De compositione verborum (epitome)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Ἡ δὲ γλαφυρὰ καὶ ἀνθηρὰ σύνθεσις χαρακτῆρα 23 τοιόνδε ἔχει· οὐ ζητεῖ καθ’ ἕν ἕκαστον ὄνομα ἐκ περι φανείας ὁρᾶσθαι, οὐδ’ ἐν ἕδρᾳ πάντα βεβηκέναι πλατείᾳ καὶ ἀσφαλεῖ, οὐδὲ μακροὺς τοὺς μεταξὺ αὐτῶν
εἶναι χρόνους, οὐδὲ τὸ βραδὺ καὶ σταθερὸν φίλον αὐτῇ, ἀλλὰ κεκινῆσθαι βούλεται τὴν ὀνομασίαν καὶ φέρεσθαι θάτερα κατὰ θατέρων ὀνομάτων ὥςπερ τὰ ῥέοντα, καὶ συνυφάνθαι τὰ μόρια, ὡς μιᾶς λέξεως ὄρεξιν διατελεῖν εἰς δύναμιν· τοῦτο δὲ ποιοῦσιν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι· χρόνον οὐδένα αἰσθητὸν μεταξὺ ὀνομάτων περιλαμβάνουσαι· ἔοικέ τε κατὰ μέρος εὐητρίοις ὑφαῖς ἢ γραφαῖς συνεφθαρμένα τὰ φωτεινὰ τοῖς σκιεροῖς ἐχούσαις· εὔφωνά τε εἶναι βούλεται πάντα τὰ ὀνόματα καὶ λεῖα καὶ μαλακὰ καὶ παρθενωπά. τραχείαις δὲ συλλαβαῖς καὶ ἀντιτύποις ἀπέχθειαί που· τὸ δὲ θρασὺ πᾶν καὶ παρακεκινδυνευμένον δι’ εὐλαβείας ἔχει· καὶ τὰ κῶλα δὲ τοῖς κώλοις εὖ συνυφάνθαι βούλεται καὶ πάντα εἰς περίοδον τελευτᾶν ὁρίζουσαν κώλου τε μῆκος ὃ μὴ βραχύτερον ἔσται μηδὲ μεῖζον τοῦ μετρίου, καὶ περιόδου μέτρον πνεῦμα οὗ τέλειον ἀνδρὸς κρατήσει. χρῆται δὲ καὶ ῥυθμοῖς οὐ τοῖς μεγίστοις, ἀλλὰ τοῖς μέσοις τε καὶ βραχυτέροις· καὶ τῶν περιόδων τὰς τελευτὰς εὐρύθμους εἶναι βούλεται καὶ βεβηκυίας ὡς ἂν ἀπὸ στάθμης, τἀναντία ποιοῦσα ἐν ταῖς τούτων ἀρμογαῖς ἢ ταῖς τῶν ὀνομάτων· ἐκεῖνα μὲν γὰρ συναλείφει, ταύτας δὲ διίστησι καὶ ὥςπερ ἐκ περιόπτου βούλεται φανερὰς εἶναι. σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστάτοις, ἀλλὰ τοῖς τρυφεροῖς καὶ θεατρικοῖς χρῆται· καὶ ὅλως τοὐλεσι ναντίον ἔχει σχῆμα τῆς προτέρας. ἐποποιῶν μὲν οὖν ἔμοιγε κάλλιστα τουτονὶ δοκεῖ τὸν χαρακτῆρα ἐξεργάσασθαι Ἡσίοδος· μελοποιῶν δὲ Σαπφὼ καὶ μετ’ αὐτὴν Ἀνακρέων καὶ Σιμωνίδης· τραγῳδοποιῶν δὲ μόνος Εὐριπίδης· συγγραφέων δὲ ἀκριβῶς μὲν οὐδείς, μᾶλλον δὲ τῶν πολλῶν Ἔφορός τε καὶ Θεόπομπος· ῥητόρων δὲ Ἰσοκράτης. θήσω δὲ καὶ ταύτης παραδείγματα τῆς ἁρμονίας, ποιητῶν μὲν προχειρισάμενος ἀπφῶ, ῥητόρων δὲ Ἰσοκράτην. ἄρξομαι δὲ ἀπὸ τῆς μελοποιοῦ.Ποικιλόθρον’ ἀθάνατ’ Ἀφροδίτα, παῖ Διὸς δολοπλόκε, λίσσομαί σε, μή μ’ ἄσαισι μηδ’ ἀνίαισι δάμνα πότνια θυμόν· ἀλλὰ τύ δελφὲ πόκα τ’ ἔρωτα τὰς ἐμὰς αὐδὰς ἀίοις· ἀπόλυ ἔκλυες· πατρὸς δὲ δόμον λιποῖσα, χρύσειον ἦλθες ἄρμ’ ὑποζεύξασα· καλοὶ δέ σ’ ἄγον ὠκέες στρουθοὶ περὶ γᾶς μελαίνας πυκνὰ δινεῦντες πτέρ’ ἀπ’ ὠρανὤθερος διὰ μέσω. αἶψα δ’ ἐξίκοντο· τὺ δ’ ὁ μάκαιρα μειδιάσασ’ ἀθανάτω προσώπω ἤρε’ ὅ τι δ’ ἦν τὸ πέπονθα, κὤτι δεῦρο κάλημι· κὤτι γ’ ἐμῶ μάλιστα θέλω γενέσθω μαινόλα θυμῶ· τίνα δηὖτε πειθ καὶ σαγήνεσσαν φιλότητα· τίς ὦ Σαπφὼ δίκη· ,καὶ γὰρ εἰ φεύγει ταχέως διώξει· αἰ δὲ δῶρα μὴ δὲ καὶ τ’ ἄλλα δώσει· αἰ δὲ μὴ φιλεῖ, ταχέως φιλήσει· κὤ εἰ καὶ θέλεις. ἐλθέ μοι καὶ νῦν· χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν· ὅσα δέ μοι τελέσαι θυμὸς ἱμέρει τέλεσον, σὺ δ’ αὐτᾶ σύμμαχος ἒσο.ταύτης τῆς λέξεως ἡ εὐέπεια καὶ ἡ χάρις ἐν τῇ συνεχείᾳ καὶ λειότητι γέγονε τῶν ἁρμονιῶν· παράκειται γὰρ ἀλλήλοις τὰ ὀνόματα καὶ συνύφανται κατά τινας οἰκειότητας καὶ συζυγίας φυσικὰς τῶν γραμμάτων· τὰ γὰρ φωνήεντα τοῖς ἀφώνοις συνάπτεται μικροῦ διὰ πάσης τῆς ᾠθῆς, ὅσα προτάττεσθαι καὶ ὑποτάττεσθαι πέφυκεν ἀλλήλοις κατὰ μίαν συλλαβὴν συνεκφερόμενα· ἡμιφώνων τε πρὸς ἡμίφωνα καὶ ἀφώνων καὶ φωνηέντων πρὸς ἄλληλα συμπτώσεις, αἳ διασαλεύουσι τοὺς ἤχους, ὀλίγαι πάνυ ἔνεισιν. εἰκότως δὴ γέγονεν εὔρους τις ἡ λέξις καὶ μαλακή, τῆς ἁρμονίας τῶν ὀνομάτων μηδὲν ἀποκυματιζούσης τὸν ἦχον.
Καὶ Σαπφοῦς μὲν ταῦτα· Ἰσοκράτους δὲ ἐκ τοῦ Ἀρεοπαγιτικοῦ τάδε·
Πολλοὺς ὑμῶν οἴομαι θαυμάζειν, ἥντινα ποτὲ γνώμην ἔχων περὶ σωτηρίας τὴν πρόσοδον ἐποιησάμην, ὥςπερ τῆς πόλεως ἐν κινδύνοις οὔσης ἢ σφαλερῶς αὐτῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ’ οὐ πλείους μὲν τριήρεις ἢ διακοσίας κεκτημένης, εἰρήνην δὲ τὰ περὶ τὴν χώραν ἀγούσης καὶ τῶν κατὰ θάλατταν ἀρχούσης, ἔτι δὲ συμμάχους ἐχούσης πολλοὺς μὲν ἑτοίμους ἡμῖν ἤν τι δέοι βοηθήσοντας, πολὺ δὲ πλείους τοὺς τὰς συντάξεις ἐπιτελοῦντας καὶ τὸ προσταττόμενον ποιοῦντας· ὧν ὑπαρχόντων ὑμᾶς μὲν ἄν τις φήσειεν εἰκὸς εἶναι θαρρεῖν ὡς πόρρω τῶν κινδύνων ὄντας, τοῖς δ’ ἐχθροῖς τοῖς ἡμετέροις προσήκειν δεδιέναι καὶ βουλεύεσθαι περὶ σωτηρίας. ὑμεῖς μὲν οὖν οἶδ’ ὅτι τούτῳ χρώμενοι τῷ λογισμῷ καὶ τῆς ἐμῆς προσόδου καταφρονεῖτε καὶ πᾶσαν ἐλπίζετε τὴν Ἑλλάδα τῇ δυνάμει ταύτῃ κατασχήσειν· ἐγὼ δὲ δι’ αὐτὰ ταῦτα τυγχάνω δεδιώς. ὁρῶ γὰρ τῶν πόλεων τὰς ἄριστα πράττειν οἰομένας κάκιστα βουλευομένας, καὶ τὰς μάλιστα θαρρούσας εἰς πλεῖστον κίνδυνον καθισταμένας. αἴτιον δὲ τούτων ἐστίν, ὅτι τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν αὐτὸ καθ’ αὑτὸ παραγίνεται τοῖς ἀνγήσειε, θρώποις, ἀλλὰ συντέτακται καὶ συνακολουθεῖ τοῖς
μὲν πλούτοις καὶ ταῖς δυναστείαις ἄνοια καὶ μετὰ ταύτης ἀκολασία, ταῖς δὲ ἐνδείαις καὶ ταῖς ταπεινότησι σωφροσύνη καὶ πολλὴ μετριότης. ὥςτε χαλεπὸν εἶναι διαγνῶναι, ποτέραν ἄν τις εὔξαιτο τούτων τῶν μερίδων τοῖς παισὶ τοῖς αὑτοῦ· ἴδοι γὰρ ἄν τις ἐκ μὲν τῆς φαυλοτέρας ἐπὶ τὸ βέλτιον ὡς ἐπὶ τὸ πολὺ τὰς πράξεις ἐπιδιδούσας, ἐκ δὲ τῆς κρείττονος φαινομένης ἐπὶ τὸ χεῖρον εἰθισμένας μεταπίπτειν.Ταῦθ’ ὅτι συνείληπταί τε καὶ συγκέχρωσται, καὶ οὐδὲν ἕκαστον ὄνομα ἐν ἕδρᾳ περιφανεῖ καὶ πλατείᾳ βέβηκεν οὐδὲ μακροῖς τοῖς μεταξὺ χρόνοις διείργεται καὶ διαβέβηκεν ἀπ’ ἀλλήλων, ἀλλ’ ἐν κινήσει φαίνεται καὶ ῥύσει συνεχεῖ, πραεῖαί τέ εἰσι καὶ συνάπτουσαι τὴν λέξιν ἁρμονίαι, τὸ ἄλογον ἐπιμαρτυρεῖ τῆς ἀκοῆς πάθος. ὅτι δ’ οὐκ ἄλλα τινὰ τούτων ἐστὶν αἴτια ἢ τὰ προειρημένα ὑπ’ ἐμοῦ περὶ τῆς ἀγωγῆς ταύτης τῶν λόγων, ῥᾴδιον ἐξ ἐκείνων ἰδεῖν.
Ἡ δὲ τρίτη καὶ μέση τῶν εἰρημένων ἁρμονιῶν σχῆμα μὲν ἴδιον οὐδὲν ἔχει, κεκέρασται δὲ ὡς ἐξ ἐκείνων μετρίως. καὶ ἔστιν ἐκλογή τις τῶν ἐν ἑκατέρᾳ κρατίστων. ὧν αὕτη δοκεῖ μοι τὰ πρωτεῖα ἐπιτηδεία εἶναι φέρεσθαι, ἐπειδὴ μεσότης μέν τις ἐστί· μεσότης δὲ ἡ ἀρετὴ καὶ βίων καὶ ἔργων. ὁρᾶται δὲ οὐ κατὰ ἀπαρτισμόν, ἀλλὰ ἐν πλάτει, καὶ τὰς εἰδικὰς ἔχει διαφορὰς
πολλάς· οἵ τε χρησάμενοι αὐτῇ οὐ τὰ αὐτὰ πάντες οὐδ’ ὁμοίως ἐπετήδευσαν.Κορυφὴ μὲν οὖν ἀπάντων καὶ σκοπός, ἐξ οὗ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι,δικαίως ἂν Ὅμηρος λέγοιτο· πᾶς γὰρ αὐτῷ τόπος, ὅτου τις ἂν ἅψοιτο, ταῖς τε αὐστηραῖς καὶ ἀνθηραῖς ἁρμονίαις εἰς ἄκρον διαπεποίκιλται. τῶν δὲ ἄλλων ὅσοι τὴν αὐτὴν μεσότητα ἐπετήδευσαν, ὕστεροι μέντοι Ὁμήρου μακρῷ παρ’ ἐκεῖνον ἐξεταζόμενοι φαίνοιντ’ ἄν· καθ’ ἑαυτοὺς δὲ εἰ θεωροίη τις αὐτούς, ἀξιοθέατοι· μελοποιῶν μὲν Στησίχορός τε καὶ Ἀλκαῖος, τραγῳδοποιῶν δὲ Σοφοκλῆς, συγγραφέων δὲ Ἡρόδοτος, ῥητόρων δὲ Δημοσθένης, φιλοσόφων δὲ κατ’ ἐμὴν δόξαν Δημόκριτός τε καὶ Πλάτων καὶ Ἀριστοτέλης. τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους.