De compositione verborum (epitome)
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.
Εἰρηκὼς δὴ καὶ περὶ τῶν ῥυθμῶν, ἐπὶ τὸ τρίτον θεώρημα τὴν μεταβολὴν μεταβήσομαι. Λέγω δ’ οὐ τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω, ἀλλὰ τὴν ἐν τοῖς ὁμοειδέσι ποικιλίαν. κόρον γὰρ ἔχει καὶ τὰ καλὰ πάντα
ὥςπερ καὶ τὰ ἡδέα ὄντα ἐν τῇ ταὐτότητι, ποικιλλόμενα δὲ ταῖς μεταβολαῖς ἀεὶ καινὰ μένει. τοῖς μὲν οὖν τὰ μέτρα καὶ τὰ μέλη γράφουσιν οὐχ ἅπαντα ἔξεστι μεταβάλλειν οὐδ’ ἐρ’ ὅσον βούλονται. αὐτίκα τοῖς μὲν ἐποποιοῖς μέτρον οὐκ ἔξεστι μεταβάλλειν, ἀλλ’ ἀνάγκη πάντας εἶναι τοὺς στίχους ἑξαμέτρους· οὐδέ γε ῥυθ μόν, ἀλλὰ τοῖς ἀπὸ μακρᾶς ἀρχομένοις συλλαβῆς χρήσονται. τοῖς δὲ τὰ μέλη γράφουσι τὸ μὲν τῶν στρο- φῶν τε καὶ ἀντιστρόφων οὐχ οἷόν τε ἀλλάξαι μέλος· ἀλλ’ ἐάν τ’ ἐναρμονίους ἐάν τε χρωματικὰς ἐάν τε διατόνους ὑποθῶνται μελῳδίας, ἐν πάσαις δεῖ ταῖς στροφαῖς καὶ ἀντιστρόφοις τὰς αὐτὰς ἀγωγὰς φυλάττειν· περὶ δὲ τὰς καλουμένας ἐπῳδοὺς ἀμφότερα κινεῖν ταῦτα ἔξεστι, τό τε μέλος καὶ τὸν ῥυθμὸν τά τε κῶλα ἐξ ὧν συνέστηκε περίοδος ἑκάστη, ἄλλοτε ἄλλα μεγέθη καὶ σχήματα αὐτοῖς περιτιθέντας.Οἱ μὲν οὖν ἀρχαῖοι μελοποιοί, λέγω Ἀλκαῖόν τε καὶ Σαπφώ, μικρὰς ἐποιοῦντο στροφάς, ὥςτ’ ἐν ὀλίγοις τοῖς κώλοις οὐ πολλὰς εἰσῆγον μεταβολάς· οἱ δὲ περὶ Στησίχορόν τε καὶ Πίνδαρον μείζους ἐργασάμενοι τὰς περιόδους εἰς πολλὰ μέτρα καὶ κῶλα διένειμαν αὐτὰς μεαβολῆς ἔρωτι. οἱ δέ γε διθυραμβοποιοὶ χαὶ τοὺς τρόπους μετέβαλλον, Δωρίους τε καὶ Φρυγίους καὶ Λυδίους ἐν τῷ αὐτῷ ᾄσματι ποιοῦντες· καὶ τὰς
μελῳδίας ἐξήλλαττον, τοτὲ μὲν ἐναρμονίους ποιοῦντες, τοτὲ δὲ χρωματικάς, τοτὲ δὲ διατόνους. ἡ δὲ πεζὴ λέξις ἅπασαν ἐλευθερίαν ἔχει ποικίλλειν ταῖς μεταβολαῖς τὴν σύνθεσιν ὅπως βούλεται.Καὶ ἔστι λέξις κρατίστη πασῶν, ἥ τις ἂν ἔχοι πλείστας ἀναπαύλας τε καὶ μεταβολὰς ἐναρμονίους, ὅταν τουτὶ μὲν ἐν περιόδῳ λέγηται, τουτὶ δ’ ἔξω περιόδου, καὶ ἥδε μὲν ἡ περίοδος ἐκ πλειόνων πλέκηται κώλων, ἥδε δ’ ἐξ ἐλαττόνων, αὐτῶν δὲ τῶν κώλων τὸ μὲν βραχύτερον ιιἦ, τὸ δὲ μακρότερον, καὶ τὸ μὲν γοργότερον, τὸ δὲ βραδύτερον, ῥυθμοί τε ἄλλοτε ἄλλοι, καὶ σχήματα παντοῖα, καὶ τάσεις φωνῆς αἱ καλούμεναι προσῳδίαι διάφοροι, κλέπτουσαι τῇ ποικιλίᾳ τὸν κόρον. ἔχει δὲ χάριν τὸ οὕτω συγκείμενον, ὥστε μὴ συγκεῖσθαι δοκεῖν. παράδειγμα δὲ τῆς τοιαύτης μεταβολῆς ποιοῦμαι πᾶσαν μὲν τὴν Ἡροδότου λέξιν, πᾶσαν δὲ τὴν Πλάτωνος, πᾶσαν δὲ τὴν Δημοσθένους· ἀδύνατον γὰρ εὑρεῖν τούτων ἑτέρους ἐπεισοδίοις τε πλείοσι καὶ ποικιλίαις εὐκαιροτέροις καὶ σχήμασι πολυειδεστέροις χρησαμένους· λέγω δὲ τὸν μὲν ὡς ἐν ἱστορίας σχήματι, τὸν δ’ ὡς ἐν διαλόγων χάριτι, τὸν δ’ ὡς ἐν λόγων ἐναγωνίων χρείᾳ. ἀλλ’ οὐχ ἡ Ἰσοκράτους καὶ τῶν ἐκείνου γνωρίμων αἵρεσις ὁμοία ταύταις ἦν· ἀλλὰ καίπερ ἡδέως καὶ μεγαλοπρεπῶς πολλὰ συνθέντες οἱ ἄνδρες οὗτοι περὶ τὰς μεταβολὰς καὶ τὴν ποικιλίαν οὐ πάνυ εὐτυχοῦσιν· ἀλλ’ ἔστι παρ’ αὐτοῖς κύκλος τις, ὁμοειδὴς σχημάτων τάξις, φυλακὴ συμπλοκῆς φωνηένων
ἡ αὐτή, ἄλλα πολλὰ τοιαῦτα κόπτοντα τὴν ἀκρόασιν. καὶ αὐτῷ μὲν ἴσως τῷ Ἰσοκράτει πολλαὶ χάριτες ἐπήνθουν ἄλλαι ταύτην ἐπικρύπτουσαι τὴν ἀμορφίαν, παρὰ δὲ τοῖς μετ’ ἐκεῖνον ἀπ’ ἐλαττόνων τῶν ἄλλων κατορθωμάτων περιφανέστερον γίνεται τοῦτο τὸ ἁμάρτημα.Ἔτι καταλείπεται ἡμῖν ὁ περὶ τοῦ πρέποντος λόγος. πρέπον δέ ἐστι τὸ τοῖς ὑποκειμένοις ἁρμόττον προσώποις καὶ πράγμασιν. ὥσπερ γὰρ ἔστι τις ἐκλογὴ νοημάτων ἣ μὲν πρέπουσα τοῖς ὑποκειμένοις, ἣ δὲ ἀπρεπής, οὕτω δή που καὶ σύνθεσις· οὐ γὰρ ὁμοίᾳ συνθέσει χρώμεθα ὀργιζόμενοι καὶ χαίροντες, οὐδὲ ὀλοφυρόμενοι καὶ φοβούμενοι, οὐδ’ ἐν ἄλλῳ τινὶ πάθει ὄντες· καὶ μὴν καὶ οἱ αὐτοὶ ἄνθρωποι ἐν τῇ αὐτῇ καταστάσει τῆς ψυχῆς ὄντες, ὅταν ἀπαγγέλλωσι πράγματα οἷς ἂν παραγενόμενοι τύχωσιν, οὐχ ὁμοίᾳ χρῶνται συνθέσει περὶ πάντων· ἀλλὰ καὶ μιμητικοὶ γίνονται τῶν ἀπαγγελλομένων, οὐδὲν ἐπιτηδεύοντες, ἀλλὰ φυσικῶς ἐπὶ τοῦτο ἀγόμενοι. ταῦτα δὲ δεῖ παρατηροῦντα τὸν ἀγαθὸν ποιητὴν καὶ ῥήτορα μιμητικὸν εἶναι τῶν πραγμάτων ὑπὲρ ὧν ἂν τοὺς λόγους ἐκφέροι, μὴ μόνον κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων, ἀλλὰ καὶ κατὰ τὴν σύνθεσιν. ὃ ποιεῖν εἴωθεν Ὅμηρος, καίπερ μέτρον ἔχων καὶ ῥυθμοὺς ὀλίγους, ἀλλ’ ὅμως ἀεί τι καινουργῶν ἐν αὐτοῖς καὶ φιλοτεχνῶν, ὥστε μηδὲν ἡμῖν διαφέρειν γινόμενα τὰ πράγματα ἢ λεγόμενα ὁρᾶν. οἷον
Καὶ μὴν καὶ Σίσυφον εἶδον κρατέρ’ ἄλγε’ ἔχοντα, λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν· ἤτοι ὃ μὲν σκηριπτόμενος χερσί τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον·ἐνταῦθα γὰρ ἡ σύνθεσίς ἐστιν ἡ δηλοῦσα τῶν γινομένων ἕκαστον· τὸ βάρος τοῦ πέτρου, τὴν ἐπίπονον ἐκ τῆς γῆς κίνησιν, τὸν διερειδόμενον τοῖς κώλοις, τὸν ἀναβαίνοντα πρὸς τὸν ὄχθον, τὴν μόλις ἀνωθουμένην πέτραν· γέγονε δὲ παρὰ τὸ ἐν τοῖς δυσὶ στίχοις οἷς ἀνακυλίει τὴν πέτραν, ἔξω δυεῖν ῥημάτων τὰ λοιπὰ τῆς λέξεως μόρια πάντ’ ἐστὶν ἤτοι δισύλλαβα ἢ μονοσύλλαβα· ἔπειτα τῷ ἡμίσει πλείους εἰσὶν αἱ μακραὶ συλλαβαὶ τῶν βραχειῶν, καὶ διαβεβήκασι πᾶσαι αἱ τῶν ὀνομάτων ἁρμονίαι καὶ διεστήκασιν αἰσθητῶς, ἢ τῶν φωνηέντων συγκρουομένων ἢ τῶν ἡμιφώνων τε καὶ ἀφώνων· ῥυθμοῖς τε καὶ δακτύλοις καὶ σπονδείοις σύγκειται. αἱ μὲν οὖν μονοσύλλαβοι καὶ δισύλλαβοι λέξεις, πολλοὺς τοὺς μεταξὺ χρόνους ἀλλήλων ἀπολείπουσαι, τὸ χρόνιον ἐμιμήσαντο τοῦ ἔργου· αἱ δὲ μακραὶ συλλαβαὶ στηριγμούς τινας ἔχουσαι καὶ ἐγκαθίσματα τὴν ἀντιτυπίαν καὶ τὸ βαρὺ καὶ τὸ μόλις· τὸ δὲ μεταξὺ τῶν ὀνομάτων ψύγμα καὶ ἡ τῶν τραχυνόντων γραμμάτων παράθεσις τὰ διαλείμματα τῆς ἐνεργείας καὶ τὰς ἐποχὰς καὶ τὸ τοῦ μόχθου μέγεθος· οἱ ῥυθμοὶ δ’ ἐν μήκει θεωρούμενοι τὴν διέκτασιν τῶν μελῶν καὶ τὸν διελκυσμὸν τοῦ κυλίοντος καὶ τὴν τοῦ πέτρου ἔρεισιν. καὶ ὅτι ταῦτα οὐ φύσεως ἐστιν αὐτοματιζούσης ἔργα, ἀλλὰ τέχνης μιμήσασθαι πειρωμένης τὰ γινόμενα, τὰ ἑξῆς δηλοῖ· τὴν γὰρ ἀπὸ τῆς κορυφῆς ἐπιστρέφουσαν πάλιν καὶ κατακυλιομένην πέτραν οὐ τὸν αὐτὸν ἡρμήνευκε τρόπον, ἀλλ’ ἐπιταχύνας καὶ συστρέψας τὴν σύνθεσιν· προειπὼν γὰρ ἐν τῷ αὐτῷ σχήματι
ἀλλ’ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, ἐπιτίθησι τοῦτο τότ’ ἐπιστρέψασκε κραταιὶς αὖτις· ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής·οὐχὶ συγκυλίεται τῷ βάρει τῆς πέτρας ἡ τῶν ὀνομάτων σύνθεσις, μᾶλλον δὲ ἔφθακε τὴν τοῦ λίθου φορὰν τὸ τῆς ἀπαγγελίας τάχος; μονοσύλλαβον μὲν γὰρ οὐδεμίαν, δισυλλάβους δὲ δύο μόνας ἔχει λέξεις· καὶ οὐ διίστησι τοὺς χρόνους ἀλλ’ ἐπιταχύνει· καὶ πλείους τῶν μακρῶν αἱ βραχεῖαι· καὶ οὔτε φωνήεντα διιστῶσιν ἀλλήλων τὰ ὀνόματα οὔτε ἡμιφώνῳ ἡμίφωνον ἢ ἄφωνον παράκειται, ἃ τραχύνει τὸν λόγον· ἀλλὰ συνολισθαίνουσιν ἀλλήλαις καὶ συγκαταφέρονται, καὶ τρόπον τινὰ μία ἐξ ἁπασῶν γίνεται διὰ τὴν τῶν ἁρμονιῶν ἀκρίβειαν· καὶ ῥυθμὸς οὐδεὶς σπονδεῖος ἐν αὐτοῖς.