De compositione verborum (epitome)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἐκ δὴ τῶν γραμμάτων τούτων αἱ καλούμεναι γίνονται συλλαβαί. τούτων δὲ εἰσὶ μακραὶ μὲν ὅσαι συνεστήκασιν ἐκ φωνηέντων μακρῶν ἢ διχρόνων μακρῶς ἐκφερομένων, καὶ ὅσαι λήγουσιν εἰς μακρὸν ἢ μακρῶς λεγόμενον γράμμα ἢ τι τῶν ἡμιφώνων τε καὶ ἀφώνων· βραχεῖαι δὲ αἱ ἐκ βραχέος φωνήεντος ἢ βραχέως λαμβανομένου. μήκους δὲ καὶ βραχύτητος συλλαβῶν οὐ μία φύσις, ἀλλὰ καὶ μακρότεραί τινές εἰσι τῶν μακρῶν καὶ βραχύτεραι τῶν βραχειῶν. ἔσται δὲ τοῦτο φανερὸν ἐπὶ τῶν παραδειγμάτων.
Ὁμολογεῖται δὴ βραχεῖα εἶναι συλλαβή, ἣν ποιεῖ φωνῆεν γράμμα βραχὺ τὸ ο̅, ὡς λέγεται Ὁδός. ταύτῃ προστεθήτω γράμμα ἓν τῶν ἡμιφώνων τὸ ρ̅, καὶ γενέσθω Ῥόδος· μένει μὲν ἔτι βραχεῖα ἡ συλλαβή, πλὴν οὐχ ὁμοίως, ἀλλ’ ἕξει τινὰ παραλλαγὴν παρὰ τὴν προτέραν· ἔτι προστεθήτω ταύτῃ τῶν ἀφώνων γραμμάτων ἓν τὸ τ̅, καὶ γενέσθω Τρόπος· μείζων αὕτη τῶν προτέρων ἔσται συλλαβῶν, καὶ ἔτι βραχεῖα μένει· τρίτον
ἔτι γράμμα τῇ αὐτῇ συλλαβῇ προστεθήτω τὸ σ̅, καὶ γενέσθω τρόφος· τρισὶν αὕτη προσθήκαις ἀκουσταῖς μακροτέρα γενήσεται τῆς βραχυτάτης μένουσα ἔτι βραχεῖα. οὐκοῦν τέσσαρες αὗται βραχείας συλλαβῆς διαφοραὶ τὴν ἄλογον αἴσθησιν ἔχουσαι τῆς παραλλαγῆς μέτρον. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς μακρᾶς· ἡ γὰρ ἐκ τοῦ η̅ γινομένη συλλαβὴ μακρὰ τὴν φύσιν οὖσα, τεττάρων γραμμάτων προσθήκαις παραυξηθεῖσα, τριῶν μὲν προταττομένων, ἑνὸς δὲ ὑποταττομένου, καθ’ ἣν λέγεται Σπλήν, μείζων ἂν δήπου λέγοιτο εἶναι τῆς προτέρας ἐκείνης τῆς μονογραμμάτου· μειουμένη τε αὖ πάλιν καθ’ ἕκαστον τῶν προστεθέντων γραμμάτων τὰς ἐπὶ τοὔλαττον παραλλαγὰς αἰσθητὰς ἂν ἔχοι.Πρῶτον μὲν δὴ θεώρημα τοῦτο τῶν ἐν ταῖς συλλαβαῖς παθῶν· ἕτερον δὲ τοιόνδε. τῶν γραμμάτων πολλὰς ἐχόντων διαφορὰς οὐ μόνον περὶ τὰ μήκη καὶ τὰς βραχύτητας, ἀλλὰ καὶ περὶ τοὺς ἤχους, ὑπὲρ ὧν ὀλίγῳ πρότερον εἴρηκα, ἀνάγκη καὶ τὰς ἐκ τούτων συνισταμένας συλλαβὰς ἅμα τήν τε ἰδίαν ἑκάστου σώζειν δύναμιν καὶ τὴν κοινὴν ἀπάντων, ἣ γίνεται διὰ τῆς κράσεώς τε καὶ παραθέσεως αὐτῶν· ἐξ ὧν μαλακαί τε φωναὶ καὶ σκληραί, καὶ λεῖαι καὶ τραχεῖαι, γλυκαίνουσαί τε τὴν ἀκοὴν καὶ πικραίνουσαι, καὶ στύφουσαι καὶ διαχέουσαι, καὶ πᾶσαν ἄλλην κατασκευάζουσαι διάθεσιν φυσικήν· αὗται δέ εἰσι μυρίαι τὸ πλῆθος.
Ταῦτα ἤδη καταμαθόντες οἱ χαριέστατοι ποιητῶν
τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα, συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις τὰ γράμματα, καὶ τὰς συλλαβὰς δὲ οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσι ποικίλως φιλοτεχνοῦσιν· ὡς Ὅμηρος ποιεῖ, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον·Ἠιόνες βοόωσιν, ἐρευγομένης ἁλὸς ἔξω·ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας·
Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι χερσὶ ψηλαφόων·καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην·
Οὐδ’ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων, προπροκυλινδόμενος πατρὸς Διός·καὶ μυρία τοιαῦτα.
Πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν, ὡς ἔχει ταυτί·
Ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. Αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. Σκέπτετ’ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις, ἡ ποιοῦσα μιμητικοὺς καὶ θετικοὺς ἡμᾶς τῶν ὀνομάτων, οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφ’ ὧν ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων, πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια, τὰ μὲν φωνῆς μιμήματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργων, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δ’ ἠρεμίας, τὰ δ’ ἄλλου τινός.
Τί δὴ τὸ κεφάλαιον τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται σύνθεσις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτιον εἶναι· ὁμοίως δὲ καὶ ἡδεῖαν διάλεκτον ἐκ τούτων ἡδυνόντων γίνεσθαι. Ὅμηρος γοῦν ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις· καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα· πραεῖαν δέ τινα
ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί·Ἡ δ’ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. Καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν διὰ χαλλος, ἐπεὶ πόρε μυρία ἕδνα.ὅταν δ’ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν φωνηέντων οὐ τὰ κράτιστα θήσει’, ἀλλὰ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα· καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς·
Σμερδαλέος δ’ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. Τῇ δ’ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη· περὶ δὲ Δεῖμός τε Φόβος τε.ποταμῶν δέ γε σύρρυσιν εἰς χωρίον ἓν καὶ πάταγον ὑδάτων ἀναμισγομένων ἐκμιμήσασθαι τῇ λέξει βουλόμενος οὐκέτι λείας συλλαβάς, ἀλλ’ ἰσχυρὰς καὶ ἀντιτύπους θήσει·
Ὡς δ’ ὅτε χείμαρροι ποταμοὶ κατ’ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄμβριμον ὕδωρ·καὶ μυρία τοιαῦτα. εἰ μὲν οὖν ἐγχωροίη πάντ’ εἶναι τὰ μόρια τῆς λέξεως, ὑφ’ ὧν μέλλει δηλοῦσθαι τὸ πρᾶγμα, εὔφωνά τε καὶ καλλιρρήμονα, μανίας ἔργον ζητεῖν τὰ χείρω· εἰ δὲ ἀδύνατον εἴη τοῦτο, ὥςπερ ἐπὶ πολλῶν ἔχει, τῇ πλοκῇ καὶ μίξει καὶ παραθέσει πειρατέον ἀφανίζειν τὴν τῶν χειρόνων φύσιν· καὶ γὰρ καὶ τὰ ἐν τῇ Βοιωτίᾳ ὀνόματα Ὑρία καὶ Μυκαλησσὸς καὶ Γραία καὶ Ἐτεωνὸς καὶ τὰ τοιαῦτα οὐδεμίαν ἔχει καλλιλογίαν· ἀλλ’ οὕτως αὐτὰ καλῶς Ὅμηρος συνύφαγκε καὶ παραπληρώμασιν εὐφώνοις διείληφεν, ὥςτε μεγαλοπρεπέστερα φαίνεσθαι πάντων ὀνομάτων.
Ἵνα δὲ μηδεὶς εἰκῇ με δόξῃ λέγειν ῥυθμοὺς καὶ μέτρα μουσικῆς οἰκεῖα θεωρίας εἰς οὐ ῥυθμικὴν οὐδ’ ἔμμετρον εἰσάγοντα διάλεκτον (ἔφην γὰρ τοὺς ῥυθμοὺς οὐ μικρὰν μοῖραν ἔχειν τῆς ἀξιωματικῆς θέσεως), ἀποδώσω καὶ τὸν ὑπὲρ τούτων λόγον. ἔχει δ’ οὕτως. πᾶν μέρος λόγου, ὃ μὴ μονοσύλλαβόν ἐστιν, ἐν ῥυθμῷ τινι λέγεται· τὸ δ’ αὐτὸ καλῶ πόδα καὶ ῥυθμόν. Δισυλλάβου μὲν οὖν λέξεως διαφοραὶ τέσσαρες, σποννης δεῖος, πυρρίχιος, ἴαμβος, τροχαῖος. ὁ μὲν οὖν πυρρίχιος οὔτε μεγαλοπρεπής ἐστιν οὔτε σεμνός· σχῆμα δὲ αὐτοῦ τοιόνδε
Λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.ὁ δὲ σπονδεῖος ἀξίωμα ἔχει καὶ σεμνότητα πολλήν· παράδειγμα δὲ αὐτοῦ τόδε
Ποίαν δῆθ’ ὁρμάσω· ταύταν, ἢ κείναν· ἢ ταύταν;ὁ δ’ ἴαμβος οὐκ ἀγεννής, οἷον
Ἐπεῖ σχολὴ πάρεστι, παῖ Μενοιτίου.ὁ δὲ τροχαῖος μαλακώτερος τούτου καὶ ἀγεννέστερος, οἷον
Θυμὲ θύμ’ ἀμηχάνοισι κήδεσιν κυκώμενε. Δισυλλάβων μὲν δὴ ῥυθμοὶ καὶ σχήματα τοσαῦτα.τρισυλλάβων δὲ σχήματα ὀκτώ· ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν χορεῖος ταπεινός τε καὶ ἄσεμνος καὶ ἀγεννής, οἷον
Βρόμιε δορατοφόρ’ ἐνυάλιε πολέμοιο κέλαδε·ὁ δ’ ἐξ ἁπασῶν μακρῶν μολοττὸς ὑψηλὸς καὶ ἀξιωματικός, οἷον
Ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.ὁ δὲ ἀμφίμακρος καὶ οὗτος τῶν εὖ ἐχόντων, οἷον
Οἳ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.ὁ δὲ ἀμφίβραχυς οὐ σφόδρα τῶν εὐσχήμων ἐστίν, ἀλλὰ κέκλασται πρὸς τὸ θῆλυ, οἷον
Ἴακχε διθύραμβε· σὺ τῶνδε χοραγέ.ὁ δὲ ἀνάπαιστος σεμνότητα ἔχει πολλήν, ἐπιτήδειος μεγέθει ἢ πάθει, οἷον
Βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχει·ὁ δὲ δάκτυλος πάνυ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος· καὶ τό γε ἡρωϊκὸν μέτρον τούτῳ κοσμεῖται, οἷον
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.ὁ δὲ βακχεῖος ἀνδρώδης πάνυ καὶ εἰς σεμνολογίαν ἐπιτήδειος, οἷον
Σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι.ὁ δὲ παλιμβάκχειος καὶ οὗτος ὅμοιος τῷ βακχείῳ, οἷον
Τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν· ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα. οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ’ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν.
ἔνθέν τοι καὶ Θουκυδίδης ἀξιωματικῶς συγκεῖσθαι τὴν ἐν τῷ ἐπιταφίῳ λέξιν βουλόμενος οὕτω φησίν· Οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν’· διόλου γὰρ ταυτὶ τὰ κῶλα ἐκ σπονδείων καὶ ἀναπαίστων καὶ κρητικῶν εἴτ’ οὖν ἀμφιμάκρων καὶ δακτύλων καὶ τῶν τοιούτων ἃ τὴν σεμνότητα ποιεῖ σύγκειται. καὶ μυρία τοιαῦτα καὶ παρὰ Πλάτωνι ἔστιν εὑρεῖν. ὁ γὰρ ἀνὴρ ἐμμέλειάν τε καὶ εὐρυθμίαν συνιδεῖν δαιμονιώτατος· καὶ εἴ γε δεινὸς ἦν οὕτως ἐκλέξαι τὰ ὀνόματα, ὡς συνθεῖναι περιττός, καὶ νύ κεν ἢ παρήλασεν ἂν τὸν Δημοσθένην κάλλος ἑρμηνείας ἢ ἀμφήριστον ἔθηκε. νῦν δὲ περὶ μὲν τὴν ἐκλογὴν ἔστιν ὅτε διαμαρτάνει, καὶ μάλιστα ἐν οἷς ἂν τὴν ὑψηλὴν καὶ περιττὴν καὶ ἐγκατάσκευον διώκῃ φράσιν· συντίθησι δὲ τὰ ὀνόματα καὶ ἡδέως καὶ καλῶς νὴ Δία, καὶ οὐκ ἄν τις αὐτὸν ἔχοι κατὰ τοῦτο μέμψασθαι τὸ μέρος. ὁ δὲ Δημοσθένης ὅρος τίς ἐστιν ἐκλογῆς τε ὀνομάτων καὶ κάλλους συνθέσεως.
Εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν, ἐπὶ τὸ τρίτον θεώρημα τὴν μεταβολὴν μεταβήσομαι. Λέγω δ’ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα
ὥςπερ καὶ τὰ ἡδέα ὄντα ἐν τῇ ταὐτότητι, ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν οὐδ’ ἐρ’ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλ’ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθ μόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται. τοῖς δὲ τὰ μέλη γράφουσι τὸ μὲν τῶν στρο- φῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος· ἀλλ’ ἐάν τ’ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι, τό τε μέλος καὶ τὸν ῥυθμὸν τά τε κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἑκάστη, ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας.Οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥςτ’ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς μεαβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ χαὶ τοὺς τρόπους μετέβαλλον, Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες· καὶ τὰς
μελῳδίας ἐξήλλαττον, τοτὲ μὲν ἐναρμονίους ποιοῦντες, τοτὲ δὲ χρωματικάς, τοτὲ δὲ διατόνους. ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν ὅπως βούλεται.Καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥ τις ἂν ἔχοι πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δ’ ἔξω περιόδου, καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δ’ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ιιἦ, τὸ δὲ μακρότερον, καὶ τὸ μὲν γοργότερον, τὸ δὲ βραδύτερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι, καὶ σχήματα παντοῖα, καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι, κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δὲ χάριν τὸ οὕτω συγκείμενον, ὥστε μὴ συγκεῖσθαι δοκεῖν. παράδειγμα δὲ τῆς τοιαύτης μεταβολῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀδύνατον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέροις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δ’ ὡς ἐν διαλόγων χάριτι, τὸν δ’ ὡς ἐν λόγων ἐναγωνίων χρείᾳ. ἀλλ’ οὐχ ἡ Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν· ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλ’ ἔστι παρ’ αὐτοῖς κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηένων
ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετ’ ἐκεῖνον ἀπ’ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.Ἔτι καταλείπεται ἡμῖν ὁ περὶ τοῦ πρέποντος λόγος. πρέπον δέ ἐστι τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις καὶ πράγμασιν. ὥσπερ γὰρ ἔστι τις ἐκλογὴ νοημάτων ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις, ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις· οὐ γὰρ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδ’ ἐν ἄλλῳ τινὶ πάθει ὄντες· καὶ μὴν καὶ οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες, ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων· ἀλλὰ καὶ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων, οὐδὲν ἐπιτηδεύοντες, ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὲ δεῖ παρατηροῦντα τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέροι, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων, ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν Ὅμηρος, καίπερ μέτρον ἔχων καὶ ῥυθμοὺς ὀλίγους, ἀλλ’ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. οἷον
Καὶ μὴν καὶ Σίσυφον εἶδον κρατέρ’ ἄλγε’ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσί τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον· τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· γέγονε δὲ παρὰ τὸ ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντ’ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν, καὶ διαβεβήκασι πᾶσαι αἱ τῶν ὀνομάτων ἁρμονίαι καὶ διεστήκασιν αἰσθητῶς, ἢ τῶν φωνηέντων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων· ῥυθμοῖς τε καὶ δακτύλοις καὶ σπονδείοις σύγκειται. αἱ μὲν οὖν μονοσύλλαβοι καὶ δισύλλαβοι λέξεις, πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι, τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δ’ ἐν μήκει θεωρούμενοι τὴν διέκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεως ἐστιν αὐτοματιζούσης ἔργα, ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ ἑξῆς δηλοῖ· τὴν γὰρ ἀπὸ τῆς κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλ’ ἐπιταχύνας καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
ἀλλ’ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, ἐπιτίθησι τοῦτο τότ’ ἐπιστρέψασκε κραταιὶς αὖτις· ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής·οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; μονοσύλλαβον μὲν γὰρ οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις· καὶ οὐ διίστησι τοὺς χρόνους ἀλλ’ ἐπιταχύνει· καὶ πλείους τῶν μακρῶν αἱ βραχεῖαι· καὶ οὔτε φωνήεντα διιστῶσιν ἀλλήλων τὰ ὀνόματα οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον παράκειται, ἃ τραχύνει τὸν λόγον· ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται, καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν· καὶ ῥυθμὸς οὐδεὶς σπονδεῖος ἐν αὐτοῖς.