De compositione verborum (epitome)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Διαφοραὶ δὲ συνθέσεως εἰδικαὶ μὲν σφόδρα πολλαὶ καὶ εἰς σύνοψιν ἐλθεῖν οὐ δυνάμεναι· οὐ γὰρ ὁμοίως τὰ αὐτὰ ὀνόματα συντίθεμεν ἄπαντες. τὰς μέντοι

γενικὰς αὐτῆς διαφορὰς μόνας τρεῖς εἶναι πείθομαι, ἃς οὐκ ἔχων ὀνομάζειν μεταφορικοῖς ὀνόμασι καλῶ, τὴν μὲν αὐστηράν, τὴν δὲ γλαφυρὰν ἢ ἀνθηράν, τὴν δὲ τρίτην εὔκρατον εἴ τε κατὰ στέρησιν τῶν ἄκρων εἴ τε κατὰ μῖξιν εἴ τε κατὰ ἄνεσιν καὶ ἐπίτασιν τῶν ἐσχάτων ὅρων.

Τῆς μὲν οὖν αὐστηρᾶς ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ἐρείδεσθαι βούλεται τὰ ὀνόματα ἀσφαλῶς καὶ στάσεις λαμβάνειν ἰσχυράς, ὥς τ’ ἐκ περιφανείας ἕκαστον ὄνομα ὁρᾶσθαι, ἀπέχειν τε ἀπ’ ἀλλήλων τὰ μόρια διαστάσεις ἀξιολόγους αἰσθητοῖς χρόνοις διειργόμενα· τραχείαις τε χρῆσθαι πολλαχῇ καὶ ἀντιτύποις ταῖς συμβολαῖς· ῥυθμοὺς δὲ ἐπιτηδεύει τοὺς ἀξιωματικοὺς καὶ μεγαλοπρεπεῖς, καὶ οὔτε πάρισα βούλεται τὰ κῶλα ἀλλήλοις εἶναι οὔτε παρόμοια οὔτε ἀνάγκῃ δουλεύοντα, ἀκόλουθα δὲ καὶ εὐγενῆ καὶ λαμπρὰ καὶ ἐλεύθερα· φύσει τ’ ἐοικέναι μᾶλλον αὐτὰ βούλεται ἢ τέχνῃ, καὶ κατὰ πάθος λέγεται μᾶλλον ἢ κατὰ ἧθος· περιόδους δὲ συντιθέναι συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν τὰ πολλὰ μὲν οὐδὲ βούλεται· εἰ δέ ποτ’ αὐτομάτως ἐπὶ τοῦτο κατενεχθείη, τὸ ἀνεπιτήδευτον ἐμφαίνειν θέλει καὶ ἀφελές, οὔτε προσθήκαις τισὶν ὀνομάτων, ἵνα ὁ κύκλος ἐκπληρωθῇ, μηδὲν ὠφελούσαις τὸν νοῦν χρωμένη, οὔτε

ὅπως αἱ βάσεις αὐτῶν γένοιντο θεατρικαί τινες ἢ γλαφυραί, οὐδ’ ἴνα τῷ πνεύματι τοῦ λέγοντος ὦσιν αὐτάρκεις· οὐδέ τι τοιοῦτον· ἀλλὰ περὶ τὰς πτώσεις ποικίλη, περὶ τοὺς σχηματισμοὺς ὀλιγοσύνδεσμος, ἄναρθρος, ἐν πολλοῖς ὑπεροπτικὴ τῆς ἀκολουθίας, ἥκιστα ἀνθηρά, μεγαλόφρων, αὐθέκαστος, ἀκόμψευτος, τὸν ἀρχαΐσμὸν καὶ τὸν πῖνον ἔχουσα κάλλος. Ταύτης τῆς ἁρμονίας πολλοὶ μὲν ἐγένοντο ζηλωταί, διαφέροντες δὲ τῶν ἄλλων ἐν μὲν ποιήσει ὅ τε Κολοφώνιος Ἀντίμαχος καὶ Ἐμπεδοκλῆς ὁ φυσικός, ἐν δὲ μελοποιίᾳ Πίνδαρος, ἐν τραγῳδίᾳ δὲ Ἀἰσχύλος, ἐν ἱστορίᾳ δὲ Θουκυδίδης, ἐν δὲ πολιτικοῖς λόγοις Ἀντιφῶν. προκείσθω δὴ καὶ παραδείγματα· Πινδάρου μὲν διθύραμβός τις οὗ ἐστιν ἡ ἀρχή·

Δεῦτ’ ἐν χορὸν Ὀλύμπιοι· ἐπί τε κλυτὰν πέμπετε χάριν θεοί, πολύβατον οἵ τ’ ἄστεος ὀμφαλὸν θυόεντα ἐν ταῖς ἱεραῖς Ἀθήναις οἰχνεῖτε πανδαίδαλόν τ’ εὐκλέ ἀγοράν. ἰοδέτων λάχετε στεφάνων τάν τε ἀριδρέπτων ἀοιδάν· Διόθεν τέ με σὺν ἀγλαΐᾳ ἴδετε πορευθέντες ἀοιδαῖς δεύτερον ἐπὶ τὸν κισσοδαῆ θεόν, ὃν Βρόμιον, ὃν Ἐριβόαν βροτοὶ καλέομεν· γόνον ὑπάτων τε πατέρων μέλπομεν γυναικῶν τε Καδμείαν Σεμέλαν. ἐναργέα νεμέω μάντιν οὐ λανθάνει, φοίνικος ἑανῶν ὁπότ’ οἰχθέντος Ὥραν θαλάμου εὔοδμον ἐπαΐωσιν ἔαρ φυτὰ νεκτάρεα· τότε

βάλλετε, τότ’ ἐπ’ ἄμβροτον χέρσον ἐραταὶ ἴων φόβαι, ῥόδα τε κόμαισι μίγνυνται· οἰχνεῖ τ’ ὀμφᾶ μελέων σὺν αὐλοῖς, οἰχνεῖτε Σεμέλαν ἑλικάμπυκα χοροί

Ταῦθ’ ὅτι μέν ἐστιν ἰσχυρὰ καὶ στιβαρὰ καὶ ἀξιωματικὰ καὶ πολὺ τὸ αὐστηρὸν ἔχει, τραχύνει τε ἀλύπως καὶ πικραίνει μετρίως τὰς ἀκοάς, πάντες ἂν εἴποιεν. γέγονε δὲ τοῦτο κατὰ τέχνην· τὸ γὰρ ἐν χορόν καὶ ἀντίτυπον καὶ οὐκ εὐεπές, τοῦ μὲν συνδέσμου λήγοντος εἰς τὸ ν̄, τοῦ δὲ προσηγορικοῦ ἀρχομένου ἐξ ἀφώνου τοῦ χ̄· ἀσύμμικτα δὲ κατὰ μίαν συλλαβὴν προηγουμένου τοῦ ν φύσει ταῦτα τὰ στοιχεῖα καὶ ἀκόλλητα· ὥςτε τὰ τῶν συλλαβῶν δύο μόρια οὐ συνάπτει τὸν ἦχον, ἀλλ’ ἀνάγκη σιωπήν τινα γενέσθαι μέσοιν ἀμφοῖν τὴν διορίζουσαν ἑκατέρων τῶν γραμμάτων τὰς δυνάμεις. ἔτι καὶ τὸ κλυτάν ἀντίτυπον πεποίηκε καὶ τραχεῖαν τὴν σύνθεσιν καὶ δυσεκφώνητον ἀναβολὴν καὶ ἐγκοπὴν τῆς ἁρμονίας. εἰ γοῦν τὸ κ̄ τὶς ἀφέλοι τῆς συλλαβῆς καὶ ποιήσει ἐπί τε λυτάν, λυθήσεται καὶ τὸ τραχὺ τῆς ἁρμονίας. τοιοῦτον δὲ καὶ τὸ πέμπετε τῷ κλυτάν ἐπικείμενον οὐκ εὐκέραστον ἦχον ἔχει, ἀλλ’ ἀνάγκη στηριχθῆναι τὸ ν̅ , καὶ πιεσθέντος ἱκανῶς τοῦ στόματος τότε ἀκουστὸν γενέσθαι τὸ π̅· οὐ γὰρ ὑποτακτικὸν τῷ ν̄ τὸ π̅· τούτου δ’ αἰτίον ὁ τοῦ στόματος χηματισμός, οὔτε κατὰ τὸν

αὐτὸν τόπον οὔτε τῷ αὐτῷ τρόπῳ τῶν γραμμάτων τούτων ἐκφερομένων ὡς προδεδήλωταί μοι. καὶ πολλά τις ἂν εὕροι τοιαῦτα, ὅλην τὴν ᾠδὴν σκοπῶν.

Πινδάρου μὲν οὖν ἅλις ἔστω· Θουκυδίδου δὲ λαμβανέσθω λέξις ἡ ἐκ τοῦ προοιμίου ἥδε· Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου, καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντες εἰς αὐτὸν ἦσαν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ, καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον· κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δ’ εἰπεῖν, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν.

Αὕτη ἡ λέξις ὅτι μὲν οὐκ ἔχει λείας οὐδὲ συνεζευγμένας ἀκριβῶς τὰς ἁρμονίας, οὐδὲ ἔστιν εὐεπὴς καὶ μαλακή, ἀλλὰ πολὺ τὸ ἀντίτυπον καὶ στρυφνὸν ἐμφαίνει, οὐδὲν δέομαι λέγειν, ἄλλως τε καὶ αὐτοῦ τοῦ συγγραφέως ὁμολογήσαντος, ὅτι εἰς μὲν ἀκρόασιν ἧττον ἐπιτερπὴς ἡ γραφή ἐστι, ’κτῆμα δ’ εἰς ἀεὶ μᾶλλον ἢ ἀγώνισμα εἰς τὸ παραυτίκα ἀκούειν σύγκειται’. τίνα δ’ ἐστὶ τὰ θεωρήματα, οἷς χρησάμενος ὁ ἀνὴρ οὕτως αὐστηρὰν πεποίηκε τὴν ἁρμονίαν, δι’ ὀλίγων σημανῶ.

Αὐτίκα ἐν ἀρχῇ τῷ Ἀθηναῖος τὸ ξυνέγραψεν’ ἐπαγόμενον διίστησιν ἀξιολόγως τὴν ἁρμονίαν· οὐ γὰρ προτάττεται τὸ σ̄ τοῦ ξ̄ κατὰ συνεκφοράν, δεῖ δὲ τοῦ σιωπῇ καταληφθέντος τότε ἀκουστὸν γενέσθαι τὸ · τοῦτο δὲ τραχύτητα ἐργάζεται καὶ ἀντιτυπίαν τὸ πάθος. 5 ἔπειθ’ αἱ μετὰ τοῦτο γινόμεναι συγκοπαὶ τῶν ἤχων, τοῦ τε ν̄ καὶ τοῦ ̄τ καὶ τοῦ π̄ καὶ τοῦ κ̄, τετράκις ἑξῆς ἀλλήλαις παρακείμεναι, χαράττουσιν εὖ μάλα τὴν ἀκοὴν καὶ διασαλεύουσιν ἀξιολόγως τὰς ἁρμονίας, ὅταν φῇ τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων’· τούτων γὰρ τῶν μορίων τῆς λέξεως οὐθὲν ὅ τι οὐχὶ καταληφθῆναί τε δεῖ καὶ πιεσθῆναι πρότερον ὑπὸ τοῦ στόματος περὶ τὸ τελευταῖον γράμμα, ἵνα τὸ συναπτόμενον αὐτῷ τρανὴν καὶ καθαρὰν τὴν ἑαυτοῦ λάβῃ δύναμιν· ἔτι πρὸς τούτοις ἡ τῶν φωνηέντων παράθεσις ἐν τῷ καὶ Ἀθηναίων’ διακέκρουκε τὸ συνεχὲς τῆς ἁρμονίας καὶ διέστηκε πάνυ αἰσθητὸν τὸν μεταξὺ λαβοῦσα χρόνον· ἀκέραστοι γὰρ αἱ φωναὶ τοῦ τε ῑ καὶ τοῦ ᾱ καὶ ἀποκόπτουσαι τὸν ἦχον· τὸ δ’ εὐεπὲς οἱ συνεχεῖς τε καὶ οἱ συλλεαινόμενοι ποιοῦσιν ἦχοι. καὶ πολλὰ τοιαῦτα ἂν εὕροι τις.