De compositione verborum (epitome)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ἀλλὰ μὴν ὅτι γε καὶ μετασκευὰς δέχεται τῶν κώλων ἔνια, τοτὲ μὲν προσθήκας λαμβάνοντα οὐκ ἀναγκαίας ὡς πρὸς τὸν νοῦν, τοτὲ δὲ ἀφαιρέσεις ἀτελῆ ποιούσας τὴν διάνοιαν ἕνεκα τοῦ τὴν ἁρμονίαν ἡδεῖαν καὶ καλὴν γενέσθαι, φανερόν. τίς γὰρ οὐκ ἂν ὁμολογήσειεν ἐν τῷ τοῦ Δημοσθένους τῷὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ οὐχὶ τοῦ ἀναγκαίου χάριν προσκεῖσθαι τὸ μηδὲ τοξεύῃ, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλον τὸκἂν μήπω βάλλῃ τραχύτερον τοῦ δέοντος ὂν καὶ οὐχ ἡδὺ ἀκουσθῆναι τῇ προσθήκῃ ταύτῃ γένηται χαριέστερον; καὶ ἔτι ἐν τῷ ἐπιταφίῳ τοῦ Πλάτωνος, ἔνθα φησίν· ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος γίνεται τοῖς πράξασι παρὰ τῶν ἀκουσάντων· ἐνταῦθα γὰρ τὸπαρὰ τῶν ἀκουσάντων παραπλήρωμα τῆς λέξεως πρὸς οὐδὲν ἀναγκαῖον λέγεται, ἀλλ’ ἵνα τὸ τελευταῖον κῶλοντοῖς πράξασι πάρισόν τε καὶ ἐφάμιλλον τοῖς πρὸ αὐτοῦ γένηται. καὶ δὴ καὶ τὸ τοῦ Αἰσχίνουἐπὶ σεαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς, τρίκωλον πάνυ ἐπαινούμενον, τῆς αὐτῆς ἰδέας ἔχεται· ὃ γὰρ οἷόν τε ἦν ἑνὶ κώλῳ περιληφθῆναι τόνδε τὸν τρόπονἐπὶ σεαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, τοῦτο εἰς τρία διῄρηται. τῆς μὲν δὴ προσθέσεως ἐν τοῖς κώλοις οὗτος ὁ τρόπος· τῆς δὲ ἀφαιρέσεως, ὅταν τῶν ἀναγκαίων τι λεχθῆναι λυπεῖν μέλλῃ καὶ διοχλεῖν τὴν

ἀκρόασιν, ἀφαιρεθὲν χαριεστέραν ποιεῖ τὴν ἁρμονίαν· οἷα ἐστὶν ἐν μὲν τοῖς μέτροις τὰ Σοφόκλεια ταυτί·
Μύω τε καὶ δέδορκα κἀξανίσταμαι, πλέον φυλάσσων αὐτὸς ἢ φυλάσσομαι·
ἐνταυθοῖ γὰρ ὁ δεύτερος στίχος ἐκ δυεῖν σύγκειται κώλων οὐχ ὅλων· τελεία γὰρ ἡ λέξις ἦν οὕτως ἐξενεχθεῖσα·πλεῖον φυλάσσων αὐτὸς ἑτέρους ἢ φυλασσόμενος ὑφ’ ἑτέρων· τὸ δὲ μέτρον ἠδικεῖτο, καὶ οὐκ ἂν ἔσχεν ἣν νυνὶ χάριν ἔχει. ἐν δὲ τοῖς πεζοῖς λόγοις τὰ τοιαῦτα·ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τὴν ἀτέλειαν τῶν ἀδίκων ἐστίν, ἐάσω· μεμείωται γὰρ κἀνταῦθα τῶν πρώτων δυεῖν κώλων ἑκάτερον· αὐτοτελῆ δὲ ἂν ἦν, εἴ τις αὐτὰ οὕτως ἐξήνεγκεν·ἐγὼ δ’ ὅτι μέν τινων κατηγοροῦντα ὡς οὐκ ἐπιτήδειοι ἔχειν τὴν ἀτέλειαν, πάντας ἀφαιρεῖσθαι καὶ τοὺς δικαίως αὐτῆς τυχόντας τῶν ἀδίκων ἐστίν, ἐάσω· ἀλλ’ οὐκ ἐδόκει τῷ Δημοσθένει πλείονα ποιεῖσθαι πρόνοιαν τῆς ἀκριβείας τῶν κώλων ἢ τῆς εὐρυθμίας.

Τὰ δ’ αὐτὰ εἰρήσθω μοι καὶ περὶ τῶν καλουμένων περιόδων· καὶ γὰρ ταύτας χρὴ ταῖς τε προηγουμέναις καὶ ταῖς ἑπομέναις οἰκείως συναρμόττειν, ὅταν ἐν περιόδοις προσήκῃ τὸν λόγον ἐκφέρειν. οὐ γὰρ δὴ πανταχῇ γε τὸ ἐμπερίοδον χρήσιμον.

Διωρισμένων δὴ τούτων, ἀκόλουθον ἂν εἴη λέγειν, τίνα ἐστὶν ὧν δεῖ στοχάζεσθαι τὸν βουλόμενον συντιθέναι τὴν λέξιν εὖ, καὶ διὰ τίνων θεωρημάτων τυγχάτων

νοι τις ὧν ἂν βούληται. δοκεῖ δή μοι δύο ταῦτ’ εἶναι γενικώτατα ὧν ἐφίεσθαι δεῖ τοὺς συντιθέντας μέτρα τε καὶ λόγους, ἥ τε ἡδονὴ καὶ τὸ καλόν· ἀμφότερα γὰρ ἐπιζητεῖ ταῦτα ἡ ἀκοή, ὅμοιόν τι πάσχουσα τῇ ὁράσει· καὶ γὰρ ἐκείνη πλάσματα καὶ γραφὰς καὶ γλυφὰς ὁρῶσα, ὅταν εὑρίσκῃ ταῦτα ἐν αὐτοῖς, ἀρκεῖται καὶ οὐδὲν ἔτι ποθεῖ. καὶ παράδοξον οὐδέν, εἰ δύο ποιῶ τέλη καὶ χωρίζω τὸ καλὸν ἀπὸ τῆς ἡδονῆς, καὶ ἡγοῦμαί τινα λέξιν ἡδέως μὲν συγκεῖσθαι, μὴ καλῶς δέ, ἢ καλῶς μέν, οὐ μὴν καὶ ἡδέως. ἡ γάρ τοι Θουκυδίδου λέξις καὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου καλῶς μὲν σύγκειται νὴ Δία· οὐ μὴν ἡδέως γε πάνυ· ἡ δέ γε τοῦ Κνιδίου Κτησίου καὶ ἡ τοῦ Σωκρατικοῦ Ξενοφῶντος ἡδέως μέν, οὐ μὴν καλῶς γε ἐφ’ ὅσον ἔδει· λέγω δὲ κοινότερον, ἀλλ’ οὐχὶ καθάπαξ· ἐπεὶ καὶ παρ’ ἐκείνοις ἥρμοσταί τινα ἡδέως, ὡς καὶ παρὰ τούτοις καλῶς. ἡ δὲ Ἡροδότου σύνθεσις ἀμφότερα ταῦτα ἔχει· καὶ γὰρ ἡδεῖα ἐστὶ καὶ καλή.