De compositione verborum (epitome)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
καὶ δὴ καὶ τοῖς ἀρχαίοις πολλὴ πρόνοια τῆς ἰδέας ἦν ταύτης· καὶ οὔτε τὰ ὀνόματα τοῖς ὀνόμασιν οὔτε τὰ κῶλα τοῖς κώλοις οὔτε τὰς περιόδους ἀλλήλαις εἰκῇ συνάπτειν ᾤοντο δεῖν· τέχνη δέ τις ἦν παρ’ αὐτοῖς καὶ θεωρήματα, οἷς χρώμενοι συνετίθεσαν εὖ.
Δοκεῖ δέ μοι τῆς συνθετικῆς ταύτης ἐπιστήμης τρία εἶναι τὰ ἔργα· ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν· ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν· τρίτον δέ, τί δεῖται μετασκευῆς τῶν λαμβανομένων· ἀφαιρέσεως λέγω καὶ προσθέσεως καὶ ἀλλοιώσεως· ὥσπέρ που καὶ οἰκοδόμος ὕλην παραλαβὼν τρία πραγματεύεται ταῦτα· ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ἢ ξύλον ἢ πλίνθον· ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι· καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι, καὶ τὸ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι. δεῖ τοίνυν πρῶτον μὲν σκοπεῖν, ποῖον ὄνομα ἢ ῥῆμα ἢ τῶν ἄλλων τι μορίων
ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον, καὶ πῶς οὐκ ἄμεινον· οὐ γὰρ δὴ πάντά γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς· ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα ἢ τὸ ῥῆμα ἢ τῶν ἄλλων ὁτιδήποτε χαριέστερον ἱδρυνθήσεται καὶ πρὸς τὰ ὑποκείμενα πρεπωδέστερον· λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς ἢ πληθυντικῶς λαμβανόμενα κρείττονα λήψεται συζυγίαν· καὶ πότερα κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν ἢ κατὰ τῶν πλαγίων τινά· καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρένων γίνεσθαι θηλυκὰ ἢ ἐκ θηλυκῶν ἀρρενικὰ ἢ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη· καὶ πάντα τὰ τοιαῦτα. ἐπί τε τῶν ῥημάτων, πότερα κρείττω ἔσται λαμβανόμενα, τὰ ὀρθὰ ἢ τὰ ὕπτια· καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα κρατίστην ἔδραν λήψεται· καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων, καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖ. τὰ δ’ αὐτὰ λέγω καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν. ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ἢ ῥῆμα, ὡς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο. τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον· πλὴν γίνεται καὶ ἐν τούτοις, ἐφ’ ὅσον ἂν ἐγχωρῇ. ὅ τε γὰρ λέγων εἰς τουτονὶ τὸν ἀγῶνα προστέθεικέ τι τῇ ἀντωνυμίᾳ γράμμα, τῆς συνθέσεως στοχαζόμενος· ἄρτιον γὰρ ἦν εἰς τοῦτον τὸν ἀγῶνα εἰπεῖν. καὶ πάλιν ὁ λέγων κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήν τῇ προθέσει παρήυξηκε τοὔνομα· τὸ γὰρ Ἰδὼν ἀπέχρη. καὶ ὁ γράφων μήτ’ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ’ ἥκειν ταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου καὶ περικέκρουκε τινὰ τῶν γραμμάτων· καὶ ὁ ἀντὶ τοῦ Ἐποίησεν Ἐποίησε λέγων χωρὶς τοῦ ν′, καὶ Ἀφαιρήσομαι ἀντὶ τοῦ Ἀφαιρεθήσομαι, καὶ πάντα τὰ τοιαῦτα· ὅ τ' Ἐχωροφίλησε λέγων τὸ Ἐφιλοχώρησε καὶ Λελύσεται τὸ Λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵν’ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίονες καὶ ἐπιτηδειότεραι.