De compositione verborum (epitome)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Μία μὲν δὴ θεωρία τῆς συνθετικῆς ἐπιστήμης ἡ περὶ αὐτὰ τὰ πρῶτα μόρια καὶ τὰ στοιχεῖα τῆς λέξεως ἥδε· ἑτέρα δὲ ἡ περὶ τὰ κῶλα, ποικιλωτέρας δεομένη πραγματείας καὶ μείζονος· καὶ γὰρ ταῦτα ἁρμόσαι πρὸς ἄλληλα δεῖ, ὥστε οἰκεῖα φαίνεσθαι καὶ φίλα· καὶ σχηματίσαι ὡς ἂν ἐνδέχηται κράτιστα, προκατασκευάσαι τε εἴ πού τι δέοι μειώσει καὶ πλεονασμῷ καὶ εἰ δή τινι ἄλλῃ κατασκευῇ. τούτων δ’ ἕκαστα ἡ πεῖρα αὐτὴ διδάσκει· πολλάκις γὰρ τουτὶ τὸ κῶλον τούτου μὲν προτεθὲν ἢ ἐπὶ τούτῳ τεθὲν εὐστομίαν τινὰ ἐμφαίνει καὶ σεμνότητα, ἑτέραν δέ τινα συζυγίαν λαβὸν ἄχαρι φαίνεται καὶ ἄσεμνον· οἷον τὸ τοῦ Θουκυδίδου ἡμεῖς τε, ὦ Λακεδαιμόνιοι, ἡμῶν ἡ ἐλπίς, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε εἴ τις μεθαρμόσας οὕτως ἐρεῖ ἡμεῖς τε,

ὦ Λακεδαιμόνιοι, δεδίαμεν, μὴ οὐ βέβαιοι ἦτε, ἡμῶν ἡ ἐλπίς, οὐ τὴν αὐτὴν χάριν ἢ τὸ αὐτὸ πάθος φυλάξει· καὶ τὸ τοῦ Δημοσθένους τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ εἴ τις μεταθεὶς ἐρεῖ ὁμολογῶν οὖν ἔννομον εἶναι τὸ λαβεῖν τὰ διδόμενα, παρανόμων γράφῃ τὸ τούτων χάριν ἀποδοῦναι, οὐχ ὁμοίως ἔσται δικανικὴ καὶ στρογγύλη ἡ περίοδος.

Ἡ μὲν δὴ περὶ τὴν ἁρμογὴν τῶν κώλων θεωρία τοιαύτη· ἡ δὲ περὶ τὸν σχηματισμὸν ποταπή; οὐκ ἔστιν εἷς τρόπος τῆς ἐκφορᾶς ἁπάντων τῶν νοημάτων, ἀλλὰ τὰ μὲν ὡς ἀποφαινόμενοι λέγομεν, τὰ δ’ ὡς πυνθανόμενοι, τὰ δ’ ὡς εὐχόμενοι, τὰ δ’ ὡς ἐπιτάττοντες, τὰ δ’ ὡς διαποροῦντες, τὰ δ’ ὡς ὑποτιθέμενοι, τὰ δὲ ἄλλως πως σχηματίζοντες· οἷς ἀκολούθως καὶ τὴν λέξιν πειρώμεθα σχηματίζειν. πολλοὶ δὲ δή που σχηματισμοὶ καὶ τῆς λέξεως εἰσίν, ὥσπερ καὶ τῆς διανοίας· οὓς οὐχ οἷόν τε κεφαλαιωδῶς περιλαβεῖν. οὐ γὰρ δὴ τὸ αὐτὸ δύναται ποιεῖν τὸ αὐτὸ κῶλον οὕτω σχηματισθὲν ἢ οὕτως. ἐρῶ δὲ ἐπὶ παραδείγματος· εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον ὁ Δημοσθένης τὴν λέξιν ταύτην ταῦτ’ εἴπας ἔγραψα· γράψας δὲ ἐπρέσβευσα· πρεσβεύσας δὲ ἔπεισα Θηβαίους, ἄρ’ οὕτως ἂν συνέκειτο χαριέντως, ὡς νῦν σύγκειται καὶ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδὲ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους;