De compositione verborum (epitome)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια, τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν ἕνεκα τοῦ τὴν ἁρμονίαν ἡδεῖαν καὶ καλὴν γενέσθαι, φανερόν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ἐν τῷ τοῦ Δημοσθένους τῷὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ οὐχὶ τοῦ ἀναγκαίου χάριν προσκεῖσθαι τὸ μηδὲ τοξεύῃ, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τὸκἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον; καὶ ἔτι ἐν τῷ ἐπιταφίῳ τοῦ Πλάτωνος, ἔνθα φησίν· ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων· ἐνταῦθα γὰρ τὸπαρὰ τῶν ἀκουσάντων παραπλήρωμα τῆς λέξεως πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλοντοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. καὶ δὴ καὶ τὸ τοῦ Αἰσχίνουἐπὶ σεαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς, τρίκωλον πάνυ ἐπαινούμενον, τῆς αὐτῆς ἰδέας ἔχεται· ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπονἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, τοῦτο εἰς τρία διῄρηται. τῆς μὲν δὴ προσθέσεως ἐν τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς δὲ ἀφαιρέσεως, ὅταν τῶν ἀναγκαίων τι λεχθῆναι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν
ἀκρόασιν, ἀφαιρεθὲν χαριεστέραν ποιεῖ τὴν ἁρμονίαν· οἷα ἐστὶν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί·Μύω τε καὶ δέδορκα κἀξανίσταμαι, πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα·πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφ’ ἑτέρων· τὸ δὲ μέτρον ἠδικεῖτο, καὶ οὐκ ἂν ἔσχεν ἣν νυνὶ χάριν ἔχει. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα·ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω· μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δὲ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν·ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα ὡς οὐκ ἐπιτήδειοι ἔχειν τὴν ἀτέλειαν, πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω· ἀλλ’ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.
Τὰ δ’ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ ταῖς τε προηγουμέναις καὶ ταῖς ἑπομέναις οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν. οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον.
Διωρισμένων δὴ τούτων, ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ, καὶ διὰ τίνων θεωρημάτων τυγχάτων
νοι τις ὧν ἂν βούληται. δοκεῖ δή μοι δύο ταῦτ’ εἶναι γενικώτατα ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς ὁρῶσα, ὅταν εὑρίσκῃ ταῦτα ἐν αὐτοῖς, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ παράδοξον οὐδέν, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, καὶ ἡγοῦμαί τινα λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως. ἡ γάρ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία· οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μέν, οὐ μὴν καλῶς γε ἐφ’ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλ’ οὐχὶ καθάπαξ· ἐπεὶ καὶ παρ’ ἐκείνοις ἥρμοσταί τινα ἡδέως, ὡς καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει· καὶ γὰρ ἡδεῖα ἐστὶ καὶ καλή.Ἐξ ὧν δ’ οἶμαι γενέσθαι λέξιν ἡδεῖαν καὶ καλήν, τέτταρά ἐστι τὰ κυριώτατα· μέλος καὶ ῥυθμὸς καὶ μεταβολὴ καὶ τὸ παρακολουθοῦν τοῖς τρισὶ τούτοις, τὸ πρέπον. τάττω δὲ ὑπὸ μὲν τὴν ἡδονὴν τήν τε ὥραν καὶ τὴν χάριν καὶ τὴν εὐστομίαν καὶ τὴν γλυκύτητα καὶ τὸ πιθανὸν καὶ πάντα τὰ τοιαῦτα· ὑπὸ δὲ τὸ καλὸν τήν τε μεγαλοπρέπειαν καὶ τὸ βάρος καὶ τὴν σεμνολογίαν καὶ τὸ ἀξίωμα καὶ τὸ πιθανὸν καὶ τὰ τούτοις ὅμοια.
Ἥδεται δὲ ἡ ἀκοὴ τοῖς τέτρασι τούτοις· τίς γάρ ἐστιν, ὃς οὐχ ὑπὸ μὲν ταύτης τῆς μελῳδίας ἄγεται καὶ γοητεύεται, ὑφ’ ἑτέρας δέ τινος οὐδὲν πάσχει τοιοῦτον; καὶ ὑπὸ μὲν τῶν ῥυθμῶν τούτων οἰκειοῦται, ὑπὸ τούτων δὲ διοχλεῖται; τὸ δ’ αὐτὸ συμβαίνει καὶ ἐν μεταβολαῖς καὶ τῷ πρέποντι· τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ὅτι καὶ τῆς ὀργανικῆς μούσης καὶ τῆς ἐν ᾠδῇ καὶ τῆς ἐν ὀρχήσει χάριτος ἐν ἅπασι μὲν εὐστοχούσης, μεταβολὰς δὲ μὴ ποιησαμένης εὐκαίρους ἢ τοῦ πρέποντος ἀποπλανηθείσης βαρὺς μὲν ὁ κόρος, ἀηδὲς δὲ τὸ μὴ τοῖς ὑποκειμένοις ἁρμόττον φαίνεται; καὶ οὐκ ἀλλοτρίᾳ κέχρημαι τοῦ πράγματος εἰκόνι· μουσικὴ γάρ τις ἦν καὶ ἡ τῶν πολιτικῶν λόγων ἐπιστήμη, τῷ ποσῷ διαλλάττουσα τῆς ἐν ᾠδαῖς καὶ ὀργάνοις· καὶ γὰρ ἐν ταύτῃ καὶ μέλος ἔχουσιν αἱ λέξεις καὶ ῥυθμοὺς καὶ μεταβολὴν καὶ πρέπον· ὥστε καὶ ἐπὶ ταύτης ἡ ἀκοὴ τέρπεται μὲν τοῖς μέλεσιν, ἄγεται δὲ τοῖς ῥυθμοῖς, ἀσπάζεται δὲ τὰς μεταβολάς, ποθεῖ δ’ ἐπὶ πάντων τὸ οἰκεῖον· ἡ δὲ διαλλαγὴ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον.
Διαλέκτου μὲν οὖν μέλος ἑνὶ μετρεῖται διαστήματι τῷ λεγομένῳ διὰ πέντε ὡς ἔγγιστα· καὶ οὔτε ἐπιτείνεται πέρα τριῶν τόνων καὶ ἡμιτονίου ἐπὶ τὸ ὀξύ, οὔτε ἀνίεται τοῦ χωρίου τούτου πλέον ἐπὶ τὸ βαρύ. οὐ μὴν ἅπασα λέξις ἡ καθ’ ἓν μόριον λόγου ταττομένη ἐπὶ τῆς αὐτῆς λέγεται τάσεως, ἀλλὰ ἣ μὲν ἐπὶ τῆς ὀξείας, ἣ δ’ ἐπὶ τῆς βαρείας, αἳ δ’ ἐπ’ ἀμφοῖν. τῶν δὲ ἀμφοτέρας τὰς τάσεις ἐχουσῶν αἳ μὲν κατὰ μίαν συλλαβὴν
συνδιεφθαρμένον ἔχουσι τῷ ὀξεῖ τὸ βαρύ, ἃς δὴ περισπωμένας καλοῦμεν· αἳ δὲ ἐν ἑτέρᾳ καὶ ἑτέρᾳ χωρὶς ἑκάτερον ἐφ’ ἑαυτοῦ τὴν οἰκείαν φυλάττον φύσιν· καὶ ταῖς μὲν δισυλλάβοις οὐδὲν τὸ διὰ μέσου χωρίον βαρύτητός τε καὶ ὀξύτητος· ταῖς δὲ πολυσυλλάβοις, ἡλίκαι ἂν ὦσιν, ἡ τὸν ὀξὺν τόνον ἔχουσα μία ἐν πολλαῖς ταῖς ἄλλαις βαρείαις ἔνεστιν. ἡ δὲ ὀργανική τε καὶ ᾠδικὴ μοῦσα διαστήμασί τε χρῆται πλείοσιν, οὐ τῷ διὰ πέντε μόνον, ἀλλ’ ἀπὸ τοῦ διὰ πασῶν ἀρξαμένη καὶ τὸ διὰ πέντε μελῳδεῖ καὶ τὸ διὰ τεττάρων καὶ τὸ διάτονον καὶ τὸ ἡμιτόνιον, ὡς δέ τινες οἴονται, καὶ τὴν δίεσιν αἰσθητῶς· τάς τε λέξεις τοῖς μέλεσιν ὑποτάττειν ἀξιοῖ, καὶ οὐ τὰ μέλη ταῖς λέξεσιν, ὡς ἐξ ἄλλων τε πολλῶν δῆλον καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου μελῶν, ἃ πεποίκε τὴν Ἠλέκτραν λέγουσαν ἐν Ὀρέστῃ πρὸς τὸν χορόν·Σίγα, σίγα· λευκὸν ἴχνος ἀρβύλης τιθεῖτε, μὴ κτυπεῖτε· ἄπο πρόβατ’ ἐκεῖσε· ἄπο πρό μοι κοίτας·ἐν γὰρ δὴ τούτοις τὸσίγα, σίγα· λευκὸν ἐφ’ ἑνὸς φθόγγου μελῳδεῖται, καίτοι τῶν τριῶν λέξεων ἑκάστη βαρείας τε τάσεις ἔχει καὶ ὀξείας· καὶ τὸἀρβύλης τῇ μέσῃ συλλαβῇ τὴν τρίτην ὁμότονον ἔχει, ἀμηχάνου ὄντος ἕν ὄνομα δύο λαβεῖν ὀξείας· καὶ τοῦτιθεῖτε βαρυτέρα μὲν ἡ πρώτη γίνεται, δύο δὲ μετὰ ταύτην ὀξύτονοί τε καὶ ὁμόφωνοι· τοῦ τεκτυπεῖτε ὁ περισπασμὸς ἠφάνισται· μιᾷ γὰρ αἱ δύο συλλαβαὶ λέγονται τάσει· καὶ τὸἄπο πρόβατε οὐ λαμβάνει τὴν τῆς μέσης συλλαβῆς προσῳδίαν ὀξεῖαν, ἀλλ’ ἐπὶ τὴν τετάρτην συλλαβὴν μεταβέβηκεν ἡ τάσις ἡ τῆς τρίτης. τὸ δ’ αὐτὸ γίνεται καὶ περὶ τοὺς ῥυθμούς· ἡ μὲν γὰρ πεζὴ λέξις οὐδενὸς οὔτε ὀνόματος οὔτε ῥήματος βιάζεται τοὺς χρόνους οὕτε μετατίθησιν, ἀλλ’ οἵας παρείληφε τῇ φύσει τὰς συλλαβὰς τάς τε μακρὰς καὶ τὰς βραχείας, τοιαύτας φυλάττει· ἡ δὲ μουσική τε καὶ ῥυθμικὴ μεταβάλλουσιν αὐτὰς μειοῦσαι καὶ παραύξουσαι, ὥστε πολλάκις εἰς τἀναντία μεταχωρεῖν· οὐ γὰρ ταῖς συλλαβαῖς ἀπευθύνουσι τοὺς χρόνους, ἀλλὰ τοῖς χρόνοις τὰς συλλαβάς. καὶ ταῦτα μὲν οὕτως· πῶς δ’ ἂν γένοιτο λέξις πολιτικὴ παρ’ αὐτὴν τὴν σύνθεσιν ἡδύνουσα τὴν ἀκρόασιν κατὰ τὰ πορρηθέντα τέτταρα κεφάλαια, γνοίημεν ἂν οὕτως.
Οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην· ἀλλὰ καὶ γλυκαίνουσιν αὐτὴν τινὲς ἦχοι καὶ πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν· αἰτία δὲ ἡ τῶν γραμμάτων φύσις, ἐξ ὧν ἡ φωνὴ συνέστηκε, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ ἡ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὲ ἤδη δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων, ἐπειδὴ μεταθεῖναι τὴν
ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύπτειν τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρὰ καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα, καὶ μήτ’ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντα (κόπτεται γὰρ ἡ ἀκρόασις), μήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ ὁμοιότονα παρ’ ὁμοιοτόνοις, μηδὲ ὁμοιόχρονα παρ’ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνειν· καὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς, ὀνομάτων τε τινῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ ἄλλων μερῶν τὸν κόρον φυλασσομένους· σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν, μηδὲ τρόπους τοὺς αὐτοὺς ἐπιφέρειν, μηδὲ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν ἐς τὰ αὐτά.Καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν, ὡς ἡδονῆς αἴτια διαπαντὸς ἐσόμενα ἢ τἀναντία ὀχλήσεως· οὐχ οὕτως ἀνόητός εἰμι. οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν. ἀλλ’ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν ὁρᾶν· οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον· ὃς οὐκ ἔστι θηρατὸς ἐπιστήμῃ, ἀλλὰ δόξῃ.
Φημὶ δὴ τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως ἢ τὰ ἐμμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφ’ ὧν γλυκαίνεται ἡ αἴσθησις, ἀλλήλοις συναρμόττειν, ἢ
τὰ μὴ τοιαῦτα ἐγκαταπλέκειν αὐτοῖς· ὥσπερ καὶ στρατηγοὶ τὰ ἀσθενῆ τοῖς ἰσχυροῖς ἐπικρύπτουσι καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταὐτότητα φημὶ δεῖν, μεταβολὰς εὐκαίρους εἰσφέροντα· μεταβολὴ γὰρ πάντων ἡδύ. τελευταῖον δὲ ὃ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν· δυσωπεῖσθαι δ’ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα ὅ τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον· οὐδὲν γὰρ οὕτω ταπεινὸν ἢ ῥυπαρὸν ἢ ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαι φημὶ λόγου μόριον, ᾧ σημαίνεταί τι σῶμα ἢ πρᾶγμα, ὃ μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν, Ὁμήρῳ τε παραδείγματι χρωμένους, παρ’ ᾧ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις. καὶ περὶ μὲν ἡδείας συνθέσεως ταῦτα.Καλὴ δ’ ἐκ τίνων γίνεται εἴ τις ἔροιτο, ἐκ τῶν αὐτῶν ἂν φαίην καὶ οὐχ ἑτέρων· τὰ γὰρ αὐτὰ ποιητικὰ ἀμφοῖν· μέλος εὐγενές, ῥυθμὸς ἀξιωματικός, μεταβολὴ μεγαλοπρεπής, τὸ πᾶσι τούτοις παρακολουθοῦν πρέπον· αἰτία δὲ καὶ ἐνταῦθα ἥ τε τῶν γραμμάτων φύσις καὶ ἡ τῶν συλλαβῶν δύναμις, ἐξ ὧν πλέκεται τὰ ὀνόματα· ὑπὲρ ὧν καιρὸς ἂν εἴη λέγειν.
Ἀρχαὶ μὲν οὖν εἰσι τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου μηκέτι δεχόμεναι διαίρεσιν, ἃς καλοῦμεν στοιχεῖα καὶ γράμματα· τούτων δὲ οὐ μία πάντων
φύσις· διαφορὰ δὲ αὐτῶν πρώτη μέν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθ’ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ ὡς τὰ φωνήεντα, τὰ δὲ ψόφους ὡς τὰ λοιπὰ πάντα· δευτέρα δέ, καθ’ ἣν τῶν μὴ φωνηέντων ἃ μὲν καθ’ ἑαυτὰ ψόφους ὁποίους δή τινας ἀποτελεῖν πέφυκεν, ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικά· ἃ δ’ ἐστὶν ἁπάσης ἄμοιρα φωνῆς καὶ ψόφου, καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθ’ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνα τινὲς ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα. οἳ δὲ τριχῇ νείμαντες τὰ πάντα, φωνήεντα μὲν ἐκάλεσαν ὅσα καὶ καθ’ ἑαυτὰ φωνεῖται καὶ μεθ’ ἑτέρων, καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δ’ ὅσα μετὰ μὲν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθ’ ἑαυτὰ δὲ χεῖρον καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δ’ ὅσα οὔτε τὰς τελείας οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθ’ ἑαυτά, μεθ’ ἑτέρων δὲ ἐκφωνεῖται. ἀρκτέον τοίνυν ἀπὸ τῶν φωνηέντων.Ἔστι δὴ ταῦτα τὸν ἀριθμὸν ἑπτά· δύο μὲν βραχέα τό τε ε̅ καὶ τὸ ο̅· δύο δὲ μακρὰ τό τε η̅ καὶ τὸ ω̅· τρία δὲ δίχρονα τό τε α̅ καὶ τὸ ι̅ καὶ τὸ υ̅· καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται. ἐκφωνεῖται δὲ πάντα παρὰ τῆς ἀρτηρίας συνεχούσης τὸ πνεῦμα, καὶ τοῦ στόματος ἁπλῶς σχηματισθέντος, τῆς τε γλώττης οὐδὲν πραγματευομένης ἀλλ’ ἠρεμούσης. πλὴν καὶ τὰ μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται, τεταμένον λαμβάνει
καὶ διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος· τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς τε καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρεται. τούτων δὴ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων ὅσα μηκύνεται, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τὸν τοῦ πνεύματος οὐκ ἀποκόπτει χρόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστὶ καὶ σπανίζει τὸν ἦχον. αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον μὲν τὸ α̅, ὅταν ἐκτείνηται· λέγεται γὰρ ἀνοιγομένου τοῦ στόματος ἐπὶ πλεῖστον καὶ τοῦ πνεύματος ἀναφερομένου πρὸς τὸν οὐρανόν· δεύτερον δὲ τὸ η̅, διότι κάτω περὶ τὴν βάσιν τῆς γλώττης ἐρείδει τὸν ἦχον, ἀλλ’ οὐκ ἄνω, καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος· τρίτον δὲ τὸ ω̅· στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη, τήν τε πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται. ἔστι δ’ ἧττον τούτου τὸ υ̅· περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος. ἔσχατον δὲ πάντων τὸ ι̅· περὶ τοὺς ὀδόντας γὰρ ἡ κρίσις τοῦ πνεύματος γίνεται μικρὸν ἀνοιγομένου τοῦ στόματος καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλέων τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τὸ ε̅· διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου, καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον. Φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ γὰρ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μὲν ἐστὶν ἁπλᾶ λ̅ μ̅ ν̅ ρ̅ σ̅, διπλᾶ δὲ τρία ζ̅ ξ̅ ψ̅. διπλᾶ δὲ λέγονται διὰ τὸ ἕκαστον αὐτῶν ἐκ δυοῖν ἁπλῶν συνεφθαρμένων ἀλλήλοις συγκεῖσθαι καὶ ἰδίαν φωνὴν λαμβάνειν, ἢ διὰ τὸ χώραν ἐπέχειν δυεῖν γραμμάτων ἐν ταῖς συλλαβαῖς· τούτων δὴ κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἥττω δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βραχυτέρους αὐτῶν τόνους συνάγεσθαι τὸν ἦχον. φωνεῖται δὲ αὐτῶν ἕκαστον τοιόνδέ τινα τρόπον· τὸ μὲν λ̅ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης καὶ τῆς ἀρτηρίας συνηχούσης· τὸ δὲ μ̅ τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου· τὸ δὲ ν̅ τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης καὶ μεταφερούσης ἐπὶ τὸν ῥώθωνα τὸν ἦχον· τὸ δὲ ρ̅ τῆς γλώττης ἄκρας ἀπορραπιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ σ τῆς μὲν γλώττης προαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσου αὐτοῦ φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα. τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον, ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ σ′, τριῶν δὲ ἀφώνων τοῦ τε δ̅ καὶ τοῦ κ̅ καὶ τοῦ π̅. Δύναται δ’ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ̅, καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ̅, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τό τε μ̅ καὶ τὸ ν̅, κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀηδὲς τὸ σ̅, καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλάλου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι δοκεῖ φωνῆς ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινὲς σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δ’ οἳ καὶ ἀσίγμους ὅλας ᾦδὰς ἐποίουν· δηλοῖ δὲ τοῦτο καὶ Πίνδαρος ἐν οἷς φησι·πρὶν μὲν ἤριπε σχοινοτενῆ φωνήεντα διθυράμβων· καὶ τὸ σᾶν κίβδηλον ἀνθρώποις. τῶν δὲ διπλῶν μᾶλλον ἡδύνει τὴν ἀκοὴν τὸ ζ̅ ἡσυχῇ τῷ πνεύματι δασυνόμενον· τὸ γάρ τοι ξ̅ διὰ τοῦ κ̅ καὶ τὸ ψ̅ διὰ τοῦ π̅, ψιλῶν ὄντων ἀμφοτέρων, συριγμὸν ἀποδίδωσι.Τῶν δὲ ἀφώνων ἐννέα ὄντων τρία μέν ἐστι ψιλά κ̅ π̅ τ̅, τρία δὲ δασέα θ̅ φ̅ χ̅, τρία δὲ μεταξὺ τούτων καὶ κοινὰ ἀμφοῖν β̅ γ̅ δ̅· φωνεῖται δὲ αὐτῶν τρία μὲν ἀπὸ τῶν χειλέων ἄκρων, τὸ π̅ καὶ τὸ φ̅ καὶ τὸ β̅, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προβαλλόμενον ἐκ τῆς ἀρτηρίας πνεῦμα λύσῃ τὸν δεσμὸν αὐτοῦ· ὁμοίῳ δὲ σχήματι ταῦτα λεγόμενα ψιλότητι καὶ δασύτητι διαφέρουσιν, ὥσπερ καὶ τὰ ῥηθησόμενα. τρία δὲ λέγεται ἄλλα τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας, ἔπειθ’ ὑπὸ τοῦ πνεύματος ἀπορραπιζομένης καὶ τὴν διέξοδον αὐτῶν κάτω
περὶ τοὺς ὀδόντας ἀποδιδούσης, τὸ τ̅ καὶ τὸ θ̅ καὶ τὸ δ̅. τρία δὲ τὰ λοιπὰ λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος, τῆς δὲ ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, τὸ κ̅ καὶ τὸ χ̅ καὶ τὸ γ̅. τούτων κράτιστα μέν ἐστιν, ὅσα τῷ πνεύματι πολλῷ λέγεται· δεύτερα δὲ ὅσα μέσῳ· κάκιστα δὲ ὅσα ψιλῷ· ταῦτα μὲν γὰρ τὴν ἑαυτῶν δύναμιν ἔχει μόνην, τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὡς ἐγγὺς τοῦ τελειότερα εἶναι.