De pronominibus

Apollonius Dyscolus

Apollonius Dyscolus. Apollonii Dyscoli Quae supersunt. Vol. 1.1. (Grammatici Graeci, Volume 2.1). Schneider, Richard; Uhlig, Gustav, editors. Leipzig: Teubner, 1878.

Εἰ ὁμόχρονοι αἱ κατὰ τὸ πρῶτον καὶ δεύτερον, ϲαφὲϲ ὅτι ἡ ϲφίν ϲυϲτελλομένη ὁμολογεῖται ἀπ᾿ Ἰακῆϲ ἐγκλίϲεωϲ, εἴγε, ὅτε ἐγκλίνουϲιν [*](125 A) οἱ Ἴωνεϲ, ϲυϲτέλλουϲι τὸ ι, ἡ δὲ μόνωϲ ἐϲτὶν ἐγκλιτική· ὑπὸ γὰρ Ἡϲιόδου ἐν ἀρχῇ τεθεῖϲα εὐλόγωϲ ὠρθοτονήθη ἐν τρίτῳ,

  • ϲφὶν δ᾿ αὐτοῖϲ μέγα πῆμα (fr. 63 Goettling, 49 Schoemaun).
  • Ϲφίϲιν. Αὕτη ἐπεκταθεῖϲα καὶ ὀρθοῦ τόνου ἔτυχεν. Ἀμφοτέραιϲ μέντοι ἐπακολουθεῖ τὸ ν ἀποβάλλειν δι᾿ εὐφωνίαν,

  • ἀλλά ϲφι δόϲαν (ι 93),
  • ἔτι γάρ ϲφιϲι κῦδοϲ ὀρέξω (P 453)·
  • φυλάϲϲεται δὲ ἐν τῷ [*](B)
  • ὅψ ϲφιν ἐϋφρονέων (A 73),
  • μετὰ ϲφίϲιν εἶχον ἀτυζομένην (X 474).
  • Οὐχ ὑγιὲϲ δὲ πάλιν εἰϲηγεῖϲθαι τὴν «ϲφίϲιν ἀπὸ τῆϲ ϲφέϲι, ⟨διὰ⟩ μεταθέϲεωϲ τοῦ ε εἰϲ τὸ ι, Βοιωτικῶϲ ἢ Ἰακῶϲ· καὶ οὕτωϲ ὁλόκληροϲ ἡ ϲφίϲιν, ἧϲ ϲυγκοπὴ ἡ ϲφίν». Παρὰ Βοιωτοῖϲ οὐ μετατίθεται, ϲυμφώνου ἐπιφερομένου. τὸ ε εἰϲ τὸ ι ἀλλ᾿ οὐδὲ παῤ Ἴωϲιν, ὅτε μὴ ἀπ᾿ εὐθείαϲ εἴη τῆϲ διὰ τοῦ ι. ἐν οἷϲ οὖν αἱ κατὰ τὸ τρίτον μιᾷ ϲυλλαβῇ [*](C) [*](Argvm. 3. Ut nominum dativi pluralis, ita aeolicae ἄμμι ὔμμι formae ν in fine et abiciunt et assumunt. 7 Ϲφίν formam correptam esse vel ea ex re upparet, quod in dialecto Ionum enclitica est; in ea enim encliticae non sunt nixi correpta vocali. — 12 Ϲφίϲιν aucta forma rectum tonum servat. — 19 Falluntur qui ϲφίν ortum esse putant ex ϲφέϲιν ϲφίϲιν forma ϲφέϲιν enim nihil est. Deinde tertiae personae personalia una syllaba a secundae personalibus superari, et tertiae personalia amplifcari solent.) [*](Testim. 23 Cramer. An. Ox. l 385. Et. M. 738, 11 Τὸ σφέας κατὰ κλεονασμόν ἐστι τοῦ ε, ἢ τὸ σφᾶς κατὰ συναίρεσινϲ καὶ λέχομεν ὅτι τὸ σφέας κακὰ πλεοναομὸν τοῦ ε γίνεται· κατὰ τὸν κανάμα τὸν λέχοντα· καθόλου ἐν πληθυντικοῖς ἀριθμοῖρ ἠ τοῦ τρίτου προσώπου ἀντωνυμία, ἀρχομένη ἀπὸ τοῦ σφ, ἐνδεῖ συλλαβ [κατὰ τὰ δεύτερον καὶ τρίτον πρόσωπον del. RSchneider] τοῦ πρώτου τε καὶ δευτέρου προσώπου· οἷον ἡμεῖς ὑμεῖς σφεῖς ἡμῶν ὑμῶν σφῶν· ἡμἰν ὑκίν σφίν· οὕτως καὶ ἡμᾶς ὑμᾶε σφᾶς.) [*](Discr. script. 2. ὑμίν HLAhrens, ὑμῖν b | 3. τὸ adiecit b νόημα b, νοημμα A | 5. αἱ Αἰολικαὶ RSkrzeczka, καὶ Αἰολικαὶ Ab | 5 –6. ονομαϲιν A | 7. inscriptio περι τηϲ ϲφιν maiusc. A, deinde repetuntur quae sunt 97, 27 υμιν πάλιν παῤ ιωϲιν προπεριϲπαται usque ad 98, 2 υμμιν αιολειϲ, sed omnia deleta sunt, tum iteratur inscriptio περι τῆϲ ϲφιν, denique sequuntur ει ομοχρονοι e. q. s. | 8. ὁμολογεῖται scripsit RSchneider, ὁμολογεῖ Ab | ἐγκλίϲεωϲ b, κλιϲεωϲ A | 9. ϲυϲτέλλουϲιν] in margine tres voces erasae in A | 11. ϲφὶν δ᾿ αὐτῷ pro ϲφὶν δ᾿ αὐτοῖϲ Max Schmidt | 12. inscriptio περι τηϲ ϲφιϲιν maiusc. A | 13. επακολουθει A, ἀκολουθεὶ b | 17. ö homerus vulg. | 19 —20. διὰ μεταθέϲεωϲ FWSturz, μεταθεϲεωϲ A, μεταθέϲει b)

    99
    ἐνδέουϲι τῶν κατὰ τὸ δεύτερον, ἡ ϲφίϲιν ἀπὸ τῆϲ ϲφίν ἐπεκτέταται, καὶ καθὸ αἱ τοῦ τρίτου εὐεπέκτατιο μονοϲύλλαβο,

    «Αι τοῦ τρίτου κτητικαί, ἐνικαὶ κατὰ τὸ ἐντὸϲ πρόϲωπον, διὰ τοῦ ϲφ πλήθουϲ παραϲτατικαὶ γίνονται κατὰ τὸν κτήτορα παρὰ Δωριεῦϲιν, ὅϲ ϲφόϲ· ἴϲον γὰρ τῷ ϲφέτεροϲ· ὅν ϲφόν· καὶ ἐπὶ τῶν [*](126 A) λοιπῶν ταὐτόν. καὶ ἐπὶ πρωτοτύπων οὖν ταὐτόν· ἰδοὺ γὰρ ἕ καὶ ϲφέ. εἰ τοῦτο, καὶ τὸ ϲφίν ἀπὸ ἑνικοῦ τοῦ ἴν, Δωρικῶϲ.» Παραπεμπτέον δὲ τὸν λόγον, εὐδιάϲειϲτον ὄντα, ἐν οἴϲ καὶ ὁλόκληρον τὴν ϲφέ παραδεξόμεθα καὶ αὐτήν τε τὴν ϲφίν. — πῶϲ δὲ οὐχὶ καὶ τὸ κοινολεκτούμενον ζητήϲει τιϲ — οὐκ ἐξομαλίζεται δὲ τὸ τῆϲ εὐθείαϲ καὶ γενικῆϲ· ἀπὸ γὰρ τῆϲ ἴ καὶ οὐ οὐκ εἰϲὶν ἀκόλουθοι πληθυντικαί. — [*](B) ἐπηυξήθη οὖν ἀπὸ μονοϲυλλάβου τῆϲ ϲφίν ἡ ϲφίϲιν, οὐχ ὁμοίωϲ τοῖϲ ὀνόμαϲιν· οὐδὲ γὰρ ταὐτὰ παρακολουθεῖ, ἃ καὶ τοῖϲ ὀνόμαϲι. ταχέοϲ γὰρ καὶ ταχέεϲ, ἀφ᾿ οὗ καὶ τὸ ταχέεϲϲιν, ἅπερ οὐκ ἐπὶ τῆϲ ϲφεῖϲ.

    Ϲυρακούϲιοι ψίν· αμανι ψιν γενομενα, Ϲώφρων (fr. 87 Ahrens). Ἡ διὰ τοῦ ψ γραφὴ ἐπὶ πλήθουϲ ταϲϲομένη οἰκειοτέρα τῆϲ διὰ τοῦ ϲφ.

    Καὶ ϲὺν τῷ ᾱ λέγεται παρ᾿ Αἰολεῦϲιν·

  • ὅτα πάννυχοϲ ἄϲφι κατάγρει,
  • Ϲαπφῶ (fr. 98 Ahrens, 43 Berpk3).

    [*](C)

    Ἡμἃϲ. Ταύτηϲ ὁλοκληροτέραν φαϲὶ τὴν παρὰ τοῖϲ Ἴωϲι διήρημένην, λέγω δὲ τὴν ἡμέαϲ. «ὃν γὰρ τρόπον παρὰ τὸ ταχεῖϲ ταχέαϲ, οὕτωϲ ἡμεῖϲ ἡμέαϲ, καὶ Ἀττικῶϲ ἡμᾶϲ. ὡϲ Εὐβοέαϲ Εὐβοᾶϲ.» Ἀλλ᾿ οὕτε ἡ ἡμεῖϲ ὁμοία τῇ ταχεῖϲ, ὡϲ ἀπεδείχθη, οὕτε Ἀττικοὶ τὸ ε καὶ τὸ ᾱ ϲυναιροῦϲιν, ὅτε μὴ καθαρεύοι τὸ ε, ὡϲ ἐπὶ τοῦ ἱέαϲιν ἱᾶϲιν· οὐ γὰρ ἔτι ἐπὶ τοῦ τιθέαϲι. καὶ Εὐβοᾶϲ φαϲίν, ἀλλ᾿ οὐκέτι ταχᾶϲ.

    [*](ARGVM. 3 Alii ϲφίν ex ἵν natum esse putant, ut ϲφόϲ ex ὅϲ, ϲφέ ex ϲφί. At ϲφέ et ϲφί nativas esse formas persuasum nobis est. 15 Syracusani ψίν, Aeoles ἄϲφι dicunt. 20 Accusativi pluralis primae personae. Pleniorem formam ἡμέαϲ ionicam esse ex ταχέαϲ forma colligunt. At pronomina nominum analogiam non sequuntur; neque Attici ε et ᾱ (in a longam) contrahunt, nisi praecedente vocali.)[*](DISCR. SCRIPT. 1. ενδεουϲιν A | 2. εὐεπέκτατοι scripsit RSchneider, ἀνεπέκτατοι Ab | 3. inscriptio περι τηϲ ϲφοϲ maiusc. A | Αί τοῦ τρίτου] :ol. 188 v. πρόϲωπον διὰ b, evan. in A praeter πρ litteras | 4. v nocis τον evan. in A κκτητωρα A | 5 καὶ ἐπὶ | b, κ’ επι A | 7. ϲ in voce ϲφε supra lin. A | 8. τὴν b, τηι A | 9. post παραδεξομεθα iteratur ευδιαϲειϲτον οντα in A | αυτην τε A, αὐτὴν δὲ b 10. ζ in εξουμαλιζεται ex ϲ facta videtur in A | 15. αματι ψιν A, Ἀμὶν ἢ ψίν PWSturz, Saltem corr. Ἁμῖν b in var. lect, | 18 ὅτα b HLAhrens, ὄτα ThBergk κατάγρει HLAhrens ThBergk, καταγρεῖ b ‘Fortasse scribendum 〈ὁππατ᾿ ἄωροϲ〉 δτα πάννυχοϲ ἄϲφι κατάγρει ThBergk | 20 inscriptio περι τηϲ ημαϲ maiusc. A. φαϲιν A | ιωϲιν A 23 τὸ ε G GKoen b, τὸ ϲ A | 21. ante ϲυναιροῦϲι inserendum esse ⟨είϲ μακρὸν ᾱ〉 conicit RSchneider | 25. τιθεαϲιν A)
    100

    Τὸ [*](127 A)

  • μηδ’ ἦμαϲ ὑπεκφύγοι (π 372)
  • Ἰώνων ἔθει φαϲὶ ϲυνεϲτάλθαι κατὰ τὴν ἀπόλυτον ϲημαϲίαν.

    Ἀμὲ Δωριεῖϲ ἀ δ’ ἄρ’ ἅμ’ ἐλωβ βῆτο, Ϲώφρων Γυναικείοιϲ (fr. 66 Ahrens). Ἄμμε Αίολεῖϲ·

  • ὄπταιϲ ἄμμε,
  • Ϲαπφὼ πρώτῳ (fr. 93 Ahrens, 115 Bergk3). τινὲϲ δὲ ἀποκεκόφθαι φαϲὶν ἀπὸ τοῦ ἀμμέαϲ καὶ ἁμέαϲ, ἐπεὶ οἰκεία αἰτιατικαῖϲ ἡ εἰϲ αϲ κατάληξιϲ.

    Ὑμᾶϲ. Καὶ ὑμέαϲ, ἀκολούθωϲ τῇ ἡμέαϲ. Δωριεῖϲ ὑμέ· ἐμὲ [*](B) δ’ Ἀρχωνίδαϲ ἴαλλε παρ’ ὑμὲ, Ἀνδρείοιϲ Ϲώφρων (fr. 25 Ahrens). ὔμμε Αἰολεῖϲ·

  • τὸ γὰρ θέων ἰότητ’ ὔμμε λαχόντων γέραϲ ἄφθιτον
  • ἀνθήϲει,
  • Ἀλκαῖοϲ πρώτῳ (fr. 63 Ahrens, 83 Bergk3).

    Ἡ ϲφᾶϲ ἐϲθ’ ὅτε ϲυϲτέλλει τὸ ᾱ κατ’ ἔγκλιϲιν, ϲυζύγωϲ τῇ

  • μηδ’ ἤμαϲ (π 372),
  • [*](C) ἐν τῷ
  • μέγα δέ ϲφαϲ ἀποϲφήλειε πόνοιο (Ε 567).
  • Τὴν μὲν οὖν κτητικήν, ϲύζυγον οὖϲαν τῇ ἁμάϲ Δωρικῇ,
  • ϲαωϲέμεναι νέαϲ ἁμάϲ (N 96)
  • ἀντὶ τοῦ ἡμετέραϲ, προϲῆκον ὀξύνειν,
  • ϲφὰϲ γὰρ παρθέμενοι κεφαλάϲ (β 237).
  • τὴν δὲ πρωτότυπον περιϲπᾶν ὁμοίωϲ τῇ ἡμᾶϲ καὶ ὑμᾶϲ· ἀφ’ ἧϲ Ἰακὴ [*](128 A) διαίρεϲιϲ ἡ
  • ϲφέαϲ αὐτούϲ ἀρτύναντεϲ (M 43. 86)·
  • ϲαφέϲ ἐϲτιν ὡϲ ἐγκλιθεῖϲα ἐν τῷ
  • οὐ μέν ϲφαϲ ἔτ’ ἔολπα (Θ 315)
  • περιεγράφετο τῆϲ περιϲπωμένηϲ.

    Ϲφέ. Εἴρηται ὡϲ μόνωϲ ἐγκλιτιτή ἐϲτι, ϲυζυγεῖ μέντοι Δωρικῇ [*](Arovm. 10 Accusativi pluralis secndae personae. — 16 Accusativi pluralis tertiae personae.) [*](Discr. script. 3. φαϲιν A | 4 ἅμ’ ἐλωβ βῆτο HLAhrens, ἁμὲ λωβῆτο Ab in textu, corrige ἁμ’ ἐλωβῆτο’ id. in var. lect. | 6. ὅπταιϲ HLAhrens ThBergk et sine dubio A (in eo enim ι non subscribitur), ὁπτᾶϲ b | 8. αἰτιατικαῖϲ b, αττικ’ A | 10. inscriptio περι τηϲ υμόϲ maiusc A | ἡμέαϲ b, ημαϲ A | 13. τὸ γὰρ Ab ThBergk, τοὶ γὰρ HLAhrens | θέων HLAhrens ThBergk, θεῶν b | ἰότητ’ b HLAhrens ThBergk, qui adicit exspectaveram ἰότατι᾿, ἴοτητι A | ὔμμε λαχόντων Ab ThBergk, ὔμμ’ ἔλαχον τῶν HLAhrens | γέραϲ ἄφθιτον ἀνθήϲει b ThBergk, γέραϲ ἄφθιτον ὁνθήcει HLAbrens, αφυτον θηϲει γεραϲ A | 16. inscriptio περι τηϲ. ϲφὰϲ maiusc, | Ἡ ϲφᾶϲ] fol. 189 r., in vocibus η ϲφαϲ litterae η ϲ evan. in A | 20. ϲυζυγον ουϲαν A, ϲυζυγοῦϲαν b | 21. νὴαϲ A | 23. παρθεμεναι A | 25. ἡ add b 26, εαυτουϲ pro αὐτούϲ A | 28. ϲφεαϲ Homerus vulg | 30. inscripto περι τηϲ ϲφε maiusc A | εϲτιν A)

    101
    τῇ ἀμέ καὶ ὑμέ. Πάλιν δὲ καὶ ταύτην ἀπὸ τῆϲ ϲφέαϲ φαϲὶν ἀποκεκόφθαι. [*](B) Ψέ Ϲυρακούϲιοι. Ϲώφρων· πῶϲ ψε καὶ γινώϲκωμεϲ, (fr. 84 Ahrens). Ἄϲφε Αἰολεῖϲ
  • ὅτ’ ἄϲφ’ ἀπολλυμένουϲ ϲάωϲ,
  • Ἀλκαῖοϲ δευτέρῳ (fr. 92 Ahrens, 73 Bergk3).

    Ἐχομένωϲ καὶ ὑπὲρ τῶν κτητικῶν ῥητέον, ὦν καὶ διαφορὰϲ έξεθἐμεθα ὡϲ πρὸϲ τὰϲ πρωτοτύπουϲ ἐν τοῖϲ κατ’ ἀρχήν. — Αἱ κτητικαὶ τῶν ἀντωνυμιῶν εἰϲ γενικὴν ἐγκλινομένην ἀναλύονται μετὰ τοῦ ὑπακουομένου κτήματοϲ, καθ’ οἱανδήποτε ἂν ὤϲι πτῶϲιν, ἐμὸϲ οἰκὸοϲ οἰκόϲ μου, ἐμῷ δούλῳ δούλῳ μου, [*](C)

  • ἴνα νωιτέρην ὄπ’ ἀκούϲῃϲ (μ 185),
  • ἵνα ἡμῶν τῆϲ φωνῆϲ ἐπακούϲῃϲ· καὶ ἐπὶ τῶν λοιπῶν τὸ αὐτό. Παντὶ κτητικῷ τὸ ὑπακουόμενον κτῆμα ὁμοιόϲχημόν ἐϲτιν, Ἐξκτόρειοι δοῦλοι, Ἀλριϲτάρχειοι δοῦλοι, ἡμέτεροι δοῦλοι, δοῦλοι ἐμοί· γενικῇ μέντοι κτῆϲιν δηλούϲῃ πάλιν τὸ ὑπακουόμενον κτῆμα ἀδιάφορον, αὐτοῦ δοῦλοι ἢ δοῦλαι ἢ οἶκοϲ ἢ ὁτιδηποτοῦν κτῆμα. διὸ καὶ [*](129 A) τὰ κτητικῶϲ ὑπακουόμενα ἐὰν μὴ ὁμοιοειδῆ τυγχάνῃ, οὔτε κτητικὴ ἀντωνυμία παραλαμβάνεται οὔτε κτητικὸν ὄνομα, γενικὴ δέ. ϲαφὲϲ δὲ ἐκ τοῦ
  • θαύμαζεν δ’ Ὀδυϲεὺϲ λιμέναϲ καὶ νῆαϲ ἐΐϲαϲ,
  • αὐτῶν θ’ ἡρώων ἀγοράϲ (η 43)
  • ἡ γὰρ ἀνομοείδεια γενικὴν ἀπήτηϲε τὴν αὐτῶν. — Μὴ ὑπολαβέτω δέ τιϲ, ὡϲ αἱ κτητικαὶ τὸ γένοϲ παρεμφαίνουϲι μόνον τοῦ κτήματοϲ, τοῦ [*](B) δὲ κτήτοροϲ οὐκέτι. «ὡϲ ἐπὶ τοῦ ἐμόϲ, ἡμέτεροϲ· ἀρϲενικὰ γὰρ τὰ κτήματα, τὰ δὲ τοῦ κτήτοροϲ ἄδηλα ἐν γένει· καὶ γὰρ ἐπ’ ἄρϲενοϲ τὸ ἐμόϲ καὶ ἐπὶ θήλεοϲ.»  — Λέληθε γὰρ ὡϲ μᾶλλον ὥριϲται τὸ τοῦ [*](Arovm. 6 De possessivis. Pro possessivis omnium casuum genetivi personatium ponuntur inclinati. —13 Cum omni possessive forma vocabuli eius, quo possessio indicatur, convenit, cum genetive personalis non convenit. 22 Ne quis credat rei possessae quidem indicari genus, non indicari possessoris: — 26 nam possessoris persona aut demonstratione aut relatione definitur per ipsum. possessivum.) [*](Discr. script. 2. ψε καὶ b, και ψε και A, sed prius και deletum, ψέ κα HLAhrens γινώϲκωμεϲ HLAhrens, γινώϲκωμεν FWSturz b, γινωϲκομεν A 4. ὅτ b, ὁτ’ HLAhrens, ὅτ· ThBergk, οτ A | ἄϲφ’ Apollonius legit, sed fuit. fortasse ὄτα ϲφ’ ThBergk ἀπολλυμένουϲ Ab, ἀπολλυμένοιϲ MLAhrens ThBergk ϲάωϲ Ab in textu HLAbrens ThBergk, corrigendum forsan ϲάωϲα vel ϲάωϲεν b in var. lect. | 6. inscriptio περι κτητικῶν maiusc. A | 9. κατοιαν δηποτε A ωϲιν A | 11. ιν’ ανωιτερην A | 13. παντὶ κτητικῷ b, παν κτητικῷ A | 16 οτι δηποτ’ ουν A | 17. ὁμοιοειδη A, ὁμοειδῆ b | 18. οὕτε b, ουτετ A | 19. δε εκ A, δ ἐκ b | 20. θαύμαζε A b | οδυϲϲεοϲ A | λημεναϲ A | 22. ἀνομοείδεια RSchneider, ανο μοειδια A, ἀνομοιοείδεια b | απητηϲεν A | 23. παρεμφαινουϲιν A | 24. κτητωροϲ A, ἐπὶ τοῦ b, απο του A | 25. κτητωροϲ A | γένει b, γενεϲει A; inde fol. 189 v. 26. litterae θε vocis λεληθε evan. in A)
    102
    κτήτοροϲ πρόϲωπον διὰ τῆϲ δείξεωϲ καὶ ἀναφορᾶϲ. καὶ δείξεωϲ μὲν ἐμόϲ, ϲόϲ, ἀναφορᾶϲ δὲ ὡϲ ϲφέτεροϲ, τῶν κτημάτων ἀδήλων ὄντων κατὰ τὴν ποιότητα. τῷ γὰρ ἐμόϲ τί μᾶλλον ὑπακούεται οἶκοϲ ἢ ἵπποϲ ἢ δοῦλοϲ ἢ τι τῶν οιούτων;

    Αἱ κτητικαὶ ἀπὸ γενικῶν μόνων ϲχηματιζόμεναι, κτῆϲιν ϲημαινουϲῶν, [*](C) καὶ εἰϲ γενικήν, ὡϲ προείρηται, ἀναλύονται κτῆϲιν ϲημαίνουϲαι. καὶ αἱ μὲν ἀπὸ πρώτου ἑνικοῦ πρώτου ἂν ῥηθεῖεν, ἑνικαί τε κατὰ τὸν κτήτορα, οἷον ἐμοῦ ἐμόϲ. ὁμοίωϲ αἱ ἀπὸ τοῦ δευτέρου, ϲοῦ ϲόϲ, καὶ ἔτι αἱ ἀπὸ τρίτου, οὐ ὅϲ. καὶ ἐπὶ δυϊκῶν ταὐτόν, νῶιν νωίτεροϲ, ϲφῶιν ϲφωίτεροϲ. τούτων τὸ τρίτον ὑπεϲτάλη διὰ τὸ μόνωϲ ἐγκλίνεϲθαι, ὅπερ ἡ παραγωγὴ οὐ παραδέχεται· προείρηται [*](130 A) δὲ καὶ ἐν τοῖϲ ἐπάνω. καὶ ἐπὶ πληθυντικῶν, ἡμῶν ἡμέτεροϲ, ὑμῶν ὑμέτεροϲ, ϲφῶν ϲφέτεροϲ.

    Τούτων τὰ τρίτα ἐν δυϲὶ τρίτοιϲ νοεῖται, τὰ μέντοι πρῶτα καὶ δεύτερα οὐ πάντωϲ ἐν πρώτοιϲ καὶ τρίτοιϲ, καὶ δευτέροιϲ καὶ τρίτοιϲ, ὥϲ τινεϲ ὑπέλαβον ἐκ τοῦ ἐμόϲ ἐϲτι καὶ ϲόϲ ἐϲτιν. ἰδοὺ γὰρ πρώτου πρὸϲ δεύτερον, ἐμὸϲ εἰ φίλοϲ, καὶ δευτέρου πρὸϲ πρῶτον,

  • ἀλλὰ πατὴρ τεόϲ εἰμι (π 188).
  • [*](B) δύναται γὰρ καὶ τρίτου πρὸϲ πρῶτον, ὡϲ ἐπὶ τοῦ ὅϲ εἰμι ἴϲον γάρ ἐϲτι τῷ αὐτοῦ εἰμί. ϲκληρὸν γάρ ἐϲτι τὸ λέγειν καὶ πρώτου πρὸϲ πρῶτον καὶ δευτέρου πρὸϲ δεύτερον ἐν τῷ ἐμόϲ εἰμι καὶ ϲὸϲ εἶ. μόναιϲ γὰρ ταῖϲ ἀντανακλωμέναιϲ τὸ τοιοῦτο παρακολουθεῖ, χωρὶϲ εἰ μὴ καὶ αὐταὶ μεταλαμβάνοιντο εἰϲ τὰϲ ϲυνθέτουϲ, καθάπερ καὶ ἐνίαϲ [*](ARGVM. 5 Possessiva ut genetivorum personalium notionem induunt, ita a solis genetivis eorum derivantur: — 10 a ϲφωίν genetivo dualis tertiae personaenihil ducitur, quod semper est encliticus — 11 Primae personae possessiva. ita usurpantur, ut possessio sit aut tertiae aut secundae, secundae possessiva ita, ut res possessa aut tertiae aut primae sit; tertiae possessivis ita plerumque utimur, ut et possessor et possessio sit tertiae quamquam in his ὅϲ εἰμι possessio primae est Ubi et possessor et possessio est primae aut secundae, ibi reflexiva locum babent, pro quibus possunt sane possessiva poni, sed ea. necessee est cum esse verbo construi: ἐμὸϲ enim γράφω nihil est.) [*](TESTIM. 14 Prisc. XII 10 p. 582, 23 Hertz Et primae quidem personae possessivum tam ad secumdam quam ad tertiam transit personam, secundae vero ad primam vel ad tertiam, ut ‘tuus sum’, tus est; ipsa enim sese possidere non potet, quomodo mec prima; nam possessiva necessario in duabus diversis intelleguntur personis et sumt transitiva . . . potest in tertia simul utraque inveniri in diversis, quod in prima et secundaa non potest, ut ipsa habeat et possessorem una et possessionem,, nisi figurate dicamus ‘meus sum’ et ‘tuus est’, hoc est mee potestatis et ‘tuae’, vel pro reciprocis, quae apud Graecos compositae sunt: ἐμαυτοῦ φίλος εἰμί ‘meus amicus sum’ e. q. s.) [*](DISCR.. SCRIPT. 8. κτήτορα b, κτηρα A ἀπὸ τοῦ b, απο A | 11 οὐ b, ο A | 12. καὶ ἐν b, κ᾿ εν A | 13. ϲφοτεροϲ A | 14. δυϲιν A | 16. εϲτιν A | 19. γαρ A, δὲ b | τρίτου b, τρίτον A | 20. εϲτιν A | εϲτιν A)
    103
    [*](C) τῶν κατὰ τὸ τρίτον κτητικῶν ἐπιδείκνυμεν εἰϲ ϲυνθέτουϲ μεταλαμβανομέναϲ. νοείϲθω δὲ ὡϲ ἡ τοιαύτη ϲύνταξιϲ ῥήματα ἀπαιτεῖ ὕπαρξιν ϲημαίνοντα· ἐπὶ γὰρ τῶν ἄλλων οὐκέτι· ἐμὸϲ γράφω· οὐκέτι δὲ καὶ ἐν δευτέρῳ.

    Ἴϲωϲ τιϲ δόξει τὰ κτήματα ὁρίζεϲθαι ἐν τοῖϲ πρὸϲ πρόϲωπον λόγοιϲ, παῖδεϲ ἐμοί ἐμὸϲ εἶ. ϲόϲ εἰμι, ἡμέτερε. Ὅπερ οὐ τοῦ κτήματοϲ ἴδιον, τοῦ δὲ μετειλημμένου δευτέρου προϲώπου, ὅπερ πάλιν οὐδὲ [*](131 A) τοῦτο κατὰ τὸ παντελὲϲ ὥριϲται. προϲδέεται γὰρ τὸ ϲόϲ εἰμι· ἡ δοῦλοϲ ἢ ἄλλο τι, καὶ ἡμέτερε· δοῦλε ἢ πάτερ. πάλιν οὖν καὶ ἐπὶ τῶν τοιούτων ἡ ποιότηϲ ἐνδεῖ.

    Βραχύϲ λόγοϲ πρὸϲ τοὺϲ οἰομένουϲ ἀπ’ αἰτιατικῶν παρῆχθαι τὰϲ ἀντωνυμίαϲ· «παρὰ γὰρ Δώριον τὴν ἁμέ καὶ ὑμέ καὶ ἔτι ϲφέ τὸ ἁμέτεροϲ καὶ ὑμέτεροϲ καὶ ϲφέτεροϲ. καὶ ἔτι παρὰ τὴν Αἰολικὴν τὴν ἄμμε B τὸ ἀμμέτεροϲ, καὶ παρὰ τὴν νῶι καὶ ϲφῶι νωιτεροϲ καὶ ϲφιτεροϲ. — Πρῶτον οὐκ ἐξωμάλιϲται· πῶϲ γὰρ αἱ ἑνικαί: ἐμέ γὰρ καὶ ἐμόϲ, ϲέ ϲόϲ καὶ ἕ ὅϲ, οὐδαμῶϲ τοῦ ε ἐγκειμένου. πῶϲ δὲ καὶ τὸ ἡμέτεροϲ καὶ ὑμέτεροϲ τῷ ᾱ ·οὐ προϲχρῆται, εἴγε τὸ ἡμᾶϲ καὶ ὑμᾶϲ — ἔπειτα εἰϲ γενικὰϲ ἀναλυόμεναι ϲυμφανεῖϲ εἰϲι καὶ ἀπὸ γενικῶν παρηγμέναι. — ἔπειτα ἡ αὐτόϲ ἐπιταγματικὴ ὁμοιόϲχημοϲ οὖϲα ἀεὶ ἐπιτάϲϲεται ταῖϲ πρωτοτύποιϲ, ταῖϲ δὲ κτητικαῖϲ κατὰ μόνην γενικήν· [*](C) καὶ δῆλον ὡϲ τῇ κατὰ τὸ ἐντὸϲ πρόϲωπον νοουμένῃ ϲυντάϲϲεται, ἥ τιϲ οὐκ ἄλλη ὀφείλει πτῶϲιϲ εἶναι ἡ γενική, ἀφ’ ἧϲ καὶ ἡ παραγωγή,

  • αὐτῶν γὰρ ϲφετέρῃϲιν (α 7)
  • καὶ 
  • ἢ ἑὸν αὐτοῦ χρεῖοϲ (α 409).
  • Ὃν τρόπον αἱ ϲύνθετοι τὸ γένοϲ ἢ τὴν πτῶϲιν μετατιθεῖϲαι κατὰ [*](132 A) τὸ τέλοϲ κινοῦνται, τὸ δὲ πρόϲωπον κατὰ τὸ ἄρχον, τὸν αὐτὸν τρόπον καὶ αἱ κτητικαὶ ἐπὶ γένουϲ καὶ πτώϲεωϲ κατὰ τὸ τέλοϲ, ἐν προϲώποιϲ κατὰ τὸ ἄρχον. ἔχουϲι μέντοι περιϲϲὸν τὸ ἐν ἀριθμοῖϲ κατ’ ἄμφω τὰ μέρη κινεῖϲθαι· ἐμὸϲ γὰρ καὶ νωιτέρω καὶ ἡμέτεροι.

    [*](Arovm. 5 Si quis dicat possessionem definiri, ubi aliquem alloquimur: id ut fiat non efficere possessivi naturam, sed secundae personae monemus quamquam ne haec quidem omni ex parte definita est. — 11 Possessiva non sunt derivata ab accusativis nam 1) formae non conveniunt. 2) ln possessivorum locum quoniam substituuntur genetivi, a genetivis ea descendere consentaneum est. 3) Αὐτόϲ appositivum cum personalibus semper eodem casu, cum possessivis genetivo coniungtur — 26 Possessivorum ut genus et casus distinguantur. fines mutantur; personarum vicissitudines initiis indicantur numerum variam et initia et terminationes ostendunt.)[*](Discr. script. 3. γράφω RBScheider, γράφει A b | 6. παῖδεϲ ἐμοί aut παῖδεϲ expungendum ease vidit RSkrzeczka | 8. παντελέϲ b, παντελωϲ A | ἢ δοῦλοϲ] fol 190 r. | 14 νῶι καὶ ϲφῶι b, νωιν και ϲφωιν A, puncta adscripsit A¹ | 15 κ in και voce ex ε tacit Ax | 18. ἐπεὶ ταειϲ accentu fere eraso A |  εἰϲιν A | 21 ωϲ τῇ A, ὡϲ η b | νοουμένη Ab | 29. εχουϲιν A | περιϲον A)
    104

    Ἄξιον ἐπιϲτάϲεωϲ ἐκεῖνο, ὁτιδήποτε τὰ μὲν ῥήματα κινούμενα ἐν προϲώποιϲ κατὰ τὸ τέλοϲ κινεῖται, αἱ δὲ ἀντωνυμίαι οὐκέτι, ἀλλὰ κατὰ τὸ ἄρχον. Καὶ ἴϲωϲ τιϲ οἰήϲεται τὸν λόγον περιϲϲὸν εἴναι, φάϲκων τὰ μὲν ῥήματα εἰναι, τὰϲ δὲ ἀντωνυμίαϲ. Ἀλλὰ κοινὸν ἔχουϲι τὸ [*](B) πρόϲωπον δηλοῦν, καὶ ἔτι μένει ἡ ζήτηϲιϲ. ἔπειτα ἡ μετοχὴ καὶ ἡ κτητικὴ ἀντωνυμία ἐν γένει καὶ πτώϲει κινούμεναι κατὰ τὸ τέλοϲ κινοῦνται, καθάπερ καὶ τὰ ὀνόματα, καὶ οὐ διήλλαξε, διάφορα καθεϲτῶτα. Λεκτέον οὖν ὡϲ φυϲικῶϲ τὸ τοιοῦτον ἀπετελέϲθη. αἱ πτώϲειϲ ἐν τῷ τέλει κινοῦνται, καὶ τοῦτο ἀποδείξεωϲ οὐ δεῖται· πτῶϲιν δὲ ἐπιδέχονται αἱ ἀντωνυμίαι· ὀφείλουϲιν ἄρα κατὰ τὸ τέλοϲ κινεῖϲθαι. ὅπερ καὶ [*](C) παρακολουθεῖ. ἀλλὰ μὴν εἰ καὶ κατὰ τὸ τέλοϲ ἐν προϲώποιϲ ἐκινοῦντο, ϲαφὲϲ ὅτι παρηκολούθηϲεν ἂν ϲυγχύνεϲθαι τὴν πτῶϲιν διὰ τὴν μετάθεϲιν τὴν ἐκ τοῦ προϲώπου. προνοητικώτατα ἄρα κατὰ τὸ ἄρχον κινεῖται, ἵνα ἄχραντοϲ ἡ πτῶϲιϲ μείνῃ. τὰ μέντοι ῥήματα, οὐκ ὄντα δεκτικὰ πτώϲεωϲ ἢ μόνηϲ εὐθείαϲ, ἀκωλύτωϲ τὸ τέλοϲ ἐκίνει ἐν προϲώποιϲ, ἐπεὶ οὐκέτι τὰ τῆϲ πτώϲεωϲ ἀμφήριϲτα.

    Νοείϲθωϲαν οὖν πάλιν αἱ πληθυντικαὶ τῶν κτητικῶν, αἵ τε δυϊκαί, [*](133 A) ἐν ϲυλλήψει καθεϲτῶϲαι πρώτου καὶ δευτέρου ἢ καὶ τρίτου, καθότι καὶ αἱ πρωτότυποι ἐδείχθηϲαν. ἡμέτεροϲ γὰρ ὁ ἐμὸϲ καὶ ϲὸϲ καί, εἰ τύχοι, ἄλλου του· καὶ νωίτεροϲ ὁ ἐμὸϲ καὶ ϲόϲ, ἐμὸϲ καὶ ἐκείνου.