Ϲοί. Ἀττικῶϲ. Ἴωνεϲ, Αἰολεῖϲ ὁμοίωϲ·
ϲοὶ δ᾿ ἔγω λεύκαϲ ἐπὶ βῶμον αἶγοϲ Ϲαπφώ (fr. 7 Ahrens, Bergk2). καὶ τὸ κατὰ ἀπόλυϲιν διὰ τοῦ τ
κἀπιλείψω τοι (Sapphus fr. 91 Ahrens, 8 Bergk3). καὶ ϲαφὲϲ ὡϲ μᾶλλον Δώριοϲ ἡ μετάληψιϲ, παῤ οἷϲ τὸ ϲ τῶν ἀντωνυμιῶν
[*](105 A) τ γίνεται. τῶν δὴ ἀπολύτων διὰ τοῦ τ λεγομένων μόνη ϲημειούϲθω διαϲταλτικὴ οὖϲα ἡ
νῦν δέ τοι οἴῳ πάμπαν (τ 369). τὸ γὰρ
οὖ τοι, τέκνον ἐμὸν, δέδοται (ε 428) δύναται ἔχειν τὸν λόγον οὕτωϲ· «οὐ δέδοταί ϲοι πολεμήϊα ἔργα, ἀλλὰ τῷ Ἄρει· ϲὺ οὖν μετέρχου τὰ ἔργα τοῦ γάμου, ἵνα πρὸϲ τὸν Ἄρην
[*](Anovm. 19 Dativi singularis primae personae —23 Dativi singularis secundae personae.) [*](Duscr. script. 1. εχουϲιν Α | 9. δωρικον Α, Δώριον b | 14. φαϲιν Α, φηϲιν b 22. ταραντηνοιϲ Α | 24. ϲοι δ᾿ εγω ThBergk, ϲοι δεγω Α, ϲοῖ δεγω HLAhrens, ϲοι δ εγων b | ἐπὶ βῶμον αἴγοϲ b et ThBergk, qui adnotavit ‘nisi forto fuit ἐπί τ᾿ ὦμον (i. e. ὠμόν)’, ἐπὶ βῶμον Αἴγαϲ HLAhrens, επιδωμον αιγοϲ Α | 25. κατ ἀπόλυϲιν scripsit RSchneider, κατὰ ἀπόλυτον Α b | 26. κ᾿ απιλειψώ τοι Α | 27. ωϲ μαλλον Α, ὅτι μᾶλλον b | μεταληψιϲ Α, puncta adiecit A1 | 33 — 34. ἀλλὰ τῷ Ἄρει Ab, ἀλλὰ ⟨ταῦτα μελήϲει⟩ τῷ Ἄρει KLehrs) 82
ἡ ϲύ διαϲτέλληται. —ὀρθοτονεῖται δὲ καὶ παῤ Ἀλκμᾶνι, ϲυνήθωϲ Δωριεῦϲιν·
ἅδοι Διὸϲ δόμῳ ὁ χορὸϲ ἁμὸϲ καὶ τοί, Γάναξ (fr. 86 Bergk3). — [*](B) Λέγεται δὲ καὶ τίν καὶ ἔτι μετ᾿ ἐπενθέϲεωϲ τοῦ ε τεῖν, ἰδίωϲ γὰρ ἡ μετάθεϲιϲ ἡ εἰϲ τὸ τ τοῦ ε δεκτική ἐϲτι, ϲοῦ τοῦ τεοῦ, ϲόϲ τεόϲ. — Τίθεται παρὰ Κορίννη καὶ ἐπ᾿ αἰτιατικῆϲ ἐν Κατάπλῳ,
οὐ γὰρ τὶν ὁ φθονερὸϲ δαίμων (fr. 5 Abrens, 4 Bergk3)· ἀντὶ τοῦ ϲέ, καὶ ϲαφὲϲ ὡϲ κατ᾿ ἐναλλαγὴν πτώϲεωϲ. —Τινὲϲ μέντοι ἠξίωϲαν τείνειν τὸ ῑ, ἵνα ἐκ τῆϲ τεί παρὰ Δωριεῦϲι διὰ τοῦ ει γραφομένηϲ
[*](C) ᾖ ἐϲχηματιϲμένη, μεταθέϲει τοῦ εῑ εἰϲ τὸ ῑ, ὅπερ ϲύνηθεϲ, προϲειληφυῖά τε τὸ ν ὁμοίωϲ τῷ ἐκεινοϲίν, οὑτοϲίν. ἀλλὰ ἀντίκειται τὸ μόνον ἐν τρίτοιϲ τὸ ν προϲέρχεϲθαι.
Ϲύζυγοϲ τῇ ἐμίνη ἡ τίνη, ἣ ἔϲτι παρὰ Ταραντίνοιϲ.
Οἱ. Ϲυνήθηϲ Ἀττικοῖϲ καὶ Ἴωϲι. πεζολόγοι ἐχρήϲαντο Πλάτων καὶ Ξενοφῶν. εἴρηται ὡϲ ὀρθοτονουμένη περιϲπᾶται, τῶν ϲυζύγων [*](106 A) ὀξυνομένων. Αἰολεῖϲ ϲὺν τῷ F·
φαίνεταί Fοι κῆνοϲ (fr. 2 Ahrens, Bergk3 ad fr. 2) Ϲαπφώ. Βοιωτοὶ ϲυνήθωϲ εἰϲ τὸ Fῦ μεταλαμβάνουϲι. καὶ Δωριεῖϲ ὁμοίωϲ ἡμῖν λέγουϲιν οὐκέτι οἱ δῶ, Ϲώφρων (fr. 77 Ahrens). —Ἡ μετὰ τοῦ ε μόνωϲ ὀρθοτονεῖται. εἴρηται δὲ ὡϲ καθόλου αἱ πλεονάϲαϲαι τῷ ε μόνωϲ ὀρθοτονοῦνται. — Τῇ τίν ϲύζυγοϲ ἡ ἵν, τοῦ τ ἀρθέντοϲ. Ἡϲίοδοϲ·
ἳν δ᾿ αὐτῷ θανάτου ταμίηϲ (fr. CCIV Goettling, V Schoemann). ἔϲτι καὶ ἡ ἐῖν ἀπὸ τῆϲ τεῖν παρὰ Ἀντιμάχῳ (p. 29 Stoll) καὶ Κορίννῃ
[*](B) (fr. 36 Bergk3), ἐπὶ αἰτιατικῆϲ ἔϲθ᾿ ὅτε παραλαμβανομένη·
Ἡ ἐμέ πρὸϲ παϲῶν διαλέκτων λέγεται. παρὰ Δωριεῦϲι μετὰ τοῦ ῑ, ἐμεί, ᾗ ϲυνεχῶϲ Ἐπίχαρμοϲ χρῆται. κοινῶϲ μέντοι ὁ Ϲώφρων (fr. 78 [*](ARGVM. 14 Dativus singularis tertiae personae. Οῑ et inclinatur et recto tono profertur, ἐοῖ semper rectum accentum servat. —26 Accusativi singularis primae personae.) [*](DISCR. SCRIPT. 2. Δωρι|εῦϲιν] fol.175r | 3. ‘δόμῳ de vitio suspectum’ ThBergk| Fάναξ MMaittaire b ThBergk, γ᾿ αναξ A | 4. καὶ ἔτι GKoen b, και ετιν A | 6. εϲτιν A l αιτιατιατικηϲ A | 7. γὰρ τὶν HLAhrens ThBergk, γαρτιν A, γάρ τιν b | δαίμων b ThBergk, δαιμωτ A, δήμων HLAhrens | 9. τείνειν b, τινειν A | τεί HLAhrens, τέ Ab | ει HLAhrens, ε Ab | 10. ει HLAhrens, ε A | 13. εϲτιν A | 14 ιωϲιν A | 17. hoc frugmentum diversum esse abo eo, quod 59,10 affertur, censet ThBergk | in margine A haec φαινεται μοι κηνοϲ repetita | 18. Fῦ HLAhrens, ἔ A et b in textu, qui in var. lect. ῦ proponit | μεταλαμβαναυϲιν A | 19. ‘suspectum est οὐκέτι’ b in var. lect. | οἱ δῶ HLAhrens, οι δω A et b in textu, ‘scribendum οἳ δῶ’ b in var lect., οι δωϲῶ conicit RSchneider | 23. ἳν b, ἵν CGoettling, ην A | 24. εϲτιν A | αἰτιατικῆϲ b in var. lect. RSkrzeczka, δοτικῆϲ Ab in textu | 26. inscriptio περι τηϲ εμε ϲἐ ἐ maiusc. A | δωριευϲιν A | 27. ἐμεί HLAhrens, ἐμεῖ b)
83
Ahreus) τί οὐ παῤ ἔμ’ ἐϲτράφθη. Ἡ ἀπολελυμένη οὐκ ἐπεκτείνεται.
Ἡ ϲέ ὁμοίωϲ πρὸϲ πάντων κοινή. Δωριεῖϲ διὰ τοῦ τ· [*](C)
εἰϲ τὲ καταρρεῖ, Θεόκριτοϲ (1 5).
πρὸϲ δὲ τὲ τῶν φίλων, Ἀλκμάν (fr. 52 Bergk3)· καὶ ἔτι μετὰ τοῦ ῑ,
τεὶ γὰρ Ἀλέξανδροϲ δάμαϲεν (Alcmanis fr. 53 Bergk3). καὶ ἔτι κοινῶϲ·
ϲὲ γὰρ ἅζομαι (Alemanis fr. 54 Bergk3). Εἴρηται ὡϲ ἡ ἐγκλινομένη διὰ τοῦ τύ ἐκφέρεται.
[*](107 A)Ἡ ἕ ϲύζυγοϲ τῇ ϲέ, κοινὴ ἐν διαλέκτοιϲ. Αἰολεῖϲ μετὰ τοῦ F. Τὸ
ἑὲ δ’ αὐτὸν ἐποτρύνει (Υ 171) εἰ κατὰ τὸ ἄρχον ὀξύνοιτο, δῆλον ὡϲ παράλογον ἕξει τὸν τόνον. εἴτε γὰρ τὸ δεύτερον ε ἐπλεόναϲε, δῆλον ὡϲ καὶ ἐν αὐτῷ ὁ ὀξὺϲ τόνοϲ γενήϲεται, ὁμοίωϲ τῷ ἤ καὶ ἠέ. καὶ ἥλιοϲ καὶ ἠέλιοϲ (οὕτω γάρ τινεϲ ὑπέλαβον ἐκ τοῦ τὸ ἄρχον δαϲύνεϲθαι, ὅπερ ἴδιον ἦν τῆϲ ἀντωνυμίαϲ.
[*](B) ἐλελήθει δὲ αὐτούϲ, ὅτι ἀρκτικὴ οὖϲα ἡ δαϲεῖα ἐπὶ τοῦ πλεοναϲμοῦ ἀνατρέχει, ἑώρων καὶ ἕεδνα. ἄλλωϲ τε τὸ πλεονάζον ε ἔξωθεν ἐν ἀντωνυμίαιϲ, ἑόϲ, ἑοῦ, ἑοῖ)· εἴτε τὸ ἄρχον, ὅπερ ἔϲτι, πάλιν τῆϲ ἀντωνυμίαϲ φυλάξει τὸν τόνον, εἴγε οἱ πλεοναϲμοὶ τοὺϲ τόνουϲ τηροῦϲιν, ἑοῖ, ἑοῦ. — ὑπόψυχρον γὰρ τὸ λέγειν ὡϲ ἐδιπλαϲιάϲθη ἡ ἀντωνυμία, πρὸϲ οὐδὲν χρειῶδεϲ τριῶν ἀντωνυμιῶν παραλαμβανομένων, ϲυνήθουϲ τε ὄντοϲ τοῦ κατὰ τὸ ε πλεοναϲμοῦ.
[*](C)Οὐκ ἔϲτι παρὰ Δωριεῦϲιν ἐν τρίτῳ ἡ διὰ τοῦ ῑ ἐπέκταϲιϲ ὁμοίωϲ τῇ τεί καὶ ἐμεί.
Ἡ μίν μόνωϲ ἐγκλίνεται. διὸ καὶ ταῖϲ ἐγκλινομέναιϲ μόναιϲ ἰϲοδυναμεῖ οὐκέτι δὲ καὶ ταῖϲ ὀρθοτονουμέναιϲ, ἐν οἶϲ κατ’ ἀρχὴν ἐκεῖναι τιθέμεναι, λέγω δὲ τὴν αὐτόν, τὴν ἕ, οὐκ ἔχουϲι τὴν μίν ἀνθυφαγομένην· [*](Argvm. 1 Ubi absolute ponitur, με forma usurpatur. — 3 Accusativi singularis secundae personae. — 12 Accusativi singularis tertiae personae. — 13 Ἑέ oxytonon est. Nam si posterior ε redundaret, tonum sibi exposceret, ut in ἠέ sin prior superflua est, sicut est, pleni ἕ pronominis accentus, i. e. oxytonesis, servatur, quoniam pleonasmi eundem tonum habent atque plenae formae. — 27 Μίν quod tantum inclinatur, in initio sententae poni non potest.) [*](Discr. script. 4. εἰϲ Ab, ἐϲ Theocriti libri | 8. τεὶ HLAhrens ThBergk, τεῖ b | Ἀλέξανδροϲ δάμαϲεν ThBergk. Ἀλεξάνδρῳ δαμαϲαι Ab in textu, ‘fortasse Ἀλέξανδροϲ δεδάμαϲται b in var. lect., ‘rectius forsitan scripseris δάμαϲε sc. Aphrodite HLAhrens | 12. κοινὴ b, κοινηι A | 13. ἑὲ RSchneider, ἕε b | 15. επλεοναϲεν A | 16. τῷ ἤ b, τω ε A | 18. ἐλελήθει] fol. 175 v. | 19. εξωθεν A, ἐξέπεϲεν b | 20. ἑοῦ, ἑοῖ RSchneider, ἕου, ἕοι b | εϲτιν A | 22. ἑοῖ, ἑοῦ RSchneider, ἕοι, ἕου b | γαρ το A, δὲ τὸ b | 25. εϲτιν A | 26. τεί et ἐμεί HLAhrens, τεῖ et ἐμεῖ b | 27. εγκλινομεναι A)
84
εἴρηται δὲ ὡϲ ἀδύνατον ἐγκλιτικὸν μόριον ἐν ἀρχῇ εὑρέϲθαι. Ἔτι διαφέρει τῆϲ ⟨αὐτόν ἡ⟩μίν, ᾖ ἡ ἐξ αὐτῆϲ μὲν μετάληψιϲ γίνεται
[*](108 A) εἰϲ τὴν αὐτόν, οὐκέτι δὲ ἡ αὐτόν εἰϲ τὴν μίν μεταλαμβάνεται, ἡνίκα ἐν πρώτῳ καὶ δευτέρῳ ἐϲτί. τοῦτο δὲ καὶ ἐπὶ τῶν κατὰ τὸ τρίτον παϲῶν.
Ἴωνεϲ διὰ τοῦ μ, Δωριεῖϲ δὲ διὰ τοῦ ν.
Ἔτι καὶ ἡ νίν τάϲϲεται ἐπὶ πλήθουϲ·
ὅϲτιϲ δὴ τρόποϲ ἐξεκύλιϲϲέ νιν, Πίνδαροϲ Ἰϲθμιονίκαιϲ (fr. 2 Boeckh).
προϲφωνεῖτέ νιν ἐπὶ νίκαιϲ, Βακχυλίδηϲ (fr. 8 Bergk3) καὶ πλεῖϲτα ἄλλα. ὁ δὲ πλάνοϲ τῆϲ τοιαύτηϲ
[*](B) ἀφορμῆϲ ἴϲωϲ ἐρρύη ἐκ τοῦ
εὕρομεν ἐν βήϲϲηϲι τετυγμένα δώματα καλά,ἀμφὶ δέ μιν λύκοι ἦϲαν ὀρέϲτεροι (κ 210. 212) καὶ
ἦ μάλα δὴ τάδε δώματα κάλ᾿ Ὀδυϲῆοϲ καῖ
οὐκ ἄν τίϲ μιν ἀνήρ (ρ 264. 268). ἦν δὲ τὰ τοιαῦτα ἐπὶ τὴν ϲυνωνυμίαν φερόμενα τοῦ δῶμα, ὁμοίωϲ τῷ
[*](C) νεφέλη δέ μιν ἀμφεκάλυπτε,τὸ μὲν οὐ ποτε (μ 74. 15) τὸ νέφοϲ·
αἱ μὲν ἀγχιϲτῖναι· τὰ δ’ ἐρῆμα φοβεῖται (Ε 141. 140).ἐννῆμαρ μέν· τῇ δεκάτη δέ (A 53. 54). ἐποίϲει γοῦν
γιγνώϲκω δ’ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται (ρ 269).[*](109 A) τὸ δ’ ἐπὶ τοῦ Ἄρεωϲ καὶ Ἀθηνᾶϲ
οὐδ’ εἰ μάλα μιν χόλοϲ ἥκει (P 399), [*](Arovm. 2 Ab αὐτόν accusativo ita differt μίν vocula, ut ipsa in eius locum substitui possit, ille, ubi ad primam secundamve personam pertinet, cum ea commutari non possit. — 9 Nίν etiam ad plures refertur : cuius usus origo ab Homero repeti potest, apud quem μίν aliquotiens ad pluralem pertinere videtur quamquam videtur tantum, nam re vera ad synonymum singularis numeri pertinet.) [*](Discr. script 1 δε ωϲ Α, γὰρ ὡϲ b | 2. αὐτόν ἡ b, om. A | 8. ἐξεκύλιϲϲέ νιν ABoeckh, ἐξεκύλιϲέ νιν b in var. lect., ἐξεκυλίϲθη b in textu, εξεκυλιϲθη A, puncta adiecit A1 | 10. νίκαιϲ] ‘Pertinet ad fragmenta Isthmion.’ b in var lect. 11. βακχυλλιδη A | 11—12. ὁ δὲ πλάνοϲ τῆϲ τοιαύτηϲ ἀφορμῆϲ ἴϲωϲ ἐρρύη ἐκ Ab, an sit scribendum ὁ δὲ πλάνοϲ ἵϲωϲ ἐρρύη ἐκ τῆϲ τοιαύτηϲ ἀφορμῆϲ dubitat RSkrzeczka, ἡ δὲ ἀφορμὴ τοῦ τοιούτου πλάνου ἴϲωϲ ἐρρύη ἐκ GUhlig | 13. εὕρομεν Ab, εὗρον δ’ Homerus | καλά Ab, Κίρκηϲ Homerus | 16. καλα A | 20. ἀμφεκάλυπτε] ἀμφιβέβηκε Homerus 23. ἀγχιϲτῖναι Homerus, ἀγχιϲτῆναι Ab | ταδερήμα in ταδ᾿ έρηι mutavit A | φοβειτε in φοβειται mutavit A | 24. 25. δέ. ἐποίϲει b, δ δ᾿ εποιϲει A 27. Αρεωϲ A, Ἄρεοϲ b | Ἀθηνᾶϲ b, αοπναϲ A) 85
ὡϲ εἰ ἔλεγε χωρὶϲ ἐφ’ ἑκατέρου. τὸ γὰρ πληθυντικὸν ἐφ’ ἐνικοῦ μεταλαμβανόμενον καὶ εὔλογον καὶ ϲύνηθεϲ, εἴγε ἐμπεριεκτικόν ἐϲτι τὸ πλῆθοϲ τοῦ ἑνόϲ, οὐκέτι δὲ τὸ ἑνικὸν τοῦ πληθυντικοῦ. καὶ ἔτι ἐπὶ δυϊκοῦ. διὸ πάλιν τὸ δυϊκὸν οὐκ ἔϲτιν ἐπὶ πληθυντικοῦ· τὸ γὰρ
[*](B)κρινθέντε δύω καὶ πεντήκοντα (θ 48) πρὸϲ τὰ δύο, καὶ τὸ
οἶνον πινόντων (α 340) ἀντὶ τοῦ πινέτωϲαν Ἀττικόν ἐϲτι. — Τί οὖν οὐχὶ καὶ τὰ δύο ἐφ’ ἑνόϲ τάϲϲεται; Ὅτι καὶ τὸ δυικὸν ὄνομα κυρίου ἀριθμοῦ, ὅμοιον τῷ τέϲϲαρεϲ ἢ τρεῖϲ ὄν· τὸ δὲ πληθυντικὸν κοινὸν παντὸϲ ἀριθμοῦ τοῦ ὑπὲρ τὴν δυάδα.
Αἱ δυϊκαὶ κατὰ πρῶτον καὶ δεύτερον πρόϲωπον πάϲηϲ πτώϲεωϲ [*](C) μόνωϲ ὀρθοτονοῦνται· καὶ ἡ αἰτία εἴρηται. Εὐθείαϲ μὲν καὶ αἰτιατικῆϲ κοινῶϲ, νῶι, ϲφ ῶι Ἀττικαὶ δὲ τῶν αὐτῶν πτώϲεων νώ καὶ ϲφ φώ, αἶϲ καὶ ὁ ποιητὴϲ προϲχρῆται,
νὼ ἀναβηϲάμενοι (ο 475),ϲφὼ δὲ μάλ’ ἠθέλετον (Λ 782)· γενικῆϲ καὶ δοτικῆϲ νῶιν καὶ ϲφῶιν. μονοϲυλλάβωϲ Εὔπολιϲ Μαρικᾷ (fr. XIII Meineke)·
νὼ γάρ, ἄνδρεϲ, οὐχ ἱππεύομεν, [*](110 A) καὶ ἔτι ἐν Φίλοιϲ
εὐφρανῶ δὲ νώ (fr. 1 Meineke). τοιοῦτο δ’ ἦν τὸ
[*](Arovm. 1 Omnino pluralem de una re vel duabus usurpari Iicet, non licet dualem vel singularem de pluribus. Neque vero dualis de na re poni potest, ut qui definitum numerum indicet. — 12 Dualis primae et secundae personae. Atticis formis etiam Homerus utitur.) [*](Discr. script. 1. ελεγεν A | εκατερου A, ἑκάϲτου b | 2. καὶ εὔλογον καὶ ϲύνηθεϲ] Malim καὶ ϲύνηθεϲ καὶ εὔλογον b in var. lect. | ἐϲτιν A | 3. ἐπὶ ante τοῦ πληθυντικοῦ inserit JGuttentag | 4. πάλιν τὸ δυικόν] fol. 176 r. | 5. δυο A | 8. ἀντὶ A, quod ipsum RScneider proposuerat, ἀνὰ b | ἐϲτιν A | 9. κυριου A, κύριον b | 9 —10. τέϲϲαρεϲ ἢ τρεῖϲ ὄν scripserunt RScheider et JGuttentag ex A, qui haec babet δ. ηγον, δηγον b in textu, ‘corrige ὅμοιον τῷ τέϲϲαρεϲ ἢ τρεῖϲ, nimirum ex δ. ηγον’ b in var. lect. | 12. inscriptio αρχη του δυικου περι. τηϲ νωῦ και ϲφωῖ maiusc. A ‘Hic δυϊκοῦ originem traxisse ex male intellecto Δ. i e. τετάρτου, manifestum est ex iis, qui praecedunt, titulis: nam Fol. 157 v. ante vocem Ϲυμβέβηκε legitur [vid. ad 35, 5] et Fol. 166 v., post voces δύο κλίϲεων γινομένων, αρχη του τριτου [male, vid. ad 60, 20]. Hos ego titulos, cum similibus pluribus, omittendos duxi, imperite saepe nec suis locis appositos b in var. lect. Nos omnes eius generis titulos adscribimus | 14 Ἀττικαὶ b, αττικοι A | 18 καὶ add. b | verba μονοϲυλλάβωϲ Εὕπολιϲ — 22 εὐφρανῶ δὲ ϲφώ sic interpncta et scripta transponit GUhlig v. 14 post ϲφώ; post v. 21 ϲφῶιν inserenda esse talia ⟨διϲυλλάβωϲ, παρὰ δ’ Ἀττικοῖϲ μονοϲυλλάβωϲ νῶν, ϲφῷν, ῆ πάλιν και Ὄμηροϲ προϲχρῆται⟩ censet idem 23 δῆν b, γαρ ην A, quod servat GUhlig) 86
οὐ γὰρ ϲφῷν τε γένοϲ ἀπόλωλε τοκήων (δ 62), ὅπερ ἐδόκει ἐπίμεμπτον εἶναι, ὡϲ τρίτον πληθυντικὸν δίχα τοῦ ῑ γραφόμενον, τοῦ λόγου ἀπαιτοῦντοϲ δεύτερον· πρὸϲ γὰρ αὐτοὺϲ ὑπὲρ αὐτῶν·
ἀλλ’ ἀνδρῶν γένοϲ ἐϲτέ (δ 63). ἡ πρόϲθεϲιϲ οὖν τοῦ ῑ, ποιοῦϲα τὸ Ἀττικόν, καὶ εἰϲ ἀκρίβειαν τὸν
[*](B) λόγον καθιϲτάνει. καὶ ἦν ἱκανὴ ἀπόδειξιϲ τοῦ εἶναι αὐτὴν γενικὴν δευτέρου Ἀττικὴν τὸ καὶ ταῖϲ εὐθείαιϲ ϲυνεχέϲτερον αὐτὸν κεχρῆϲθαι. πρὸϲ οἶϲ᾿ ἀκριβὴϲ πάντοτε περὶ τὰϲ ἀντωνυμίαϲ ἐϲτίν.
Αἱ Ἀττικαὶ κατὰ τὴν εὐθεῖαν ὀξυτόνωϲ ἀνεγνώϲθηϲαν παρὰ τῷ ποιητῇ καὶ ἅπαϲι τραγικοῖϲ τε καὶ κωμικοῖϲ, αἵ τε γραφαὶ οὐκ ἔχουϲι τὸ ῑ προϲκείμενον, οἰκεία τε πτωτικῷ τῷ διὰ τοῦ ω ἡ ὀξεῖα τάϲιϲ. «καὶ διὰ τοῦτο ἐπαινετέα», φαϲίν, εἦ καὶ ἡ γραφὴ ἀνάλογοϲ καὶ ὁ [*](C) τόνοϲ, ἡ
πρίν γ’ ἐπὶ νὼ τῷδ’ ἀνδρί (Ε 219). ἡ μέντοι νῶι καὶ ϲφῶι πάλιν οὐκ ἀκόλουθοι, καθὸ οὐδὲν δυϊκὸν εἰϲ ῑ λήγει. — Ἀλλ’ οὔτωϲ ἐχόντων τῶν ϲχημάτων, εἰϲ ἄπορον περιίϲταται ὁ λόγοϲ. οὔτε γὰρ ἀπὸ τῶν κοινῶν αἱ Ἀττικαὶ καταϲταθήϲονται, οὔτε ἀπὸ τῶν Ἀττικῶν αἱ κοιναί. — Εἰ γὰρ τὸ ῑ προϲῆλθε τῇ Ἀττικῇ ὡϲ
[*](111 A) ὁλοκληροτέρᾳ, καθάπερ φίλοιϲ καὶ φίλοιϲι, πῶϲ ϲυλλαβικῆϲ χώραϲ ἔτυχε πάντοτε γὰρ μετὰ φωνήεντοϲ προϲτιθέμενον ἀδιάϲτατόν ἐϲτι, μετὰ δὲ ϲυμφώνου ϲυλλαβῆϲ τυγχάνει· τοῦ προτέρου κενή κεινή, δέουϲ δείουϲ, τοῦ δευτέρου φίλοιϲι, οὑτοϲί, ἐκεινοϲί. πῶϲ δὲ οὐχὶ ἐντὸϲ τοῦ ῑ ἡ κλίϲιϲ ἔπεϲε, καθάπερ ἐπὶ τοῦ τουτουῑ, ἐκεινουΐ; φαμὲν δὲ ἔξωθεν προϲτιθέντεϲ τὸ ν, ὡϲ ἂν τοῦ ῑ μὴ προϲεληλυθότοϲ, νῶιν.
[*](Arovm. 1 ln hoc versa contracta ϲφῷν forma legenda est ϲφῶν enim si legeres, tertia esset, requiritur atem secunda. — 11 Neque atticas formae νῶ ϲφώ a formis omnium usu receptis derivari possunt, neque vice versa. 18 Nam si atticas formas plenas esse statuimus: 1) mirum est ῑ post vocalem additam per se esse syllabam. — 23 2) Nec per epectasin ῑ adiecta esse potest.) [*](Testim. 6 schol. H. M. ad δ 62 χωρὶς τοῦ ῑ ἡ σφῶν, ὡς Ἀρίσταρχος καὶ. Ἡρωδιανός. Ἀπολλώνιος δὲ ἐν τῷ περὶ άντωνυμιῶν γράφει αὐτὴν μετὰ τοῦ ῑ, ῖν᾿ δευτέρου προσώπου κατὰ συναίρεσιν. ἀλλ᾿ οὐν ἔστι κτλ. Eustath. 153, 42. Εt. M 610, 5. — 12 schol. A. B ad Ε 219 περὶ δὲ τῆ τάσεως τοῦ μονοσυλλάβου. διὰ τί οὐ περιεσπόσθη. ἐκ τῷ περὶ ἀντωνυμιῶν δηλοῦται· καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκκὸν εἰς ω λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ κτλ. Discr. script. 1. τε γένοϲ Ab, γε γένοϲ Homerus | απωλωλεν A | 3. ὑπὲρ Ab, οὐ περὶ Anauck | 6, τ in το ex π factum in A | 11. εχουϲιν A | 12. οἰκεία b, οικειαι A | τε Ab, τε ⟨τῷ⟩ RSkrzeczka | ⟨τῷ⟩ διὰ τοῦ ω η ὀξεῖα RSkrzeczka, ἡ διὰ τοῦ ὀξεῖα Ab, ⟨οἰκεἶαί τε πτωτικῷ⟩ ἡ διὰ τοῦ ω ⟨γραφὴ καὶ ἡ ⟩ ὀξεῖα GUhlig | 14. τόνοϲ, ⟨ἡ⟩ b, τονοϲ A | 19. προϲηλθεν A | 20. ετυχεν A | 21. εϲτιν A | 22. δέουϲ RSchneider, δέοϲ Ab | 24. τοῦ ῑ ῆ κλίϲιϲ] fol, 176 v. επαιϲεν A pro ἔπεϲε | τουτουῖ, ἐκεινουῖ φαμὲν b, τουτου εκεινου εφαμεν A) 87
[*](B) — πρὸϲ οἶϲ καὶ βίαιον ὁλοκληρότερον τὸ Ἀττικὸν ἐκδέχεϲθαι τῆϲ πάντων χρήϲεωϲ. ἀλλ’ εἰ διαίρεϲιϲ, ἑνὸϲ ὄντοϲ τοῦ ω· καὶ τοῦτο ἀϲύϲτατον. πρὸ γὰρ τοῦ ω τὰ τοιαῦτα, καὶ οὐδέποτε διὰ τοῦ ῑ, νυμφέων, μουϲέων, ὀρέων. — «ἀλλ’ ἴϲωϲ ἐν τῇ κατὰ διάϲταϲιν διαιρέϲει ἐϲτίν, ὡϲ κόϊλον, πάϊϲ· καὶ εὐλόγωϲ προπεριϲπαϲθήϲεται τὸ νῶι διὰ τὴν τῆϲ βραχείαϲ ἐπιφοράν». ἀλλὰ πολὺ πρότερον δοθήϲεται
[*](C) διὰ τοῦ ῑ αὐτὰϲ γράφεϲθαι, ὅπερ οὐχ εὑρέθη. τεκμηριοῦνταί τε ἐκ τοῦ Βοιωτιακοῦ, ἐπεὶ οὐδέποτε παρὰ αὐτοῖϲ νοί διὰ τοῦ οι. — οὐκ ἐπεὶ δὲ παρ’ Ἀττικοῖϲ ἔϲτι νωίτεροϲ καὶ ϲφωίτεροϲ, εὐθέωϲ καὶ κατὰ τὴν εὐθεῖαν τὸ ῑ προϲγεγράψεται· ἀπὸ γὰρ γενικῶν αἱ κτητικαί, αἵτινεϲ ϲὺν τῷ ῑ γράφονται.
«Ἄλλ’ ἐκ τῶν ἐναντίων ἀπὸ τῆϲ νῶι τὸ Ἀττικόν.» — Εἰ μὲν οὖν κατὰ τὴν πρόϲληψιν τοῦ ῑ, καθὸ Καδμῇδεϲ καὶ Νηρῇδεϲ, πάλιν ἡ [*](112 A) γραφὴ τὸ ῑ ἕξει, ὅ τε τόνοϲ περιϲπαϲθήϲεται, οὐδενὸϲ ἐμποδίου ὄντοϲ· εἰ δὲ ἀπεκόπη. τὸ μὲν ῑ οὐχ ἕξει, τὸν δὲ τόνον περιϲπάϲει, καθὸ καὶ ἀπὸ τοῦ δῶμα δῶ καὶ ἀπὸ τοῦ ἧλοϲ ἧλ.
Ἀπ’ οὐδετέραϲ οὖν τοῦ λόγου καθιϲταμένου, θεματικὰϲ ἀμφοτέραϲ εἰϲηγήϲαντο, εἴγε ἡ χρῆϲιϲ παρὰ τῷ ἀρχαιοτάτῳ ποιητῇ ἀμφοτέρων ἐϲτί· καὶ παρὰ μὲν τοῖϲ μετοίκοιϲ Ἴωϲι τὴν διϲύλλαβον ἐμμεῖναι, παρὰ δὲ τοῖϲ καταμείναϲιν Ἀττικοῖϲ τὴν μονοϲύλλαβον. — Εἰ δὲ δέον ἐϲτὶν [*](B) ἀπὸ τῆϲ κοινῆϲ τὴν Ἀττικὴν καθίϲταϲθαι, καθὸ καὶ ⟨αἱ⟩ ἄλλαι ἔχονται ἀφορμῆϲ τῶν κοινῶν, λεκτέον ὡϲ ἡ νώ καὶ ϲφώ ἀποκοπεῖϲαι οὐκ ἀήθωϲ τοῖϲ Ἀττικοῖϲ (Ποϲειδῶ γάρ φαϲι καὶ μὰ τὸν Ἀπόλλω τουτονί) οὐκέτι περιεϲπάϲθηϲαν, κατάληξιν δυικὴν ἀναδεξάμεναι. ἄλλωϲ τε τὰ εἰϲ ω λήγοντα πτωτικά, κλίϲεωϲ τυγχάνοντα, οὔποτε περιϲπαϲμὸν ἀνεδέξατο. τούτῳ γὰρ τῷ λόγῳ καὶ ἡ νεώ γενικὴ ὠξυτονήθη, μετὰ [*](C) καὶ ἄλλων λόγων τῆϲ γενικῆϲ τὸν περιϲπαϲμὸν ἀπαιτούϲηϲ· καὶ τὸ
Λητὼ τὰρ ἥλκηϲε (λ 580) καὶ τὸ
Πυθὼ δ’ ἐρχομένην (λ 581) [*](Arovm. 2 3) Nec ea diaeresis statui potest, qua ex una vocali fiunt binae; nec ea, qua diphthongi in sua dissolvuntur elementa. — 12 Neque vero ex νῶι ϲφῶι formis atticae ortae esse possunt Nam aut ῑ, si servaretur, subscribendum esset. net gravis imponendus; aut si ῑ supprimeretur, tanen circumflexus non mutaretur. — 18 Sunt igitur qui utrasque formas primarias esse statuant. Sed ponamus monosyllabas ex longiore forma factas esse: cur formarum, ex quibus ortae sunt, accentum non servaverint, haec causa est, quod analogiam dualis et omnino atticarum in ω vocum sequuntur.) [*](‘Discr. script. 2. ἀλλ’ εἰ b, αλλ η A | 6. τ vocis το ex ϲ facta in A | νῶϊ b, νω A | 8. παρα A, παρ’ b | νοί διὰ τοῦ οι] ‘Fortasse, νύ διά τοῦ υ᾿ b in var. lect, ABoeckh | 9. εϲτιν A | 10. την ευθειαν A, εὐθεῖαν b | 13. καδμηδεϲ και νηρηιδεϲ A | 19. εϲτιν | ιωϲιν — A | 21. καὶ αἱ b, καὶ A | 25. ουπωτε A | 26, τωυτω A pro τούτῳ | 28. ηλκηϲεν A | 30. Πυθὼ δ’ RSchneider, Πυθώδ’ b Homerus vulg. | ἐρχομένην Homerus b, ερχομενη A) 88
καὶ τὰ τούτοιϲ παραπλήϲια, κἆν τὸ ἐντελὲϲ ἔχωϲι Λητόα καὶ Πυθόα, ἀναγκαίωϲ ὠξύνθη. ἕνεκα γὰρ τούτου καὶ διϲτάϲαι τὸν Ἀρίϲταρχόν φαϲι περὶ τοῦ
ἠῶ δῖαν ἔμεινε (I 662), καθὸ ἦν τὸ ἐντελὲϲ ἠόα. — Αἱ ἀποκοπαί, ἐὰν τύχωϲι πτωτικῆϲ κατα 113 A. λήξεωϲ, κλίνονται, μάκαρ, μάρτυρ,
γηράντεϲϲι τοκεῦϲιν (Hesiod. O. D. 188) κλιθήϲονται οὖν αἱ προκείμεναι ἀντωνυμίαι δυϊκῆϲ μᾶλλον καταλήξεωϲ τυχοῦϲαι. — αἵ τε γενικαὶ αὐτῶν εὐλόγωϲ διὰ τοῦ ῑ γράφονται, εἴγε παντὸϲ δυϊκοῦ εὐθεῖα μὲν ἕν ἔχει φωνῆεν, γενικὴ δὲ δύο, ὧν τὸ δεύτερον ῑ· ἀλλὰ καὶ περιϲπαϲθήϲονται, εἴγε τὰ ὀξύτονα τῶν δυϊκῶν B περιϲπᾶται κατὰ γενικήν.
Διὰ τοῦ ε ἡ νῶε παρὰ Ἀντιμάχῳ ἐν Θηβαῒδι
ἔδρακε νῶε μολοῦϲα (p. 28 Stoll)· καὶ
τού τε νῶεἐν Ἰολάῳ Κόριννα (fr. 16 Ahrens, 5 Bergk3). Ϲφωέ. Αὕτη αἰτιατικὴν μόνην ϲημαίνει,
τίϲ τάρ ϲφωε θεῶν (A 8) καὶ ἐπεὶ ϲύνηθεϲ Ὁμήρῳ τὸ διϲυλλαβοῦν, ϲαφὲϲ ὅτι καὶ τὸ
ἤ τίϲ ϲφωε πόρεν θεὸϲ ἀντιβολήϲαϲ (K 546) οὐ τοῦ ἔπορε τὸ ε ἔχει, τῆϲ δὲ ἀντωνυμίαϲ, Ἰακῶϲ κεκλιμένου τοῦ C ῥήματοϲ. Καὶ ἔτι
εἰ μή ϲφω’ Αἴαντε (P 531) τὸ πλῆρεϲ ϲφωέ. παρὰ γὰρ Ἀντιμάχῳ καὶ μονοϲυλλάβωϲ ἐν τρίτῃ Θηβαῖδοϲ (p. 28 Stoll)
τὸ καί ϲφω γείνατο μήτηρ, [*](Arovm. 5 Νώ ϲφώ formac dualium more flectuntur; ut genetivis et dativis ab iis derivatis imponatur circumflexus, analogia flagitat. — 18 Dualis tertiae personae ϲφωὲ nihil est nisi accusativus quae forma una apud Homerum est, apud Autimachum etiam ϲφώ legitur.) [*](Discr. script. 1. εχουϲι A | 2, οξυν in extr. fol 176 v. ‘Hine fol. 185 r. ubi nc quis miretur interruptum foliorum ordinem, factum est incuris compactoris, ut extrema libri de Adverbiis pars cum primo folio huius, qui de pronomine est, h. l. insereretur b in var. lect. | 3. φαϲιν A | 4. ἔμεινε Ab, ἔμιμνεν Homerus 5 καθὸ Ab, καίτοι Klehrs | τυχωϲιν A | 8. μᾶλλον inter οῦν et αἰ transponen- dum essc censet JGuttentag | 13. ἐν Θηβαῖδι HWStoll. qui dubitat, possitne ἐν Θήβῃϲιν vel ἐν Θήβῃϲ ad finem antecedentis versus Antim. relegari, ενθηβεϲιν Ab | 14. εδρακεν A | 16. τοῦ τε νῶε ABoeckh HLAhrens ThBergk, τουτε νῶε Ab | 18. inscriptio περι τηϲ ϲφωε maiusc. A | ϲφωέ RSkrzeczka, ϲφῶε b | 20. διϲυλλαβοῦν RSkrteczka, διϲυλλαβϲῖν Ab | κὰν τῷ pro καὶ τὸ RSchneider | 21. θεῦν eratin A, ex quo θεοϲ factum ab Ax x | 22. ἔχεται pro ἔχει RSoheider | 23. ῥήματοϲ b, ϲχήματοϲ A | 24. ϲφω’ ‘HGStoll JGuttentag, ϲφω Ab | 27. τὸ A et HWStoll, τῷ b) 89
καὶ ἐν πρώτη (p. 28 Stoll)
ἀϲπαϲίωϲ τέ ϲφω ἄγεν οἴκαδε.[*](114 A)Βίαιοϲ ὁ Ἰξίων ἐϲτὶ τὴν ϲφωε καὶ ἐπὶ δευτέρου τάϲϲων,
ἀμφοτέρω τὰρ ϲφῶε φιλεῖ (H 280. K 552). «ἐπεὶ καὶ ἡ νῶε διὰ τοῦ ε. — καὶ ἔτι ὡϲ τῇ ϲφώ ἐπὶ τρίτου νοουμένῃ τὸ ε προϲέρχεται, οὕτω καὶ τῇ κατὰ τὸ δεύτερον πάλιν νοουμένῃ Ἀττικῇ προϲέρχεται». Ἀλλ’ οὕτε ἡ διὰ τοῦ ε νῶε εὐπαράδεκτοϲ, καθότι ϲπανιωτάτη, ἅπαξ που ἢ δὶϲ εἰρημένη· οὔτε ἡ κατὰ τὸ τρίτον μονοϲύλλαβοϲ,
[*](B) κατὰ τὸν αὐτὸν λόγον. — πρὸϲ οἶϲ οὐδὲ ὁ χρηϲάμενοϲ ἀξιοπιϲτότεροϲ τῶν μὴ χρηϲαμένων. — πάνυ δὲ εὔηθεϲ, τῆϲ κατὰ τὸ πρῶτον πρόϲωπον εἰϲ ῑ ληγούϲηϲ, μὴ οὐχὶ καὶ τὴν κατὰ τὸ δεύτερον παραδέχεϲθαι. — πρὸϲ οἶϲ καὶ πάλιν πάμπολλοϲ ἡ χρῆϲιϲ. ποία δὲ καὶ ἀνάγκη, ὀρθῶϲ ἐχούϲηϲ τῆϲ ϲφῶι, τὴν ϲφῶε παραλαμβάνειν;
Τρύφων (p. 28 Velsen) ϲυγκατατιθέμενοϲ τῷ Ἰξίωνί φηϲι «τὴν ϲφέ ἀντωνυμίαν κατ’ ἐπένθεϲιν τοῦ ω δυϊκὴν γενέϲθαι τῆϲ αὐτῆϲ πτώϲεωϲ, καὶ ἔτι [*](C) τὴν ϲφίν, ὡϲ τοῦ ω πτωτικοῦ ὄντοϲ δυικῶν». Πῶϲ οὖν οὐχὶ καὶ αἱ κατὰ τὸ πρῶτον καὶ αἱ κατὰ τὸ δεύτερον τὸν αὐτὸν τρόπον ἐϲχηματίϲθηϲαν ; — Ἡ ϲφίν καὶ ἀποβάλλει τὸ ν, ἡ δὲ ϲφωίν οὐδέποτε. — ἡ ϲφίν δοτικῆϲ, ἡ δὲ γενικῆϲ καὶ δοτικῆϲ. — τί δὲ οὐχὶ καὶ ἐπὶ τῶν διϲυλλάβων ἡ ἐπένθεϲιϲ τοῦ ω, λέγω δὲ τῆϲ ϲφέαϲ καὶ ϲφίϲιν;
Ὁμοίωϲ οὖν τὰϲ τοῦ πρώτου καὶ δευτέρου θέματά τινεϲ ἠξίουν [*](115 A) εἶναι, καὶ ἐκδόϲειϲ τινὰϲ παρατιθέμενοι τὸ
τάρ ϲφωι (A 8) ϲὺν τῷ ῑ γράφειν, «ἐπεὶ καὶ ἡ ϲφῶιν (Θ 415), δευτέρου οὖϲα προϲώπου, κατὰ τόνου ἐναλλαγὴν τὸ τρίτον ἀποτελεῖ ἐν τῷ
καί ϲφωιν δὸϲ ἄγειν2 (A 338). Ἀλλὰ μήποτε τὸ μαρτύριον παράλογον· ποία γὰρ καὶ ἄλλη ἀντωνυμία τόνου ἐναλλαγῇ προϲώπου γίνεται μεταβατική, —
[*](Arovm. 3 lxio ϲφωε i e. ϲφῶε etiam secundae tribuere voluit sed fallitur. Nam ex paucis testimoniis eisque non gravibus nihil colligitur. Deinde νῶι forma hanc ϲφῶι tuetur. Denique ϲφῶι usitatissimum est. — 14 Trypho cum lxione consentit formas tertiae ϲφωέ ϲφωίν ex ϲφέ ϲφίν factas esse censet. At nec in prima nec in secunda dualis eo modo ortus est ϲφίν abicit ν, ϲφωίν non abicit ϲφίν dativi est, ϲφωίν genetivi et dativi; cur non ex ϲφέαϲ ϲφίϲιν similes formae, ω inserta, ortae sint? — 21 Inter duales secundae et tertiae personae quid rationis intercelat, quaerunt grammatici Alii primae et secundae duales nativos esse, ex duali secundae dualem tertiae (ϲφωί ex ϲφῶι, ϲφωίν ex ϲφῶιν) inclinatum esse censent. — 27 At nullum aliud pronomen mutato accentu in aliam personam transit.)[*](Discr. script. 2. litterae εν οικαδε vocum αγεν οικαδε in rasura A | 4. ϲφωέ b | 12. πάμπολλοϲ b, πολλὸϲ A | 13. 1 vocis ϲφωι in rasura Ax | 14. φηϲιν A 18. τὸ v b, τον v A | ϲφώιν b | 19. τί δὲ οὺχί] fol. 185 v. | 21. τὰϲ τοῦ RSchneider; ταῖϲ τοῦ Ab | 23. ϲφωϊ b, ϲφωιν A, punctum adiecit A1)90
«Ἀλλ’ ἴϲωϲ ἐκεῖνοϲ ὁ λόγοϲ ἰϲχυρόϲ, ὡϲ αἱ φθάϲαϲαι κατὰ τὸ πρῶτον καὶ τὸ δεύτερον ὁμοιοκαταληκτῆϲαι, πάντωϲ καὶ κατὰ τὸ τρίτον· [*](B) ὅθεν εἰ νῶι καὶ ϲφῶι καὶ ἐπ’ αἰτιατικῆϲ, πάντωϲ καὶ κατὰ τὸ τρίτον.» Ἀλλ’ αἱ ὁμοιοκατάληκτοι οὐ πάντωϲ τοῖϲ αὐτοῖϲ ϲτοιχείοιϲ χρῶνται· οὐκ ἄλογοϲ οὖν ἡ κατὰ τὸ ε ἐναλλαγή. — ἄλλωϲ τε αἱ ὁμοιοκατάληκτοι καὶ ἰϲόπτωτοι, ἡ δὲ ϲφωέ αἰτιατικῆϲ μόνηϲ, τῆϲ κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ εὐθεῖαν ϲημαινούϲηϲ. οὐ γὰρ ὑγιὲϲ τὸ λέγειν ὡϲ ἀκόλουθοϲ τῇ νῶε, ὅτε οὐδὲ Ὅμηροϲ ἐχρήϲατο.