserit HLAhrens | 11. η ειϲ ει Α, ε εἰϲ ι b | τη δ’Α, τῇ δὲ b |12.κορινα Α |13 —14.versus emendavit ABoeckh, quem secuti sunt HLAhrena ThBergk, μέμφομαι δε και λιγουραν Μυρτιδα ιωνγα οτι βανα φουϲα εβα Πινδαριοιο ποι εριν Α, quae servavit b, nisi quod Μυρτίδ’ et φοῦϲ’ scripsit | 16 —16. ἰώνει δ’ εἰρώων ἀρετὰϲ χείρωιάδων (vel χείρψάδων vel χείρωἰδων) ⟨αἴδω ThBergk, ίώνει Fῦδ᾿ είρώων ἀρετὰϲ χείρωάδων HLAhrens, . . Fῦδα δ᾿ ἰώνει Εἰρώων ἀρετὰϲ χείρωϊάδων ν. . ι JAHartung, ἴωνει ηδ’ ηρωων αρεταϲ χειρωαδων Α, quae servavit b, praeterquam quod ἡρώων et ἀρετὰϲ scripsit inscriptio περι τηϲ ϲυ mainsc. Α | φηϲιν Α |  κλιτικηϲ et 19 —20. κλιτικαι et κλιτικη et κλιτικηϲ et 52, 1 et 3 κλιτικηϲ Α | 21. εϲτιν Α |25. ἐπεὶ δὲ] ἐπειδὴ Ade Velsen)

    52
    ἐμαυτοῦ, ὥϲτε καὶ τῆϲ ϲύ οὔϲηϲ κλητικῆϲ οὐ πάντωϲ εὐθεῖα ἐπιζητηθήϲεται.

    Ὄτι μὲν οὖν κλητικῆϲ ἐϲτὶν ἡ ϲύ, ἀναμφίβολον· ὅτι δὲ καὶ [*](C) εὐθείαϲ, λεκτέον. Αἱ ϲυνεμπίπτουϲαι τῶν λέξεων κατὰ τὰϲ ϲυντάξειϲ τοῦ λόγου τὸ ἀμφίβολον τῆϲ ϲυνεμπτώϲεωϲ ἀποβάλλουϲι. τὸ γὰρ οὐκερῶ, τρία ϲημαῖνον, ἐν τῷ οὐκ ἐρῶ ϲοί ἢ οὐκ ἐρῶ ϲοῦ ἢ οὐ κερῶ ϲέ οὐκέτι ἀμφίβολον καθέϲτηκε. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι, τοῦ λόγου ἐπὶ πάντων ϲυντείνοντοϲ τῶν παραπληϲίων. ὅθεν [*](66 A) καὶ τὸ ϲύ κατὰ τὴν ϲύνταξιν δειχθήϲεται, πότε εὐθείαϲ ἐϲτὶ καὶ πότε κλητικῆϲ. ἐν οἷϲ γάρ φαμεν ϲὺ ἦ λθεϲ πρὸϲ ἐμέ, κλητικῆϲ· ἐγώ είμι καὶ ἐκεῖνόϲ ἐϲτι καὶ ϲὺ εἰ, εὐθείαϲ· τὰ γὰρ τῆϲ ὑπάρξεωϲ ἢ κλήϲεωϲ ῥήματα εὐθείᾳ ϲυντάϲϲονται. οὐ γὰρ πάντωϲ καθολικὸν τὸ τὴν εὐθεῖαν ἐπὶ τρίτοιϲ νοεῖϲθαι πάντοτε ἰδοὺ γὰρ ἐπὶ πρώτου καὶ δευτέρου, ϲεμνόϲ εἰμι, ϲεμνὸϲ εἰ. —Ἄλλωϲ τε τὰ μὲν ὀνόματα, δίχα τῆϲ κλητικῆϲ, ἐν τρίτοιϲ νοεῖται, ὅτε μή, ὡϲ προείρηται, τὰ τῆϲ [*](B) ὑπάρξεωϲ ἢ κλήϲεωϲ ῥήματα ϲυντάϲϲεται, Δίων περιπατεῖ, Δίωνι λέγε, Δίωνα τύπτε· αἱ δὲ ἀντωνυμίαι ἕνεκα τούτου παραλαμβάνονται, τῶν ὀνομάτων οὐ δυναμένων κατὰ τὸ πρῶτον καὶ δεύτερον πρόϲωπον παραλαμβάνεϲθαι ἐπὶ τῆϲ προκειμένηϲ ϲυντάξεωϲ. παρακολουθεῖ οὖν τοῖϲ κατὰ τὸ δεύτερον ἀνακρεμάμενον ἔχειν τὸν λόγον τὸν πρόϲ τινα ὑπὲρ αὐτοῦ τοῦ προϲφωνουμένου ὁ γοῦν λέγων ϲὺ τύπτειϲ πρὸϲ αὐτὸν λέγει ὑπὲρ αὐτοῦ. τὸ αὐτὸ καὶ ἐπὶ τῶν πλα. [*](C) γίων, ϲοὶ δίδωμι, ϲὲ φιλῶ. χωριϲτέαι οὐν ⟨αἱ ⟩ ἀντωνυμίαι τῶν ὀνομάτων κατὰ τὰϲ ϲυντάξειϲ ἕνεκα τούτου. —Ἔτι αἱ ϲυναπτόμεναι [*](ARGVM. 3 Et hoc quidem constat, ϲύ esse vocativum idem esse nominativum, comprobandum est. —9 1) Vorba substntiva et appellandi cum nominativis construuntur construntur etiam eum ϲύ pronomine. — 14 2) ln nominum locum succedunt in prima secundaque persona pronomina (ϲύ igitur quopiam pro nominativo nominum usurpatur, sequitur ut ipsum quoque nominativus sit). —24 3) Quaecunque vocabula sive copulativis aive disiunctivis coniunctionibus conectuntur, eiusdem casus sunt. Eo modo ϲύ cum nominativis coniungitur.) [*](TESTIM. 24 cf. Prisc. XIII, 20 13, 12 Hertz cum igitur omnia quae sibi coniunguntur in diversis posita personis casualia , είνε disiunqantur seu copulentur, eumdem servant casum e. q. s.) [*](DISCR. SCRIPT. 6. οὐκερῶ b, ευκαιρω Α | ἐρῶ ϲοί ἢ οὐκ ἐρῶ ϲοῦ ἢ οὐ κερῶ ϲἐ b, ερω ϲοι η ερω ϲου η ουκ ερω ϲε Α, sed ερω ϲου delet Α |   7. καθεϲτηκεν Α | καὶ] fol. 163 v. | περιϲϲὸν b, om. Α | 9. τ in ποτε ex π corr. Α εϲτιν Α |10. κλιτικηϲ Α | πρὸϲ ἐμέ b, προϲ με Α | κλιτικηϲ Α |11.εϲτιν Α 12. κλήϲεωϲ b, κλιϲεωϲ Α |15. κλιτικηϲ Α | 16.κλήϲεωϲ b, κλιϲεωϲ Α |20. ἀνακρεμάμενον b, ανακεκραμενον Α | 21, γοῦν b, ουν Α |ω in λεγων ex ει factum ab A | 22. τύπτειϲ b, τυπτει Α | 23. οὖν αἰ b, ουν Α | 24. ϲυναπτόμεναι RSkrzeczka, ϲυμπλεκόμεναι Ab)

    53
    πτώϲειϲ ἢ διεζευγμέναι ἢ ϲυμπλεκόμεναι τῆϲ αὐτῆϲ ἔχονται πτώϲεωϲ· εἰ δέ που κλητικὴ παραλαμβάνοιτο, πάντωϲ ἐκτὸϲ πεϲεῖται τῆϲ ϲυντάξεωϲ. [*](67 A) τοῦ μὲν οὐν προτέρου ἢ Ἀριϲτοφάνηϲ ἢ Ἀρίϲταρχοϲ, καὶ Ἀριϲτοφάνη καὶ Ἀρίϲταρχον, ἤτοι Ἀριϲτοφάνουϲ ἢ Ἀριϲτά ρχου, καὶ ἐμοῦ καὶ ϲοῦ, ἢ ἐγὼ ἢ ἐκεῖνοϲ· τοῦ δὲ δευ τέρου Ϲώκρατεϲ, ἢ Διογένηϲ παρἐϲται ἢ Θεόφραϲτοϲ· Ἀρίϲταρ χε, καὶ Διονύϲιοϲ ἤκουϲε καὶ Ἀπολλώνιοϲ. ὅθεν εἴ φαμεν καὶ ἐγὼ καὶ ϲὺ καὶ ἐκεῖν οϲ, εὐθείαϲ τὸ ϲύ. Τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ ϲύλληψιν ἔχει ὁμοιοπτώτων προϲώπων, τὸ ὑμᾶϲ ἐκ τοῦ [*](B) ϲὲ καὶ ϲὲ καὶ ἐκεῖνον, τὸ ὑμῖν ἐκ τοῦ ϲοὶ καὶ ϲοὶ καὶ ἐκείνῳ. ὅθεν τὸ
  • ϲφῶι . . ϲὺ καὶ κρατερὸϲ Λκομήδηϲ (M 366)
  • εἰ ϲύλληψιν ἔχει τοῦ Λκομήδηϲ κατ’ εὐθεῖαν, δῆλον ὡϲ καὶ τὸ ϲύ εὐθείαϲ καθέϲτηκεν. —Ἔτι αἱ ἀντωνυμίαι ὁμοιοπτώτοιϲ τοῖϲ ὀνόμαϲι ϲυντάϲϲονται, ἐμοῦ ὄντοϲ Ἀπολλωνίου, ἐμοὶ ὄντι Δίωνι, ϲὲ ὄν τα ἀγαθόν εἰ οὐν εὐθείαϲ τὸ ἐγώ εἰμι Διον ύϲιοϲ, εὐθείαϲ καὶ τὸ ϲ εἰ Δίων. —Ἡ κλητικὴ αὐτοτελὴϲ οὐϲα ϲτιγμὴν ἀπαιτεῖ [*](C) διὸ οὐδέποτε αἱ ἐγκλινόμεναι μετὰ κλητικῆϲ τίθενται, ὅτι μὴ μόνον ἡ μοί κατὰ πρῶτον πρόϲωπον διὰ φιλοφρόνηϲιν ,
  • Πἀτροκλέ μοι δειλῇ (T 287).
  • ἐν ῶ οὐν φαμὲν ϲύ με, ϲύ μου, εὐθείαϲ ἡ ϲύ αἱ γὰρ εὐθεῖαι τήνδε τὴν ϲύνταξιν λαμβάνουϲι. —Πρὸϲ τὰ πύϲματα αἱ εὐθεῖαι ἀνθυπάγονται, τίϲ ἔγρα ψεν; Ἀρίϲταρχοϲ, ἐγώ· εὐθείαϲ οὖν καὶ κατὰ τοῦτο [*](68 A) τὸ ϲύ. —Ἔπειτα εἶ τι κλητικὴν ἔχει, πάντωϲ καὶ εὐθεῖαν· οὐ μὴν εἴ τι εὐθεῖαν, πάντωϲ καὶ κλητικήν. οὔτε γὰρ τὰ πύϲματα, οὔτε τὸ [*](ARGVM. 8 4) Duali et plurali voces eiusdem casus comprehenduntur com. prchenditur autem ϲὺ cum nominativis. —13 5) Pronomina per verbum substantivum cum nominibus eiusdem casus construuntur construitur eo modo ϲύ cum nominativis, —16 6) Voeativum enclitica subsequi non solet; subsequitur ϲ pronomen. —21 7) Ad interrogativas voces ut aliis nominativis, ita ϲύ pronomine respondemus. —23 s) Atque quae vocativum babent, eadem nominativo pon carent.) [*](TESTIM. 23 cf. Prisc. XIII,21 p.13,28 Hertz Et quicquid habet vocativum, hoc et momtnatiunm habet, quicquid antem nominatiunm , nom omnimodo et vocativum ; neque enim interrogativa nomina nec infinitα mec αbnegatica nec distributina vel impertitiva nec relativa, quae omnia carent demomstraticne, vocativos pollicentur.) [*](DISCR. SCRIPT. 1. ϲυμπλεκόμεναι RSkrzeczka, ϲυναπτόμεναι Αb | πτώϲεωϲ RSkrzeczka, κλίϲεωϲ Α et b in textu, qui falso in var. lect. refert in Α esse πτώϲεωϲ I. ηκουϲεν Α | 10. ῾ Malim semel poni et ϲοί et antea ϲέ b in var.lect 11. καὶ b Homerus, και ο Α l 13. ονομαϲιν Α | 14. ἐμοῦ ὄντοϲ Ἀπολλωνίου] fol. 164 r. | 15. εὐθείαϲ τὸ b, ευθειαϲ Α |17. prior η littera in κλητικηϲ ex ι facta ab A |19. δειλῇ b Ηomerus, δηλη Α | 22. καὶ κατὰ b, κατα Α |23. κλητικὴν Α et b in textu, qui in var. lect falso adnotat: ῾  Cod κλητικῆϲ et antea ευθειαϲ 23—24. εἰ τι εὐθεῖαν b, ει τι ευθειαϲ Α |  24. κλητικήν b, κλητικηϲ Α)
    54
    ἄλλοϲ, ὡϲ προείρηται , οὔτε τὸ ἐκεῖνοϲ. ὅθεν εἰ τὸ ϲύ κλητικῆϲ, πάντωϲ καὶ εὐθείαϲ. —Τὸ δὲ ϲυνεμπεϲεῖν τὴν φωνὴν οὐ ξένον πλεῖϲται γάρ εἰϲιν εὐθεῖαι ϲυνεμπίπτουϲαι ταῖϲ κλητικαῖϲ.

    Ϲύγε Ἀττικοί, καθάπερ καὶ τὸ ἔγωγε. Τινὲϲ ἐν δυϲὶ μέρεϲι λόγου, ετοῦ γέ ἐν παραθέϲει κειμένου, ἐπεὶ αἱ ἐπεκτεινόμεναι ἐν πρώτοιϲ καὶ ἐν τρίτοιϲ. Ἐν μὲν οὐν τῷ τόνῳ οὐχ οἷόν τε διελέγξαι τὴν [*](B) παραγωγήν , ἐν δὲ τῇ Δωρικῇ τύγα οὔϲῃ ϲυνάγεται καὶ τὸ ϲύγε. ἡ γὰρ τύ ὀρθῆϲ τάϲεωϲ οὖϲα εὐθεῖαν ϲημαίνει παρὰ Δωριεῦϲι,

  • καὶ τὺ Διὸϲ θύγατερ μεγαλόϲθενεϲ (lyr. gr. adesp. 42 Bergk lll 3),
  • ἐγκλινομένη δὲ αἰτιατικήν,
  • καί τυ φίλιππον ἔθηκεν (lyr. gr. adesp. 43 Bergk III3)
  • καὶ τί τυ ἐγὼν ποιέω Ϲώφρων (fr. 74 Ahrens).

    Οὐδεμία ἀντωνυμία ἐγκλιθεῖϲα πτώϲεωϲ ἐναλλαγὴν ποιεῖται· ϲημειωτέα οὐν ἡ τύ ἐγκλιτική. —Αἱ κατὰ τὸ δεύτερον πρόϲωπον [*](C) ἐγκλινόμεναι πάντωϲ καὶ ὀρθοτονοῦνται, τῆϲ αὐτῆϲ πτώϲεωϲ οὐϲαι· (ἡ μὲν γὰρ εὐθεῖα οὐδ’ ὅλωϲ ἐγκλιθήϲεται, ἐπεὶ ἀδύνατον)· πῶϲ οὐν ἡ τύ ἐπ’ αἰτιατικῆϲ οὐκ ὀρθοτονεῖται; —Μή ποτ’ οὐν οὐδ’ ὅλωϲ αἰτιατικῆϲ ἐϲτίν , ἀλλ’ ἐν ϲχήματι λαμβάνεται, ῶ λόγῳ καὶ δοτικὴ ἀντὶ γενικῆϲ,

  • Ἀχιλῆι δαμαϲθείϲ (X 55).
  • καὶ οὐκ ἀνοίκειον τὸ ϲχῆμα· ἡ μὲν γὰρ γενικὴ τῇ δοτικῇ ψκείωται, ἡ [*](69 A). δὲ αἰτιατικὴ τῇ εὐθείᾳ οὕτωϲ, ὥϲτε καὶ ἐν δυϊκοῖϲ ἅπαϲι ϲυνεμπίπτειν, καὶ καθ’ ἑνικὰϲ ἐκφοράϲ, ὡϲ ἐπὶ οὐδετέρων, καὶ κατὰ πληθυντικάϲ, ὡϲ ἐπὶ τῶν ϲυνῃρημένων πληθυντικῶν , οἱ ταχεῖϲ τοὺϲ ταχεῖϲ. οὐκ ἀλόγωϲ δὲ καὶ διὰ τῆϲ ἐγκλίϲεωϲ τὸ ϲχῆμα τῆϲ αἰτιατικῆϲ ἐνδείκνυται, εἴγε εὐθεῖα οὐϲα ἀδυνατεῖ ἐγκλίνεϲθαι. οὐ χρὴ ἄρα ζητεῖν, διὰ τί οὐκ ὀρθοτονεῖται καὶ ἐπὶ τῆϲ αἰτιατικῆϲ. εἰ γὰρ λέγομεν, ὡϲ [*](B) ἀπὸ τῆϲ ϲέ ἐγένετο, χωρἡϲαντοϲ τοῦ ε εἰϲ υ, ὡϲ τῆλε τῆλυ καὶ λάζεται λάζυται, καταλείψομεν ζήτηϲιν, διότι οὐκ ὀρθοτονεῖται.

    [*](ARGVM. 2 Nominativus autem vocis sono saepissime par est vocativo —4 ln ϲύγε attico quale sit γε illud, ex accentu non colligitur: efficitur per doricam τύγα, non inesse γέ vel γά particulam; ea enim ad res distinguendas pertinet, τύ autem accusativus, ut qui sit encliticus, indefinitus est, itaque ab illa particula abhorret. —14 T doricum accusativo casu inclinari, aliquid offeusionis habet. Nam nullum pronomen inclinatum per eandem formam diversos casus significat quaecunque pronomina secundae personae inclinantur, eodem casu et inelinatum ef rectum tonum habent. Portasse omnino non est accusativus, sed nominativus non legitime eius partes obtinet.)[*](DISCR. SCRIPT. 1. κλιτικηϲ Α | 4, μερεϲιν Α | 6.οἰόν τε b , οιονται Α | 8. δωριευϲιν Α |11. τυ b, τοι Α |εθηκεν Α, ἔθηκε b |21. οικειωται Α |22 ἐν δυικοῖϲ A b, qui falso ἐν in Α esse negat | απαϲιν Α | 29. οὐ χρὴ ἄρα ζητεῖν] fol. 164 ν. 28. υ b,ϲυ erat in Α,sed in υ mut.Αˣ | 29. —30.λάζεται, λάζυται b, λαζετε λαζυτε Α)
    55

    Τὸ τῦν η ὠλιγωρῆϲθαί φαϲι, καθὸ τείνει τὸ υ· εἰ γὰρ ἐγώ ἐγώνη, τοῦ αὐτοῦ χρόνου μένοντοϲ, χρῆ⟨ν⟩ καὶ ἀπὸ τοῦ τύ τύνη. Τί γὰρ οὐ μᾶλλον τὸ τύ παραλόγωϲ ϲυνεϲτάλη ἤπερ τὸ τύνη ἐξετάθη; ἴϲωϲ δὲ καὶ αἱ διὰ τοῦ νη τείνουϲι τὴν παραλήγουϲαν· ἰδοὺ γὰρ καὶ ἀπὸ τοῦ [*](C) ἐμίν ἐμίνη καὶ τίν τίνη. ἴϲωϲ δὲ καὶ τῷ Βὖνη καὶ μὖνη ϲυνεξέδραμεν.

    Βοιωτοὶ τού καὶ τούν καὶ τούγα.

    Ἵ Ταύτην οἱ μέν φαϲι παράλογον, ὅτι οὐ διὰ τοῦ υ· «ἀποβολῇ γὰρ τοῦ ϲ τὰϲ κατὰ τὸ τρίτον ἀποτελεῖϲθαι, ϲοῦ οὑ, ϲόϲ ὅc. οἱ δὲ εἰηγηάμενοι τὰϲ κατὰ τὸ τρίτον ὀρθοτονηθείϲαϲ ἀντανακλᾶϲθαι οὐδ᾿ὅλωϲ [*](70 A) φαϲὶ τὸ ϲχῆμα ϲυϲτῆναι· «εἰ γὰρ μόνωϲ ὀρθοτονεῖται, καθότι εὐθείαϲ, δῆλον ὡϲ εἰϲ ϲύνθετον μεταληφθήϲεται, ὅπερ ἀϲύϲτατον, ϲύνθετον εὐθεῖαν ενέϲθαι.» Ἀλλὰ πρὸϲ μὲν τοὺϲ τὴν γραφὴν μεμφομένουϲ ἐκεῖνο ἂν εἴποιμεν, ὡϲ ἡ ἀφαίρεϲιϲ τοῦ ϲ κατὰ τρίτα ἔϲτιν, ⟨εἰ αἱ κατὰ τὸ δεύτερον ταῖϲ κατὰ τὸ πρῶτον ὁμοιοκαταληκτοῦϲιν,⟩ ἐμέθεν ϲέθεν ἕθεν, ἐμέ ϲέ ἕ· ἡ δὲ ϲύ τῇ ἐγώ οὐχ ὁμοιοκαταληκτεῖ· οὐκ ἄρα καὶ κατὰ τὸ τρίτον ὁμοιοκαταληκτήϲει. πιθανὸν γοῦν ἐϲτι φάναι ὅτι, εἰ τὸ δεύτερον πρὸϲ τὸ πρὸ αὑτοῦ διήλλαξε, καὶ τὸ τρίτον [*](B) πρὸϲ τὸ πρὸ αὑτοῦ διαλλάξει. Πρὸϲ δὲ τοὺϲ ἀϲύϲτατον ἡγηϲαμένουϲ λεκτέον, ὅτι μάτην ὑπέλαβον τὴν τῶν τρίτων ὀρθοτόνηϲιν ἀντανακλαϲμὸν ἀπαιτεῖν, εἴγε ἐντελῶϲ ὑπὲρ τούτου προείρηται. — ἀξιοπιϲτότεοόϲ τε ὁ Ϲοφοκλῆϲ μάρτυϲ, χρηϲάμενοϲ ἐν Οἰνομάω·

  • ἡ μὲν ὡϲ ἳ θάϲϲον᾿, ἡ δὼϲ ἳ τέκοι παῖδα (fr. 418 Dindorf).
  • καὶ τὸ Ὁμηρικὸν ἔνιοι διὰ τοῦ ῑ γράφοντεϲ προϲπνέουϲιν,
  • ἐναλίγκιον ὡϲ ἶ ἅπαϲα (X 410),
  • [*](C) ἐκδεχόμενοι τὸ αὐτή, ἡ Ἴλιοϲ. ἀλλ᾿ εἰ καὶ ἐνταυθοῖ τὸν εἰ ϲυναπτικὸν ϲύνδεϲμον ἡ φράϲιϲ ἐπιζητεῖ, τὸ ἰωροί παρὰ Ἀττικοῖϲ ὁμολογεῖ τὴν [*](ARGVM. 1 ln τύνη paenultimam produci, cum τύ breve sit, non est quod mireris. Nam aut νη exitus antecedentem syllabam longam reddit, aut illud aliorum similium analogiam secutum est. — 7 Ἴ formam vituperant, nam ut ex ϲοῦ οὑ, ita ex ϲύ ὔ fieri oportuisse. At haec lex non valet nisi prima secndaque eandem terminationem habent. — Alii ἴ propter accentum reiciunt nam quoniam nominativus sit, erectum tonum habere, itaque reflexivum cese reflexiva vero nominativo carere. At supra diximus, orthotonumena (in tertia persona) non usque reflexivorum vim habere, Praeterea ἵ et scriptorum testimoniis confirmatur et in compositis apparet.) [*](DISCR. SCRIPT. 1. ολιγορειϲθαι A, ὠλιγορῆϲθαι b | φαϲιν A | 2. χρῆν b in var. lect., χρὴ A et b in textu | τι γαρ A, τί δὲ b | 5. καὶ τῷ b, και το A 7. inscriptio maiusc. περι τηϲ ι, deinde ταυτην A φαϲιν A | 14, εἰ αἰ — ὁμοιοκαταληκτοῦϲιν inserit RSkrzecxka | 15. ομοκαταληκτει A | 16. πειθανον A | γοῦν b, ουν A | εϲτιν A | 17. διηλλαξεν A | 20. εἴγε] ‘Malim ὥϲγε᾿ b in var. lect. | 22. restituit haec GDindorf, ει μεν ωϲει θαϲϲονα ειδωϲ ειτεκοι παιδα A | 25. καὶ b, καν A)
    56
    ἀντωνυμίαν. τὰ γὰρ φυλαϲϲόμενα περιέχει ἡ τοῦ ὠρεῖν ϲύνθεϲιϲ. τὴν πύλην φυλάϲϲει πυλωρόϲ, τὴν θύρην θυρωρόϲ. οὕτω καὶ οἱ αὐτῆϲ τῆϲ πόλεωϲ φύλακεϲ ἰωροί. καλοῦνται δὲ καὶ οἱ αὐθιγενεῖϲ παρὰ Ῥοδίοιϲ ἵγνητεϲ, τῆϲ δαϲείαϲ Ἀττικῶϲ προϲελθούϲηϲ. Τρύφων φηϲὶ τὸν ἴον ἐγκεῖϲθαι, «ἀφ᾿ οὐ θηλυκὸν τὸ ἴα, ἀφ᾿ οὐ τὸ οἶοϲ κατὰ πλεοναϲμὸν [*](71 A) τοῦ ο. καὶ εἰ τὸ αὐτόϲ εἰϲ τὸ μόνοϲ μεταλαμβάνεται,
  • Τυδείδηϲ αὐτόϲ περ ἐὼν προμάχοιϲιν (Θ 99),
  • εὔλογον καὶ τὸ μόνοϲ εἰϲ τὸ αὐτόϲ». κα⟨ὶ το⟩ῦτο δέ φηϲι, καθὸ οὐδεμία ἀντωνυμία ϲυντίθεται μετ᾿ ἄλλου μέρουϲ λόγου ἢ ἡ αὐτόϲ. ἀλλ᾿ εἰ ἡ αὐτόϲ ϲυντίθεται, οὐκ ἀπεμφαῖνον καὶ τὴν ἰϲοδυναμοῦϲαν τῇ αὐτόϲ ϲυντίθεϲθαι. Δῆλον δὲ ὡϲ ἡ μετὰ δαϲέοϲ βραχεῖα ἐκφορὰ τοῦ ῑ ἐλλείπῃ αὐτὴν κατέϲτηϲε κατὰ τὴν χρῆϲιν.

    Ἡ ὅϲ τὴν ἴϲην ϲημαϲίαν ἔχει τῇ οὑτοϲ, [*](B)

  • ὃϲ γὰρ δεύτατοϲ ἦλθεν Ἀχαιῶν (α 286)
  • καῖ
  • ὃϲ γάρ ῥα μάλιϲτα
  • ἥνδανε κηρύκων (ρ 172)
  • καὶ Πλάτων ἢ δ᾿ ὅϲ. Καὶ ὁμοίωϲ καὶ ἡ ὁ,
  • ὁ δὲ προϲέειπεν (ξ 36)
  • ἀντὶ τοῦ οὗτοϲ,
  • ὁ δ’ ἐρεύγετο οἰνοβαρείων (ι 37 4).
  • καὶ δῆλον ὡϲ ἀπ᾿ αὐτῆϲ καὶ ἡ ὅδε παρῆκται καὶ ἡ οὑτοϲ, ᾧ λόγῳ [*](C) καὶ ἀπὸ τοῦ τηλίκοϲ τηλικοῦτοϲ τηλικόϲδε, ⟨καὶ ἀπὸ τοῦ τόϲοϲ⟩ τοϲόϲδε καὶ τοϲοῦτοϲ, οὐδὲν πλέον ϲημαίνοντα τῶν πρωτοτύπων. — Εἴρηται ὡϲ αἱ πλάγιαι ἀναλογώτεραι αἱ ἀπὸ τοῦ τ ἀρξάμεναι, τούτου καὶ τούτῳ, καὶ τοῦδε καὶ τῷδε, ἐπεὶ ἡ τοιαύτη παραγωγὴ τοῖϲ ἀπὸ τοῦ τ ἀρχομένοιϲ παρείπετο. ἀλλὰ μὴν καὶ τὸ οὐδέτερον, ἀπὸ τοῦ τ ἀρχόμενον καὶ κατ᾿ εὐθεῖαν, διήλεγχε τὴν ἔλλειψιν τοῦ τ κατ᾿ εὐθεῖαν τοῦ [*](72 A) ἀρϲενικοῦ καὶ θηλυκοῦ, εἴγε τὰ οὐδέτερα ϲυνάρχεται τοῖϲ ἀρϲενικοῖϲ [*](ARGVM. 13 Ὅϲ est ubi idem significet quod οὔτοϲ; ab illo et ὅδε et αὔτοϲ derivata sunt. Horum quae formae a τ incipiunt, analogiam sequntur.) [*](DISCR.. SCRIPT. 1 — 2. τὴν πύλην φυλάϲϲει aut τὸ πύλην φυλάϲϲειν FGSturz, τὸ πύλην φυλάϲϲει A ot b in textu, qui in var. lect. priorem Sturzii emendationem praestare dicit | 2. τὴν θύρην RGSturz, τὸ θύρην Ab, ὅϲ πύλην et ὃϲ θύρην CWachsmuth | 3. Ῥοδίοιϲ JVore, δωδιοιϲ Ab 4. Τρύφων φηϲί] fol. 165 r. φηϲιν A | τὸν ἱον A et b, qui in var. lect. iubet τὸ ἴον corrigi, ut corrigi voluit FGSturz | | 5. τὸ ία b, τον ία A | 7. δ᾿ σὺτάς Homerus | 8. καὶ τοῦτο RSkrzeczka, κα υτο Ab φηϲιν A l 9. μετ᾿ b, μετα A 11. δὲ b in var. lect., γὰρ Ab in textu 11— 12. ελλειπη A, ἐλλιπῆ b 12. κατεϲτηκεν A 13. inscriptio πεοι του οϲ και ουτοϲ και οδε maiusc. A | 18. Καὶ ὁμοίωϲ — 22 καὶ ἡ οῦτοϲ sic locum restituit GUhlig, ἰαὶ δῆλον ὡϲ ἀπ᾿ αὑτῆϲ καὶ ή ὅδε παρῆκται καὶ ἡ οὐτοϲ, ὅδε προϲέειπεν ἀντὶ τοῦ οῦτοϲ ὅδ᾿ ἐρεύγετο οἰνοβαρείων· Ab, b, ἀντὶ τοῦ οῦτοϲ, καὶ δῆλον ὡϲ ἀπ᾿ αὐτῆϲ καὶ ἡ ὅδε παρῆκται καὶ ὴ οῦτοϲ· eieetia versibus Homeri RSkrzecxka 23. καὶ ἀπὸ τοῦ τόϲοϲ b, om. A | 25. πλαγίαι b)
    57
    καὶ θηλυκοῖϲ. καὶ ἡ κατ᾿ ἀρχὴν δαϲεῖα τὴν διὰ τοῦ τ γραφὴν μαρτυρεῖ· ἡ γὰρ ου δίφθογγοϲ κατ᾿ ἀρχὰϲ τιθεμένη ψιλοῦται, οὐδαμόϲ, οὐρανόϲ, ὥϲτε καὶ τὸ ὄλον οῦλον ψιλῶϲ λέγεϲθαι καὶ ἔτι τὸν ὅρον ο ὐρον. καὶ οὐκ ἀντέκειτο τὸ οὕνεκα, ἐπεὶ ὅϲα τὸ τ προϲλαμβάνει, ταῦτα ἀφαιρέϲει τοῦ τ δαϲύνεται, τόϲοϲ — ὅϲοϲ, τηλίκοϲ — [*](B) ἡλίκοϲ· καὶ ἐπεὶ τούνεκα, οὕνεκα δαϲέωϲ. ἐν γὰρ τῷ περὶ δαϲείαϲ περὶ τοῦ ἦμοϲ καὶ ὄφρα εἴρηται. ὁμόλογοϲ οὖν καὶ κατὰ τοῦτο ἡ ἔλλειψιϲ τοῦ τ. Δωριεῖϲ λέγουϲι τοῦτοι, ὅπερ πάλιν ὁμολογεῖ τὴν ἔλλειψιν τοῦ τ.

    Διαφέρει ἡ οὗτοϲ καὶ ὅδε τῆϲ ἐκεῖνοϲ διαϲτηματικῆϲ. ἡ μὲν γὰρ πληϲιάζει κατὰ τὴν δεῖξιν, ὥϲτε καὶ ἐπιλαμβανόμενόν τινα φάναι οὗτόϲ με ἔπαιϲεν ἡ δὲ πάντοτε ἐν ἀποϲτήματι. ἔτι ἡ μὲν καὶ κατὰ τὸ πρῶτον καὶ κατὰ τὸ δεύτερον πρόϲωπον ϲυντάϲϲεται, φυϲικῆϲ [*](C) οὔϲηϲ τῆϲ ϲυντάξεωϲ· ὁ γὰρ ἑτέρου ἐπιψαύων πολὺ μᾶλλον ἑαυτοῦ·

  • οὖτοϲ ἐγὼ ταχύτατι,
  • Πίνδαροϲ ἐν Ὀλυμπιονίκαιϲ (lV 37) ὁμοίωϲ καὶ ἐπὶ τῆϲ ὅδε·
  • ἔνδον μὲν δὴ ὅδ᾿ αὐτὸϲ ἐγώ (φ 207),
  • ὁ ποιητήϲ. ὦ οὖτοϲ, ἦ οἰῇ ϲτρατείαν ἐϲϲείϲθαι; Ϲώφρων Ἀνδρείοιϲ (fr. 23 Ahreus). ἡ δὲ ἐκεῖνοϲ μόνωϲ ἐπὶ τοῦ τρίτου. πάλιν γὰρ δὴ ή [*](73 A)
  • κεῖνοϲ μὲν δὴ ὅδ᾿ αὐτὸϲ ἐγώ (ω 321)
  • ἀναπολεῖ τὸν ἐκ διαϲτήματοϲ χρόνου νοούμενον. Τῷ δ᾿ ἀναφορικῶϲ τίθεϲθαι κοινὸν καὶ τῆϲ ἐκεῖνοϲ καὶ οὗτοϲ καὶ ὅδε,
  • κεῖνοϲ ἀνήρ, ὅτ᾿ ἐμεῖο κυνώπιδοϲ (δ 145)
  • οὗτοϲ ὁ Κροῖϲοϲ, Ἡρόδοτοϲ (I 6)
  • τούϲδε δ´ ἔα φθινύθειν (Β 346)·
  • ὃϲ γάρ ῤα μάλιϲτα
  • ἥνδανε (ρ 172)·
  • τῆϲδε δ᾿ ἂν οὐ φθονέοιμι (τ 348).
  • [*](B) τοιοῦτο καὶ τὸ
  • νηῦϲ δέ μοι ἥδ᾿ ἔϲτηκεν ἐπ᾿ ἀγροῦ νόϲφι πόληοϲ (α 185)
  • [*](ARGVM. Ἐκεῖνοϲ semper ad rem spectat, quae distat, οὗτοϲ et ὅδε ea. demonstrant, queo prope sunt; itaque οὗτοϲ et ὅδε etiam primam et secundam indicant, ἐκεῖνοϲ unam tertiam. Nullum ex iis non significut relationem.) [*](DISCR. SCRIPT 2. γὰρ ου b, γαρ η ου A | 3. ω in ωϲτε ex η tactum ab Ax | 6. τούνεκα ChALobeck, τοὔνεκα b 7. κατὰ τοὺτο b. κα (in fine versus) το υτο A | 10. inscriptio περι δίαφοραϲ τηϲ ουτοϲ και οδε προϲ την εκεινοϲ maiusc. A | 11. ἐπιλαμβανόμενον] fol. 165 v. | τινά τινοϲ pro τινα conicit JGuttentag | 12. ἔπαιϲεν b, επεϲεν A | 18. ὁ ποιητήϲ b, ποιητηϲ A | οίῆ HLAhrens, οιη A, οἴῃ b | ϲτρατείαν b, ϲτρατηαν A | ἐϲϲεῖϲθαι HLAhrens, ἐϲϲεῖϲθαι b | 20. δὴ ἡ b, δη A | 21. δὴ Ab, τοι homerus, | 23. οδ᾿ ε A 25 ηρωδοτοϲ A | 26. φθινύθειν b Homerus,, φθινυθυϲκεν, non ut b adnotavit φθινυθεϲκεν, A 22. τηϲδε δ᾿ αν ου A, τήνδε δ ἂν οὐ b, τῇ δ᾿ οὐκ ἄν Homerus | 31. νηῦϲ b Homerus, ηυϲ A | ἤδ MLehrs, ἥδ᾿ b | πολιοϲ A)
    58
    μεμπτέοι γὰρ οἱ ψιλῶϲ ἀναγνόντεϲ, ἵνα ὁ καί νοῆται, ὑπολαμβάνοντεϲ αὐτὴν δεικτικῶϲ μόνωϲ τίθεϲθαι.

    Τὴν ἐκεῖνόϲ φαϲι τῷ ε πλεονάζειν, καθότι αἱ διάλεκτοι μαρτυροῦϲιν, Ἴωνεϲ κεῖνοϲ, Αἰολεῖϲ κῆνοϲ, Δωριεῖϲ τῆνοϲ. — τό τε ε πρὸ τοῦ κ κείμενον δαϲύνεται, ὅτε μὴ ἐν κλίϲει παρακέοιτο ἔξωθεν [*](C) προϲερχόμενον. τοῦ μὲν οὖν προτέρου Ἑκάτη, Ἑκάβη, ἑκάϲ, ἑκηβόλοϲ, ἑκών, κὰν ἀπὸ τοῦ εἴκω ἐνεϲτῶτοϲ ἐϲχηματιϲμένον ᾖ· τοῦ δὲ δευτέρου ἐκάλουν, ἔκλων, ἔκλυον. ἐχρῆν οὖν τὸ ἐκεῖνοϲ δαϲύνεϲθαι. τὸ ἐν τρίτοιϲ προϲώποιϲ ε δαϲύνεται, ἕθεν, ἕο, ἑοῖ· πῶϲ οὐν ψιλῶϲ τὸ ἐκεῖνοϲ»;

    Ὑπὲρ τοῦ οὖν μὴ πλεονάζειν λεκτέον. αἱ διάλεκτοι καὶ ἀφαιροῦϲι καὶ πλεονάζουϲιν, ἑορτή ὁρτή, τελέωϲ λέωϲ, τρόμοϲ τέτρομοϲ, [*](74 A) ἐγώ ἐγώνη. ἀλλὰ καὶ Ἀλκμὰν πρώτῳ

  • μάκαρϲ ἐκεῖνοϲ (fr. 14 Bergk3)
  • φηϲί. — Ψιλοῦται τὸ ε πρὸ τοῦ κ, ἔκταϲιϲ καὶ ἐκτόϲ. ἀλλ᾿ ἴϲωϲ τὴν πρόθεϲιν αἰτιάϲαιτο ἄν τιϲ· καὶ τὸ ἁπαλόϲ δαϲυνόμενον ἐπιφορᾶϲ γενομένηϲ τοῦ τ ἐψιλώθη, ἀταλόϲ ἴϲωϲ ἄρα καὶ τὸ 2 ἐκ δαϲέοϲ ἐψίλου τὸ ε. — Αἱ ἀφαιρέϲειϲ ψιλὴν καταλιμπάνουϲι τὴν ἄρχουϲαν, λείβειν εἴβειν, φημί ἠμί. γαῖα αἶα· ἀλλ᾿ οὐκέτι τὸ ὑϲ ἀπὸ τοῦ [*](B) ϲῦϲ ἐψιλώθη, ὅτι ἀρκτικὸν ὄν τὸ ῦ δαϲύνεται.— Τὸ ε πλεονάζον ἐν διϲυλλάβοιϲ ἀναβιβάζει τὸν τόνον, ἔειπεν, ἔοργεν, ἕεδνα, ἕαδεν, εἰ πλεοναϲμόϲ· τὸ γὰρ ἑώρων διὰ τὸ χρονικὸν παράγγελμα οὐκ ἀνεβίβαϲε τὸν τόνον. πῶϲ οὖν οὐ προπαροξύνεται τὸ ἐκεῖνοϲ, — Τὸ ε κατὰ τὸ τρίτον δαϲύνεται ἀφαιρουμένου τοῦ κατὰ τὸ δεύτερον ϲ, ϲέο ἕο, ϲέθεν ἕθεν· τὸ δὲ ἐκεῖνοϲ οὐχ οὕτωϲ ἔχει. Τὸ ε πλεονάζει ἐν ταῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομέναιϲ λέξεϲιν, ἑώρων, ἐῳνοχόει, [*](C) ἑόϲ, ἐέ, ἐοῖ, ἑῆϲ πῶϲ οὖν ἐν τῷ ἐκεῖνοϲ πλεονάζει; ἐδείχθη γὰρ ὡϲ τὸ ἐχθέϲ ἐντελέϲτερον τοῦ χθέϲ καὶ τὸ ἐθέλω τοῦ θέλω. — [*](ARGVM. 3 ln ἐκεἰνοϲ pronomine quidam ε redundare censent; nam id 1) ex dialectorum formis apparere 2) ε, quae κ litterae praeponatur, aspero pro- ferri praeter augmentum; 3) ε in pronominibus tertiae denso spiritu dici. — 11. Quae refelluntur. 1) Ex dialectis nihil colligitur; 2) ε nic ante leniter aspirari solet; 3) ε in tertia persons denso non aspiratur, nisi ζ littera, quam habet secunda, detracta est. Praeterea ἔ abundans ubi ad voees duarum syllabarum accedit, accentus retrahitur;  — ε non abundat, insi in initio vocum, quaea a vocalibus incipiunt; — ε leni aspiratur, ubi per aphaeresin vocem relirfquit non mutilam — aliquid redundare plena forma indicatur: at plena κεῖ forma non exstat.) [*](DISCR. SCRIPT. 1. μεμπαιοι, non ut b refert μεμπταιοι, A 3. inscriptio περι τηϲ εκειωοϲ maiusc. A | τῷ ε b, το ε A 4. dvrieqi A | 5. οτε A, ὅτι b | 9 ἐιῖ RSchneider, ἕοι b | 11. αφαιρουϲιν A 12. τελεωϲ λεωϲ A, θέλω λῶ b | 15. τὸ ε RSkrzeczka, τε Ab | 16. απαλοϲ, posteriore α littera correcta, A, ἁπαλόν b 17. καὶ τὸ κ Ab, καὶ τὸ τ conioit JGuttentag | 18. Αἱ ἀφαιρέϲειϲ 20. δαϲύνεται eicit RSkrzeczka | 21. ἀναβιβάζει τὸν τόνον] fol. 166 r. εωργεν A | εαδε A | 22 — 23. ανεβιβαϲεν A 20 — 27. εωινοχοει A | 27. ἐέ, ἑοῖ RSchneider, ἔε, ἔοι b)
    59
    Τὸ ἀφαιρούμενον ε καὶ λεκτὸν καταλιμπάνον ψιλοῦται· καὶ διὰ τοῦτο τὸ μὲν ἕϲτηκα δαϲύνεται, τὸ δὲ ἔϲτηϲα ψιλοῦται· ἐφ᾿ οὐ μὲν γὰρ ἀφαίρεϲιϲ,
  • ϲτῆϲε δ᾿ ἐν Ἀμνιϲῷ (τ 188),
  • [*](75A) καὶ λεκτόν, ἐφ’ οὐ δὲ οὐκέτι. ὑγιῶϲ ἄρα καὶ τὸ ἐκεῖνοϲ ψιλοῦται, εἴγε ἡ ἀφαίρεϲιϲ λεκτὸν καταλιμπάνει. — Τὸ πλεονάζον καὶ διὰ τοῦ πλεονάϲματοϲ καὶ διὰ τοῦ ὁλοκλήρου πολύ πρότερον ϲημαίνεται, ἀδελφεόϲ ἀδελφόϲ, ἑόϲ ὄϲ· πῶϲ οὔν, εἶπερ ἐκεῖ, πῶϲ οὐχὶ καὶ κεῖ;

    Αἰολεῖϲ κῆνοϲ·

  • φαίνεταί μοι κῆνοϲ ἴϲοϲ θέοιϲιν
  • ἔμμεν ὤνηρ,
  • Ϲαπφώ (fr. 2 Ahrens Bergk). Δωριεῖϲ τῆνοϲ· καθαιρημένοϲ θην B καὶ τῆν οϲ ὑπὸ τῶ χρόνω, Ϲώφρων (fr. 1i1 Ahrens). ϲπανίωϲ διὰ τοῦ κὲ
  • καὶ κῆνοϲ ἐν ϲάλεϲϲιν πολλοῖϲ ἥμενοϲ,
  • Ἀλκμάν (fr. 13 Bergk3).

    Δεικτικώτεραι γινόμεναι προϲλαμβάνουϲι τὸ ῑ, οὑτοϲί, ὁδί, ἐκεινοϲί. ϲπανίωϲ γὰρ ἐπ᾿ ἀναφορᾶϲ, ὡϲ παρὰ Δημοϲθένει Ϲάτυροϲ οὑτοϲί (p. 401, 16 Reiske). οἰκεία ἡ κατὰ τὸ τέλοϲ ὀξεῖα ἐπὶ τούτων, εἴγε τὰ δεικτικώτερα μᾶλλον τοῖϲ τέλεϲι τὴν ὀξεῖαν προϲνέμει.

    [*](C)

    Ἡ ὁ δεῖνα παρ᾿ Ἀττικοῖϲ πολλάκιϲ καὶ ἐπὶ τοῦ τυχόντοϲ λαμβανομένη, παρὰ δὲ Ϲυρακουϲίοιϲ δίχα τοῦ ᾱ, οὐχ ὁδεῖν τυ ἐπικαζε, Ϲφρων Ἀνδρείοιϲ (fr. 24 Ahrens). Οὐ κατὰ πρόϲθεϲιν ἡ ὁδί προϲλαβοῦϲα τὸ ν ἐγίνετο ὁδῖν, καθάπερ καὶ ἡ ούτοϲίν καὶ ἡ ἐκεινοϲίν [*](ARGVM. 9 Aeoles κῆνοϲ, Dores τῆνοϲ, rarius κῆνοϲ forma tuntur. — 17 Οὔτοϲ ὅδε ἐκεῖνοϲ ῑ litteram, cui vis ostendendi subiecta cst, in fine assumunt demonstrationis, rarius relationis causa. 21 Falluntur, qui ὁ δεῖν ex ὁδί ὁδίν factum esse censent. Nam et oxntonon esset, et eandem haberet notionem atque ὁδί; uec in fne fecteretur, sed ab interiore parte. Aut nativum est aut ex ὁ δεῖνα per apocopen factum.) [*](DISCR. SCRIPT. ϲημαίνεται RSchneider, ϲημαίνει Ab; GUhlig ϲημαίνει. servat, sed pro καὶ διὰ τοῦ πλεονάϲματοϲ scribendum esse τὰ τοῦ πλεονάϲματοϲ conicit | 8. πῶϲ b, ουχι πωϲ A, sod ουχι deletum ab A | 10. φαίνεταί μοι Ab ThBergk. ln principio scr. Φαίωετοί For. Cf. infra 106 A 3’ b in var. lect., φαίνεταί For HLAhrens] θέοιϲιν HLAhrens ThBergk, θεοῖϲιν b, θεοιϲ A | 11. ἔμμεν Ab ThBergk, ἔμμεν’ HLAhrens | 12. καθαιρημένοϲ HLAhrens, καθῃρημένοϲ Ab | 13. τῶ χρόνω Ab, τῷ χρόνῳ HLAhrens ex Excerptis Vossianis 15. κῆνοϲ HLAhrens ThBergk, κεῖνοϲ Ab | ϲάλεϲϲιν CdePauw GHermann, | ϲάλεϲιν Ab | 17. δεικτικοτεραι A | προϲλαμβανουϲιν A 18. ωϲ παρα A, παρὰ b | 20. δικτικοτερα A | τελεϲιν A 21. inscriptio περι τηϲ ο δεινα και ο δειν maiusc. A Ἡ b, om. A καὶ delet RSkrzeczka | 22. οὐχ ὁδεῖν b. οὐχ´ ὁδεῖν HLAhrens, ουχ οδιν A | επικαζε] ἐπικηκάζειν . . fortasse etiam Sophroni retribuendum pro ἐπικάζειν᾿ ChALobeek, τι ἐπείκαζε pro τυ επικαζε JGuttents 23. post οδι. erasa est v littera ante προϲλαβουϲα in A 24. ἐγίνετο b, εγινετο το A, sed alterum το delevit A1 |εὐτοϲίν καὶ ἡ ἐκεινοϲίν παρ᾿ ὼ, ουτοϲ και η εκεινοϲιν (non εκεινοϲ ιν, ut b enotanit_ παρα A)

    60
    παρ᾿ Ἀττικοῖϲ. πρῶτον γὰρ ἂν καὶ τὸν τόνον ἐφύλαϲϲεν ὀξύν, καθάπερ καὶ τὸ οὑτοϲί· ἔπειτα ταὐτὸν ἂν ἐϲήμαινεν, ὥϲπερ καὶ αἱ προκείμεναι καὶ καθόλου πάϲα πλεονάϲαϲα ϲτοιχείῳ λέξιϲ. νῦν δὲ τὸ μὲν [*](76 A) ὁδί ὀξύνεται, καὶ δεικτικόν ἐϲτι· τὸ δὲ ὁδεῖν καὶ περιϲπᾶται, καὶ ἐπί τινοϲ τυχόντοϲ παραλαμβάνεται. ἔπειτα τὰ πλεονάϲαντα ἔϲωθεν κλίνεται, τουτονί καὶ τουτουῒ· πῶϲ οὖν τοῦ δεῖνοϲ ἔξωθεν ἡ κλίϲιϲ; ἄμεινον οὖν ἦν θέμα καταλιπεῖν, ἢ ἀποκοπὴν τοῦ ὁδεῖνα, ἵνα καὶ τὰ τοῦ τόνου ϲυμφωνῇ καὶ τὰ τῆϲ ϲημαϲίαϲ. βέλτιον θέμα, ἐπεὶ καὶ αἱ ἀποκοπαὶ ἄκλιτοι.

    «Πᾶν πτωτικὸν ἢ κατὰ τὸ τέλοϲ τὴν κλίϲιν ποιεῖται, ἢ πρὸ τέλουϲ, [*](B) ὅτε ἐπεκτέταται, ὡϲ ἐν τῷ τοιοῦδε, τοιῷδε· πῶϲ οὖν τοῦ δεῖνοϲ καὶ ἔτι τοῦ δεείνατοϲ, καὶ τῷ δεῖνι καὶ τῷ δείνα τι, δύο κλίϲειϲ ἀνεδέξατο; πῶϲ δὲ καὶ δύο τόνουϲ, πάϲηϲ λέξεωϲ μίαν ὀξεῖαν ἐχούϲηϲ ἢ περιϲπωμένην;» — Πολλάκιϲ καὶ ἐπ᾿ ὀνομάτων καθ᾿ ἑνὸϲ ὑποκειμένου δύο κλίϲειϲ γίνονται, Νέα πόλιϲ Νέαϲ πόλεωϲ, ἀγαθὸϲ δαίμων ἀγαθοῦ δαίμονοϲ· οἲϲ ἐξ ἀνάγκηϲ παρέπεται καὶ τὸ διτονεῖν, ὅτι καὶ δύο κλίϲειϲ. οὐ πιθανὸν οὖν καὶ τουδεῖνοϲ ὡϲ ϲωλῆνοϲ προφέρεϲθαι, [*](C) ὤϲ φηϲι Τρύψων (p. 31 Velsen), εἵνα μὴ διτονήϲῃ ἡ λεξιϲ», δύο κλίϲεων γινομένων.

    Τὰϲ κατὰ τὸ τρίτον πρόϲωπον, λέγω δὴ τὴν ἵ καὶ τὰϲ ϲυζύγουϲ, ἀναφορὰν προϲώπων δηλούϲαϲ, ϲυμβέβηκε μεταλαμβάνεϲθαι εἰϲ τὴν αὐτόϲ καὶ αὐτή καὶ αὐτό, εὐλόγωϲ, ἐπεὶ καὶ αὐτὴ ἀναφέρεται πάντοτε [*](77 A) ἐπί τι πρόϲωπον, ὅτε μὴ ἐπιτέτακται πρώτῳ καὶ δευτέρῳ· ἀλλὰ καὶ ἡ οὗτοϲ καὶ ἡ ἐκεῖνοϲ μεθίϲτανται εἰϲ αὐτήν· κατὰ γὰρ τοῦ αὐτοῦ προϲώπου νοεῖται τὸ ἐκεῖνοϲ ἐνίκηϲε, τοιγαροῦν αὐτὸϲ τιμῆϲ [*](ARGVM. 10 Mirum non est τοῦ δεῖνοϲ, cum unu vox esse videatur, dupliciter flecti duosque assumere accentus. Nam etiam nomina interdum, cum unum rem signiticent, duplici et flexione et tonosi utuntur. — 19 ?I pronominis οβσολετι locum obtmuit αὺτόϲ. Pro eo οὖτοϲ et ἐκεῖνοϲ ponuntur, non rursus αὐτόϲ pro illis.) [*](TESTIM. 19 Prisc. XII, 5 579, 22 Hertz ipsc quoque intertia persona, ut fictum est, pet se positum all recordationcem personaee refertur iam cognitae; recte igitur demonstrationem, quae siqhificatur per iIle et ‘iste’ pronomina,, reparat memoriae pronomen,, quod est ‘ipse’; non tamen etiam ‘ille’ et ‘iste’ referri ad pronomen ‘irse’ possunt: primaα enim cognitioo est per demonstrativa pronomina, secunda vero per relativa.) [*](DISCR. SCRIPT. 7. ἦν b, ἤ A | 7 — 8. τὰ τοῦ τόνου b, τά τοῦ νου A, | 8 ϲυμφωνει A | βέλτιον — 9. ἄκλιτοι eicit RSkrzecka | 11. επεκταται A δεῖνοϲ b, δινοϲ A | 12. δεῖνι b, δινι A | 15 Νἑα πόλιϲ — Νἐαϲ πόλεωϲ CHALobeck, νέα πόλιϲ νέαϲ πόλεωϲ Ab | ἀγαθὸϲ δαίμων ChALobeck, ἀγαθοδαίμων Ab | 17. πειθανον A | 20. Inscriptio αρχη του ι του εν τω τριτω προϲωπω οπερ ϲημαινει το αυτοϲ και εκεινοϲ maiusc. A | 25. ενικηϲεν A)

    61
    μεταλήψεται. οὐκέτι δὲ καὶ ἡ αὐτόϲ εἰϲ τὸ ἐκεῖνοϲ, οὐδὲ αἱ ϲύζυγοι, αὐτὸϲ ἐνίκηϲε, τοιγαροῦν οὗτοϲ χαρήϲεται· δύο γὰρ τὰ νοούμενα πρόϲωπα. τοῦτο δὲ ϲυμβέβηκεν, ἐπεὶ ἡ μὲν ἐκεῖνοϲ καὶ ἡ οὗτοϲ, δεῖξιν ϲημαίνουϲαι, τὴν ὑπόγυιον γνῶϲιν τοῦ προϲώπου παριϲτάϲιν, [*](B) ἡ δὲ αὐτὸϲ ἐπ᾿ ἀναπολούμενον πρόϲωπον φέρεται. ὀρθῶϲ οὐν ἐπὶ τὴν διὰ τοῦ ἐκεῖνοϲ δηλουμένην δεῖξιν ἐπαναπολεῖται ἡ αὐτόϲ, οὐκέτι μέντοι ⟨ἡ⟩ ἐκεῖνοϲ ἢ οὗτοϲ ἐπὶ τὴν αὐτόϲ δύναται ἀναπέμπεϲθαι· πρώτη γὰρ ἡ διὰ τῶν δεικτικῶν ἀντωνυμιῶν γνῶϲιϲ.

    Οὐ μόνον δὲ διαφέρει τῶν κατὰ τὸ τρίτον φωνῇ, ᾗ αἱ μὲν ἀπαρέμφατοι γένουϲ διὰ τῆϲ φωνῆϲ, (οἷ γὰρ καὶ ἕ), ἡ δὲ καὶ διὰ τῆϲ φωνῆϲ γένουϲ ἐϲτὶ παραϲτατική, ἀλλ᾿ ἡ καὶ πρώτῳ καὶ δευτέρῳ ϲυντάϲϲεται, [*](C) αἱ δὲ οὔ. καὶ αἱ μὲν ἀκωλύτωϲ ὀρθοτονοῦνται καὶ ἐγκλίνονται, ἡ δὲ μόνωϲ ὀρθοτονεῖται, ἀναμφιλέκτωϲ μὲν κατὰ πᾶϲαν πτῶϲιν, κατὰ δὲ αἰτιατικὴν οὐκ ἀναμφιλέκτωϲ. τινὲϲ μὲν γὰρ ἐγκλίνουϲιν, ὅτε ἀπόλυτοϲ ἡ ϲημαϲία, καθάπερ ἐκείνη ἡ ἀνάγνωϲιϲ

  • κόψε γάρ αὐτον ἔχοντα (Μ 204).