De compositione verborum (epitome)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἔστι τοίνυν πᾶσα λέξις, ἡ σημαίνομεν τὰς νοήσεις, μὲν ἄμετρος, ἣ δ’ ἔμμετρος· ὧν ἑκατέρα καλῆς μὲν ἁρμονίας τυχοῦσα καλὸν οἵα τε ἐστὶ ποιεῖν καὶ τὸ μέτρον καὶ τὸν λόγον· ἀνεπιστάτως δὲ καὶ ὡς ἔτυχε ῥιπτομένη προσαπόλλυσι καὶ τὸ ἐν τῇ διανοίᾳ χρήσιμον. πολλοὶ γοῦν καὶ ποιηταὶ καὶ συγγραφεῖς, φιλόσοφοί τε καὶ ῥήτορες λέξεις πάνυ καλὰς καὶ πρεπούσας τοῖς ὑποκειμένοις ἐκλέξαντες ἐπιμελῶς, ἁρμονίαν δὲ αὐταῖς ἀποδόντες εἰκαίαν τινὰ καὶ ἄμουσον, οὐδὲν χρηστὸν ἀπέλαυσαν ἐκείνου τοῦ πόνου· ἕτεροι δ’ εὐκαταφρόνητα καὶ ταπεινὰ λαβόντες ὀνόματα, συνθέντες δ’ αὐτὰ ἰδίως καὶ περιττῶς, πολλὴν τὴν ἀφροδίτην τῷ λόγῳ περιέθηκαν. καὶ σχεδὸν ἀνάλογόν τι πεπονθέναι δόξειεν ἂν ἡ σύνθεσις πρὸς τὴν ἐκλογήν, ὃ πάσχει τὰ ὀνόματα πρὸς τὰ νοήματα. ὥσπερ γὰρ οὐδὲν ὄφελός ἐστι διανοίας χρηστῆς, εἰ μή τις αὐτῇ κόσμον ἀποδώσει καλῆς ὀνομασίας, οὕτω καὶ ἐνταῦθα οὐδέν ἐστι προὔργου λέξιν εὑρεῖν καθαρὰν καὶ καλλιρήμονα, εἰ μὴ
καὶ κόσμον αὐτῇ τις ἁρμονίας τὸν προσήκοντα περιθήσει.Ὅτι δὲ κρεῖττον ἄσκημα καὶ τελειότερον τῆς ἐκλογῆς ἡ σύνθεσις, Ὅμηρος καὶ Ἡρόδοτος μαρτυρήσει· Ὅμηρος μὲν ἐν οἷς φησί·
Τὼ δ’ αὖτ’ ἐν κλισίῃσ’ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ’ ἄριστον ἅμ’ ἠοῖ κηαμένω πῦρ, ἐκπέμψαντε νομῆας ἅμ’ ἀγρομένοισι σύεσσι. Τηλέμαχον δὲ περίσαινον κύνες ὑλακόμωροι· οὐδ’ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας· ὑπὸ δὲ κτύπος ἦλθε ποδοῖιν· αἶψα δ’ ἄρ’ Εὔμαιον προσεφώνεεν ἐγγὺς ἐόντα· Εὔμαι', ἡ μάλα τίς σοι ἐλεύσεται ἐνθάδ’ ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος· ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισαίνουσι· ποδῶν δ’ ὑπὸ δοῦπον ἀκούω. Οὔπω πᾶν εἴρητο ἔπος, ὅτέ οἱ φίλος υἱὸς ἔστη ἐπὶ προθύροισι. ταφὼν δ’ ἀνόρουσε συβώτης· ἐκ δ’ ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον. ὃ δ’ ἀντίος ἔδραμ’ ἄνακτος· κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τ’ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.ταῦτα γὰρ οὐ διὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων τὴν τῆς ἑρμηνείας ἀρετὴν ἔχει· διὰ γὰρ τῶν εὐτελεστάτων καὶ ταπεινοτάτων πέπλεκται, καὶ οἷς ἂν καὶ γεωργὸς καὶ θαλαττουργὸς ἐξ ἑτοίμου ἐχρήσατο. ὅθεν καὶ λυθέντος τοῦ μέτρου φαῦλα φανήσεται καὶ ἄζηλα. οὔτε γὰρ μεταφοραί τινές εἰσιν εὐγενεῖς ἐν αὐτοῖς οὔτε ὑπαλλαγαὶ οὔτε καταχρήσεις οὔτέ τινα τοιαῦτα. ὁ δὲ Ἡρόδοτος, ἔνθα τὰ περὶ τοῦ Κανδαύλου καὶ τῆς αὐτοῦ γυναικὸς διέξεισι· πρᾶγμα οὐχ ὅτι σεμνὸν ἢ καλλιλογεῖσθαι δυνάμενον, ἀλλὰ καὶ ταπεινὸν καὶ ἐπικίνδυ- νον καὶ τοῦ αἰσχροῦ μᾶλλον ἢ τοῦ καλοῦ ἐγγυτέρω· ἀλλ’ εἴρηται σφόδρα δεξιῶς, καὶ κρεῖττον γέγονεν ἀκουσθῆναι λεγόμενον ἢ ὀφθῆναι γινόμενον. καλὴν δὲ κἀνταῦθα πεποίηκε τὴν φράσιν ἡ συνθήκη, ἀλλ' οὐχ ἡ σεμνότης τῶν ὀνομάτων· ἀνεπιτήδευτα γάρ ἐστι καὶ ἀνέκλεκτα, οἷα ἡ φύσις τέθεικε σύμβολα τοῖς πράγμασι.
τὸ δὲ αὐτὸ δύναται καὶ ἡ πεζὴ λέξις παθεῖν τῇ ἐμμέτρῳ· μενόντων γὰρ τῶν αὐτῶν ὀνομάτων, ἀλλαττομένης δὲ τῆς συνθέσεως, καταφανὲς τὸ ἐν αὐτῇ ἄμουσόν τε καὶ ἀκαλλώπιστον· οἷονΚροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνῶν τῶν ἐντὸς Ἅλυος ποταμοῦ· εἰ γὰρ ὑπαλλάξεις, ἔφθαρται ἡ σύνθεσις· οἷον Κροῖσος ἦν Ἀλυάττου μὲν παῖς, γένος δὲ Λυδός, τύραννος δὲ τῶν ἐντὸς Ἄλυος ποταμοῦ ἐθνῶν". ὅτι τοίνυν μείζονα ἰσχὺν ἔχει τῆς ἐκλογῆς ἡ σύνθεσις, φανερόν. καί μοι οὐ δοκεῖ τις ἁμαρτεῖν εἰκάσας αὐτὴν τῇ Ὁμηρικῇ Ἀθηνᾷ· ἐκείνη τε γὰρ τὸν Ὀδυσσέα τὸν αὐτὸν ὄντα ἄλλοτε ἀλλοῖον ἐποίει φαίνεσθαι· τοτὲ μὲν μικρὸν καὶ ῥυσὸν καὶ αἰσχρὸν
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,τοτὲ δὲ τῇ αὐτῇ ῥάβδῳ πάλιν ἐφαψαμένη
μείζονά τ’ εἰσιδέειν καὶ πάσσονα θῆκεν ἰδέσθαι, καδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.αὐτή τε τὰ αὐτὰ λαμβάνουσα ὀνόματα τοτὲ μὲν ἄμορφα καὶ ταπεινὰ καὶ πτωχὰ ποιεῖ φαίνεσθαι τὰ νοήματα, τοτὲ δ’ ὑψηλὰ καὶ πλούσια καὶ ἁδρὰ καὶ καλά. καὶ τοῦτ’ ἦν σχεδὸν ᾧ μάλιστα διαλλάττει ποιητής τε ποιητοῦ καὶ ῥήτωρ ῥήτορος, τὸ συντιθέναι δεξιῶς τὰ ὀνόματα.
καὶ δὴ καὶ τοῖς ἀρχαίοις πολλὴ πρόνοια τῆς ἰδέας ἦν ταύτης· καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν· τέχνη δέ τις ἦν παρ’ αὐτοῖς καὶ θεωρήματα, οἷς χρώμενοι συνετίθεσαν εὖ.
Δοκεῖ δέ μοι τῆς συνθετικῆς ταύτης ἐπιστήμης τρία εἶναι τὰ ἔργα· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δέ, τί δεῖται μετασκευῆς τῶν λαμβανομένων· ἀφαιρέσεως λέγω καὶ προσθέσεως καὶ ἀλλοιώσεως· ὥσπέρ που καὶ οἰκοδόμος ὕλην παραλαβὼν τρία πραγματεύεται ταῦτα· ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον· ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι· καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι, καὶ τὸ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι. δεῖ τοίνυν πρῶτον μὲν σκοπεῖν, ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων
ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον, καὶ πῶς οὐκ ἄμεινον· οὐ γὰρ δὴ πάντά γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ τῶν ἄλλων ὁτιδήποτε χαριέστερον ἱδρυνθήσεται καὶ πρὸς τὰ ὑποκείμενα πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβανόμενα κρείττονα λήψεται συζυγίαν· καὶ πότερα κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων τινά· καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρένων γίνεσθαι θηλυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη· καὶ πάντα τὰ τοιαῦτα. ἐπί τε τῶν ῥημάτων, πότερα κρείττω ἔσται λαμβανόμενα, τὰ ὀρθὰ ἢ τὰ ὕπτια· καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα κρατίστην ἔδραν λήψεται· καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων, καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖ. τὰ δ’ αὐτὰ λέγω καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν. ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, ὡς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο. τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεται καὶ ἐν τούτοις, ἐφ’ ὅσον ἂν ἐγχωρῇ. ὅ τε γὰρ λέγων εἰς τουτονὶ τὸν ἀγῶνα προστέθεικέ τι τῇ ἀντωνυμίᾳ γράμμα, τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν εἰς τοῦτον τὸν ἀγῶνα εἰπεῖν. καὶ πάλιν ὁ λέγων κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν τῇ προθέσει παρήυξηκε τοὔνομα· τὸ γὰρ Ἰδὼν ἀπέχρη. καὶ ὁ γράφων μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ’ ἥκειν ταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου καὶ περικέκρουκε τινὰ τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ Ἐποίησεν Ἐποίησε λέγων χωρὶς τοῦ ν′, καὶ Ἀφαιρήσομαι ἀντὶ τοῦ Ἀφαιρεθήσομαι, καὶ πάντα τὰ τοιαῦτα· ὅ τ' Ἐχωροφίλησε λέγων τὸ Ἐφιλοχώρησε καὶ Λελύσεται τὸ Λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵν’ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίονες καὶ ἐπιτηδειότεραι.Μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ τὰ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δὲ ἡ περὶ τὰ κῶλα, ποικιλωτέρας δεομένη πραγματείας καὶ μείζονος· καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ, ὥστε οἰκεῖα φαίνεσθαι καὶ φίλα· καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα, προκατασκευάσαι τε εἴ πού τι δέοι μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινι ἄλλῃ κατασκευῇ. τούτων δ’ ἕκαστα ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον· οἷον τὸ τοῦ Θουκυδίδου ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡμῶν ἡ ἐλπίς, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε εἴ τις μεθαρμόσας οὕτως ἐρεῖ ἡμεῖς τε,
ὦ Λακεδαιμόνιοι, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε, ἡμῶν ἡ ἐλπίς, οὐ τὴν αὐτὴν χάριν ἢ τὸ αὐτὸ πάθος φυλάξει· καὶ τὸ τοῦ Δημοσθένους τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ εἴ τις μεταθεὶς ἐρεῖ ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι, οὐχ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη ἡ περίοδος.Ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη· ἡ δὲ περὶ τὸν σχηματισμὸν ποταπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δ’ ὡς πυνθανόμενοι, τὰ δ’ ὡς εὐχόμενοι, τὰ δ’ ὡς ἐπιτάττοντες, τὰ δ’ ὡς διαποροῦντες, τὰ δ’ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες· οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεως εἰσίν, ὥσπερ καὶ τῆς διανοίας· οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν. οὐ γὰρ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτ’ εἴπας ἔγραψα· γράψας δὲ ἐπρέσβευσα· πρεσβεύσας δὲ ἔπεισα Θηβαίους, ἄρ’ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδὲ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους;