De Thucydide

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

πολλὰς δυνάμενος ἔτι διανοίας παρασχέσθαι τὸ συνετὸν ἐχούσας πονηρόν, ἵνα μὴ πλείων ὁ λόγος γένοιτό μοι τοῦ μετρίου, τὴν τελευταίαν ἔτι προσθήκην παραλήψομαι μόνην, ἣν ἀπαλλαττόμενος ἐκ τοῦ συλλόγου ὁ Ἀθηναῖος εἴρηκεν· ἀλλʼ ὑμῶν τὰ μὲν ἰσχυρὰ ὄντα ἐλπιζόμενα μέλλεται, τὰ δὲ παρόντα βραχέα πρὸς τὰ

p.395
ἤδη ἀντιτεταγμένα περιγενέσθαι. πολλήν γε ἀλογίαν φησί τῆς διανοίας παρέχετε, εἰ μὴ μεταστησάμενοι ἡμᾶς ἄλλό τι τῶνδε σωφρονέστερον γνώσεσθε. οἷς ἐπιτίθησιν οὐ γὰρ δὴ ἐπί γε τὴν ἐν τοῖς αἰσχροῖς καὶ προὔπτοις κινδύνοις πλεῖστα διαφθείρουσαν ἀνθρώπους αἰσχύνην τρέψεσθε. πολλοῖς γὰρ προορωμένοις ἔτι ἐς οἷα φέρονται τὸ αἰσχρὸν καλούμενον ὀνόματος ἐπαγωγοῦ δυνάμεις ἐπεσπάσατο ἡσσηθεῖσι τοῦ ῥήματος ἔργῳ συμφοραῖς ἀνηκέστοις ὁρῶντας περιπεσεῖν.

τούτων τῶν λόγων ὅτι μὲν οὔτε αὐτὸς μετέσχεν ὁ συγγραφεὺς τῷ συλλόγῳ τότε παρατυχὼν οὔτε τῶν διαθεμένων αὐτοὺς Ἀθηναίων ἢ Μηλίων ἤκουσεν, ἐξ ὧν αὐτὸς ἐν τῇ πρὸ ταύτης βύβλῳ περὶ αὑτοῦ γράφει, μαθεῖν ῥᾴδιον, ὅτι μετὰ τὴν ἐν Ἀμφιπόλει στρατηγίαν ἐξελαθεὶς τῆς πατρίδος πάντα τὸν λοιπὸν τοῦ πολέμου χρόνον ἐν Θρᾴκῃ διέτριψε. λείπεται δὴ σκοπεῖν, εἰ τοῖς τε πράγμασι προσήκοντα καὶ τοῖς συνεληλυθόσιν εἰς τὸν σύλλογον προσώποις ἁρμόττοντα πέπλακε τὸν διάλογον ἐχόμενος ὡς ἔγγιστα τῆς συμπάσης γνώμης τῶν ἀληθῶς λεχθέντων, ὡς αὐτὸς ἐν τῷ προοιμίῳ τῆς ἱστορίας προείρηκεν. ἆρʼ οὖν ὥσπερ τοῖς Μηλίοις

p.396
οἰκεῖοι καὶ προσήκοντες ἦσαν οἱ περὶ τῆς ἐλευθερίας λόγοι παρακαλοῦντες τοὺς Ἀθηναίους μὴ καταδουλοῦσθαι πόλιν Ἑλληνίδα μηδὲν ἁμαρτάνουσαν εἰς αὐτούς, οὕτως καὶ τοῖς Ἀθηναίων στρατηγοῖς πρέποντες ἦσαν οἱ περὶ τῶν δικαίων μήτʼ ἐξετάζειν ἐῶντες μήτε λέγειν, ἀλλὰ τὸν τῆς βίας καὶ πλεονεξίας νόμον εἰσάγοντες καὶ ταῦτʼ εἶναι δίκαια τοῖς ἀσθενέσιν ἀποφαίνοντες, ὅσα τοῖς ἰσχυροτέροις δοκεῖ; ἐγὼ μὲν γὰρ οὐκ οἴομαι τοῖς ἐκ τῆς εὐνομωτάτης πόλεως ἐπὶ τὰς ἔξω πόλεις ἀποστελλομένοις ἡγεμόσι ταῦτα προσήκειν λέγεσθαι, οὐδʼ ἂν ἀξιώσαιμι τοὺς μὲν μικροπολίτας καὶ μηδὲν ἔργον ἐπιφανὲς ἀποδειξαμένους Μηλίους πλέονα τοῦ καλοῦ ποιεῖσθαι πρόνοιαν ἢ τοῦ ἀσφαλοῦς καὶ πάντα ἑτοίμους εἶναι τὰ δεινὰ ὑποφέρειν, ἵνα μηδὲν ἄσχημον ἀναγκασθῶσι πράττειν, τοὺς δὲ προελομένους τήν τε χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν κατὰ τὸν Περσικὸν πόλεμον Ἀθηναίους, ἵνα μηδὲν αἰσχρὸν ὑπομείνωσιν ἐπίταγμα, τῶν ταὐτὰ προαιρουμένων ὡς ἀνοήτων κατηγορεῖν. οἴομαι δʼ, ὅτι κἂν εἴ τινες ἄλλοι παρόντων Ἀθηναίων ταῦτα ἐπεχείρουν λέγειν, ἐπαχθῶς ἤνεγκαν ἂν οἱ τὸν κοινὸν βίον ἐξημερώσαντες. ἐγὼ μὲν δὴ διὰ ταύτας τὰς αἰτίας οὐκ ἐπαινῶ τὸν διάλογον τοῦτον ἀντιπαρεξετάζων τὸν ἕτερον. ἐν ἐκείνῳ μὲν γὰρ Ἀρχίδαμος ὁ Λακεδαιμόνιος δίκαιά τε προκαλεῖται τοὺς Πλαταιεῖς καὶ λέξει κέχρηται καθαρᾷ καὶ σαφεῖ καὶ οὐδὲν ἐχούσῃ σχῆμα βεβασανισμένον οὐδὲ ἀνακόλουθον·
p.397
ἐν τούτῳ δὲ οἱ φρονιμώτατοι τῶν Ἑλλήνων αἴσχιστα μὲν ἐνθυμήματα φέρουσιν, ἀηδεστάτῃ δʼ αὐτὰ περιλαμβάνουσι λέξει· εἰ μὴ ἄρα μνησικακῶν ὁ συγγραφεὺς τῇ πόλει διὰ τὴν καταδίκην ταῦτα τὰ ὀνείδη κατεσκέδασεν αὐτῆς, ἐξ ὧν ἅπαντες μισήσειν αὐτὴν ἔμελλον. ἃ γὰρ οἱ προεστηκότες τῶν πόλεων καὶ τηλικαύτας ἐξουσίας πιστευόμενοι φρονεῖν τε καὶ λέγειν ἐοίκασιν πρὸς τὰς πόλεις ὑπὲρ τῆς αὑτῶν πατρίδος, ταῦτα κοινὰ ὑπολαμβάνουσιν ἅπαντες εἶναι τῆς ἀποστελλούσης πόλεως αὐτούς. καὶ περὶ μὲν τῶν διαλόγων ἅλις.

τῶν δὲ δημηγορικῶν λόγων τεθαύμακα μὲν τὸν ἐν τῇ πρώτῃ βύβλῳ ῥηθέντα ἐν Ἀθήναις ὑπὸ Περικλέους περὶ τοῦ μὴ εἴκειν Λακεδαιμονίοις, τὸν ἔχοντα τήνδε τὴν ἀρχήν· τῆς μὲν γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, ἀεὶ τῆς αὐτῆς ἔχομαι, μὴ εἴκειν Πελοποννησίοις ὡς καὶ τοῖς ἐνθυμήμασιν ἡρμηνευμένον δαιμονίως καὶ οὔτε κατὰ τὴν σύνθεσιν τῶν μορίων οὔτε κατὰ τὴν ἐξαλλαγὴν τῶν σχηματισμῶν τῶν ἀνακολούθων καὶ βεβιασμένων ἐνοχλοῦντα τὰς ἀκοάς, πάσας δὲ περιειληφότα τὰς ἀρετάς, ὁπόσαι γίγνονται περὶ δημηγορικοὺς λόγους· καὶ τοὺς ὑπὸ Νικίου τοῦ στρατηγοῦ ῥηθέντας ἐν Ἀθήναις ὑπὲρ τῆς εἰς Σικελίαν στρατείας· τήν τε πεμφθεῖσαν ὑπὸ αὐτοῦ τοῖς Ἀθηναίοις ἐπιστολήν,

p.398
ἐν ᾗ χρῄζει συμμαχίας ἄλλης καὶ διαδόχου, κάμνων τὸ σῶμα ὑπὸ νόσου· καὶ τὴν παράκλησιν τῶν στρατιωτῶν, ἣν ἐποιήσατο πρὸ τῆς τελευταίας ναυμαχίας· καὶ τὸν παραμυθητικὸν λόγον, ὅτε πεζῇ τὴν στρατιὰν ἔμελλεν ἀπάγειν, ἀπολωλεκὼς τὰς τριήρεις ἁπάσας· καὶ εἴ τινές εἰσιν ἄλλαι τοιαῦται δημηγορίαι καθαραὶ καὶ σαφεῖς καὶ εἰς τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειοι. ὑπὲρ ἁπάσας δὲ τὰς ἐν ταῖς ἑπτὰ βύβλοις φερομένας τὴν Πλαταιέων ἀπολογίαν τεθαύμακα παρʼ οὐδὲν οὕτως ἕτερον ὡς τὸ μὴ βεβασανίσθαι μηδὲ κατεπιτετηδεῦσθαι, ἀληθεῖ δέ τινι καὶ φυσικῷ κεκοσμῆσθαι χρώματι. τά τε γὰρ ἐνθυμήματα πάθους ἐστὶ μεστὰ καὶ ἡ λέξις οὐκ ἀποστρέφουσα τὰς ἀκοάς· ἥ τε γὰρ σύνθεσις εὐεπὴς καὶ τὰ σχήματα τῶν πραγμάτων ἴδια. ταῦτα δὴ τὰ Θουκυδίδου ζηλωτὰ ἔργα, καὶ ἀπὸ τούτων τὰ μιμήματα τοῖς ἱστοριογραφοῦσιν ὑποτίθεμαι λαμβάνειν.

τὴν δʼ ἐν τῇ δευτέρᾳ βύβλῳ Περικλέους ἀπολογίαν, ἣν ὑπὲρ αὑτοῦ διετίθετο τραχυνομένων Ἀθηναίων, ὅτι τὸν πόλεμον ἔπεισεν αὐτοὺς ἀναλαβεῖν, οὐχ ὅλην ἐπαινῶ· οὐδὲ τὰς περὶ τῆς Μυτιληναίων πόλεως δημηγορίας, ἃς διέθεντο Κλέων καὶ Διόδοτος, τὰς ἐν τῇ τρίτῃ βύβλῳ· οὐδὲ τὴν Ἑρμοκράτους τοῦ Συρακοσίου πρὸς Καμαριναίους· οὐδὲ τὴν Εὐφήμου τοῦ πρεσβευτοῦ

p.399
τῶν Ἀθηναίων τὴν ἐναντίαν ταύτης, οὐδὲ τὰς ὁμοίας ταύταις· οὐ γὰρ ἀνάγκη πάσας ἐξαριθμεῖσθαι τὰς εἰς τὸν αὐτὸν κατεσκευασμένας τῆς διαλέκτου χαρακτῆρα. ἵνα δὲ μὴ δόξῃ τις φάσεις ἀναποδείκτους με λέγειν, πολλὰς παρασχέσθαι πίστεις δυνάμενος δυσὶν ἀρκεσθήσομαι δημηγορίαις, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, τῇ Περικλέους ἀπολογίᾳ καὶ τῇ Ἑρμοκράτους πρὸς Καμαριναίους κατηγορίᾳ κατὰ τῆς Ἀθηναίων πόλεως.

ὁ μὲν οὖν Περικλῆς ταῦτα λέγει· καὶ προσδεχομένῳ μοι τὰ τῆς ὀργῆς ὑμῶν εἰς ἐμὲ γεγένηται (αἰσθάνομαι γὰρ τὰς αἰτίας,) καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι, εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε. ταῦτα Θουκυδίδῃ μὲν γράφοντι περὶ τοῦ ἀνδρὸς ἐν ἱστορικῷ σχήματι προσήκοντα ἦν, Περικλεῖ δὲ ἀπολογουμένῳ πρὸς ἠρεθισμένον ὄχλον οὐκ ἦν ἐπιτήδεια εἰρῆσθαι, καὶ ταῦτα ἐν ἀρχαῖς τῆς ἀπολογίας, πρὶν ἑτέροις τισὶν ἀπομειλίξασθαι λόγοις τὰς ὀργὰς τῶν εἰκότως ἐπὶ ταῖς συμφοραῖς ἀχθομένων, τετμημένης μὲν ὑπὸ Λακεδαιμονίων τῆς κρατίστης γῆς, πολλοῦ δὲ κατὰ τὸν λοιμὸν ἀπολωλότος ὄχλου, τὴν δʼ αἰτίαν τῶν κακῶν τούτων τοῦ πολέμου παρεσχηκότος, ὃν ὑπʼ ἐκείνου πεισθέντες ἀνεδέξαντο. σχῆμά τε οὐ τοῦτο τῇ διανοίᾳ πρεπωδέστατον ἦν, τὸ ἐπιτιμητικόν, ἀλλὰ τὸ παραιτητικόν· οὐ γὰρ ἐρεθίζειν προσήκει τὰς τῶν ὄχλων

p.400
ὀργὰς τοὺς δημηγοροῦντας ἀλλὰ πραΰνειν. τούτοις ἐπιτίθησι διάνοιαν ἀληθῆ μὲν καὶ δεινῶς ἀπηγγελμένην, οὐ μέντοι γε τῷ παρόντι καιρῷ χρησίμην· ἐγὼ γὰρ ἡγοῦμαι φησί πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθʼ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἀθρόαν δὲ σφαλλομένην. καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθʼ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται. εἰ μὲν γὰρ ἰδίᾳ τινὲς ἐβλάπτοντο τῶν πολιτῶν, εὐτύχει δὲ τὸ κοινόν, καλῶς ταῦτʼ ἔλεγεν· ἐπεὶ δʼ ἐν ταῖς. ἐσχάταις συμφοραῖς ἦσαν ἅπαντες, οὐκέτι καλῶς. οὐδὲ γὰρ ἡ περὶ τοῦ μέλλοντος ἐλπίς, ὅτι ταῦτα πρὸς ἀγαθοῦ τῇ πόλει γενήσεται τὰ δεινά, βέβαιον εἶχέν τι· ἀφανὲς γὰρ ἀνθρώπῳ τὸ μέλλον καὶ πρὸς τὰ παρόντα τὰς περὶ τῶν ἐσομένων γνώμας αἱ τύχαι τρέπουσι.

τούτοις ἐπιτίθησιν ἔτι φορτικωτέραν διάνοιαν καὶ ἥκιστα τῷ παρόντι καιρῷ πρέπουσαν· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς οἴομαι ἥσσων εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων. θαυμαστὸν γάρ, εἰ Περικλῆς ὁ μέγιστος τῶν τότε ῥητόρων ἠγνόει τοῦτο, ὃ μηδεὶς ἂν τῶν ἐχόντων μέτριον νοῦν ἠγνόησεν, ὅτι πανταχῇ μὲν οἱ μὴ τεταμιευμένως ἐπαινοῦντες τὰς ἑαυτῶν ἀρετὰς ἐπαχθεῖς τοῖς ἀκούουσι φαίνονται, μάλιστα δʼ ἐν τοῖς

p.401
πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας ἀγῶσιν, ἐν οἷς γε δὴ μὴ περὶ τιμῶν αὐτοῖς ἐστιν ἀλλὰ περὶ τιμωριῶν ὁ κίνδυνος· τότε γὰρ οὐκ ἐπαχθεῖς μόνον εἰσὶν ἑτέροις, ἀλλὰ καὶ δυστυχεῖς ἑαυτοῖς ἐκκαλούμενοι τὸν παρὰ τῶν πολλῶν φθόνον· ὅταν δὲ τοὺς αὐτούς τις ἔχῃ δικαστάς τε καὶ κατηγόρους, μυρίων αὐτῷ δεῖ δακρύων τε καὶ οἴκτων εἰς αὐτὸ τοῦτο πρῶτον τὸ μετʼ εὐνοίας ἀκουσθῆναι. ὁ δὲ δημαγωγὸς οὐκ ἀρκεῖται τούτοις ἀλλʼ ἐπεξεργάζεταί τε τούτοις καὶ μεταφράζει τὰ ῥηθέντα· ὅ τε γὰρ γνούς φησί καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη, ὅ τʼ ἔχων ἀμφότερα, τῇ δὲ πόλει δύσνους οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ καὶ τοῦδε, χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο. οὐκ οἶδʼ ὅς τις ἂν ὁμολογήσειεν, ὥσπερ ἀληθῆ ταῦτα ἦν, οὕτως καὶ προσήκοντα εἶναι ὑπὸ Περικλέους ἐν Ἀθηναίοις ἠρεθισμένοις πρὸς αὐτοὺς λέγεσθαι. ἦν δέ γε οὐχ ἡ τῶν κρατίστων ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις αὐτὴ καθʼ ἑαυτὴν ἀξία σπουδῆς, εἰ μὴ καὶ τοῖς πράγμασιν εἴη προσήκοντα καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς καὶ τοῖς ἄλλοις ἅπασιν· ἀλλʼ ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὴν ἑαυτοῦ γνώμην ἀποδεικνύμενος ὁ συγγραφεύς, ἣν εἶχε περὶ τῆς Περικλέους ἀρετῆς, παρὰ τόπον ἔοικεν εἰρηκέναι ταῦτα. ἐχρῆν δέ γε αὐτὸν μὲν ὅ τι βούλεται περὶ τοῦ ἀνδρὸς ἀποφαίνεσθαι,
p.402
τῷ δὲ κινδυνεύοντι τοὺς ταπεινοὺς καὶ παραιτητικοὺς τῆς ὀργῆς ἀποδοῦναι λόγους· τοῦτο γὰρ ἦν πρέπον τῷ μιμεῖσθαι βουλομένῳ συγγραφεῖ τὴν ἀλήθειαν.

ὀχληρὰ δὲ κἀκεῖνα τὰ μειρακιώδη καλλωπίσματα τῆς λέξεως καὶ τὰ πολύπλοκα τῶν ἐνθυμημάτων σχήματα· ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε καὶ ἀμύνεσθαι μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. φρόνημα μὲν γὰρ καὶ ὑπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται· καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν· ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται· ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς· γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια. τά τε γὰρ φρονήματα ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος· ἥ τε τόλμα ἣν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται τῶν Ἡρακλειτείων σκοτεινῶν ἀσαφεστέραν ἔχει τὴν δήλωσιν, ἥ τε τῆς ἐλπίδος ἐν τῷ ἀπόρῳ ἰσχύς καὶ ἡ τῆς γνώμης ἀπὸ τῶν ὑπαρχόντων βεβαιοτέρα πρόνοια ποιητικώτερον περιπέφρασται· βούλεται γὰρ λέγειν, ὅτι δεῖ τῇ γνώμῃ πιστεύειν μᾶλλον, ἣν ἐκ τῶν παρόντων λαμβάνομεν,

p.403
ἢ ταῖς ἐλπίσιν, ὧν ἐν τῷ μέλλοντι ἐστὶν ἡ ἰσχύς.

ἤδη δʼ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην, ὅτι παραμυθούμενος τὴν ὀργὴν τὴν κατειληφυῖαν αὐτοὺς ἐπὶ ταῖς παρούσαις συμφοραῖς, ὧν αἱ πλείους παράλογοί τε συνέβησαν αὐτοῖς καὶ ἀπροσδόκητοι, καὶ παρακαλῶν τὰς συμφορὰς γενναίως ὑφίστασθαι μὴ ἀφανίζοντας τὴν τῆς πόλεως ἀξίωσιν, ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι, καὶ μετὰ τοῦτο διεξελθών, ὅτι τὴν κατὰ θάλατταν ἀρχὴν βεβαίως ἔχοντες οὔτε ὑπὸ βασιλέως οὔτε ὑπὸ Λακεδαιμονίων οὔτε ὑπʼ ἄλλου ἀνθρώπων ἔθνους οὐδενὸς καταλυθήσονται (ὧν ἡ πίστις οὐχ ἡ παροῦσα ἦν ἀλλʼ ἡ μέλλουσα, οὐδʼ ἐν τῇ προνοίᾳ τὸ βέβαιον ἔχουσα ἀλλʼ ἐν ταῖς ἐλπίσιν), ἔπειτα τούτων ἐπιλαθόμενος ἀξιοῖ μὴ πιστεύειν τῇ ἐλπίδι, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς. ἐναντία γὰρ δὴ ταῦτα ἀλλήλοις, εἴ γε δὴ τὸ μὲν λυποῦν τὴν αἴσθησιν εἶχεν ἤδη παροῦσαν, τῆς δʼ ὠφελείας ἡ δήλωσις ἔτι ἀπῆν.

ἀλλʼ ὥσπερ ταῦτα οὐκ ἐπαινῶ οὔτε κατὰ τὸ πραγματικὸν μέρος οὔτε κατὰ τὸ λεκτικόν, οὕτως ἐκεῖνα τεθαύμακα ὡς νενοημένα τε ἀκριβῶς καὶ ἡρμηνευμένα περιττῶς καὶ συγκείμενα ἡδέως· καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τὰ ἄλλα εὐτυχοῦσι, πολλὴ ἄνοια πολεμῆσαι· εἰ δʼ ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος· καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι, ὑμεῖς δὲ

p.404
μεταβάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις. καὶ ἔτι ἐκεῖνα· δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ τὸ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· --- ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ τὰς συμφορὰς ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν· ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι, ὅστις ἂν μαλακίᾳ ἐλλείπῃ, καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον. καὶ ἔτι τὰ διεγείροντα τὰς ψυχὰς τῶν Ἀθηναίων ἐπὶ τὸ φρόνημα τὸ πάτριον ταυτί· τῆς τε πόλεως ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν, ᾧ ὑπὲρ ἅπαντας ἀγάλλεσθε, βοηθεῖν καὶ μὴ φεύγειν τοὺς πόνους, ἢ μηδὲ τὰς τιμὰς διώκειν· μηδὲ νομίσαι περὶ ἑνὸς μόνου, δουλείας ἀντʼ ἐλευθερίας, ἀγωνίζεσθαι, ἀλλὰ καὶ ἀρχῆς στερήσεως καὶ κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε. ἧς οὐδʼ ἐκστῆναι ἔτι ὑμῖν ἔστιν, εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμοσύνῃ ἀνδραγαθίζεται. ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν, ἣν λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι, ἀφεῖναι δὲ ἐπικίνδυνον, καὶ τὰ τούτοις ὅμοια, ὅσα τάς τε ἐξαλλαγὰς τῶν ὀνομάτων καὶ τῶν σχημάτων μετρίας ἔχει καὶ οὔτε περιέργους οὔτε δυσπαρακολουθήτους.

p.405

ἐκ δὲ τῆς Ἑρμοκράτους δημηγορίας ἐπαινεῖν μὲν ἔχω ταῦτα τὰ κατορθώματα τοῦ συγγραφέως· ἀλλʼ οὐ γὰρ δὴ τὴν Ἀθηναίων εὐκατηγόρητον οὖσαν πόλιν νῦν ἥκομεν ἀποφανοῦντες ἐν εἰδόσιν, ὅσα ἀδικεῖ· πολὺ δὲ μᾶλλον ἡμᾶς αὐτοὺς αἰτιασόμενοι, ὅτι ἔχοντες παραδείγματα τῶν ἐκεῖ Ἑλλήνων, ὡς ἐδουλώθησαν οὐκ ἀμύνοντες σφίσιν αὐτοῖς, καὶ νῦν ἐφʼ ἡμᾶς τὰ αὐτὰ παρόντα σοφίσματα, Λεοντίνων τε ξυγγενῶν κατοικίσεις καὶ Αἰγεσταίων ξυμμάχων ἐπικουρίας, οὐ ξυστραφέντες βουλόμεθα προθυμότερον δεῖξαι αὐτοῖς, ὅτι οὐκ Ἴωνες ταῦτά εἰσιν οὐδὲ Ἑλλησπόντιοι καὶ νησιῶται, οἳ δεσπότην ἢ Μῆδον ἢ ἕνα γέ τινα ἀεὶ μεταβάλλοντες δουλοῦνται, ἀλλὰ Δωριεῖς ἐλεύθεροι ἀπʼ αὐτονόμου τῆς Πελοποννήσου τὴν Σικελίαν οἰκοῦντες. ἢ μένομεν, ἕως ἂν ἕκαστοι κατὰ πόλεις ληφθῶμεν, εἰδότες ὅτι ταύτῃ μόνον ἁλωτοί ἐσμεν; ταῦτα γὰρ ἐν τῷ σαφεῖ καὶ καθαρῷ τῆς διαλέκτου τρόπῳ λεγόμενα προσείληφε καὶ τὸ τάχος καὶ τὸ κάλλος καὶ τὸν τόνον καὶ τὴν μεγαλοπρέπειαν καὶ τὴν δεινότητα, καὶ πάθους ἐστὶν ἐναγωνίου μεστά· οἷς ἂν καὶ ἐν δικαστηρίῳ χρήσαιτό τις καὶ ἐν ἐκκλησίαις, καὶ φίλοις διαλεγόμενος. καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· εἴ τέ τις φθονεῖ μὲν ἢ καὶ φοβεῖται (ἀμφότερα γὰρ τάδε πάσχει τὰ μείζω,)

p.406
διὰ δʼ αὐτὰ τὰς Συρακόσσας κακωθῆναι μέν, ἵνα σωφρονισθῶμεν, βούλεται, περιγενέσθαι δὲ ἕνεκα τῆς ἑαυτοῦ ἀσφαλείας, οὐκ ἀνθρωπείας δυνάμεως βούλησιν ἐλπίζει. οὐ γὰρ οἷόν τε ἅμα τῆς τε ἐπιθυμίας καὶ τῆς τύχης τὸν αὐτὸν ὁμοίως ταμίαν γενέσθαι, καὶ τὰ ἐπὶ τελευτῇ κείμενα τοῦ λόγου· δεόμεθα οὖν καὶ μαρτυρόμεθα, εἰ μὴ πείσομεν, ὅτι ἐπιβουλευόμεθα μὲν ὑπὸ Ἰώνων ἀεὶ πολεμίων, προδιδόμεθα δὲ ὑφʼ ὑμῶν Δωριεῖς Δωριέων· καὶ εἰ καταστρέψονται ἡμᾶς Ἀθηναῖοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσι, τῷ δʼ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα λήψονται. ταῦτα μὲν δὴ καὶ τὰ παραπλήσια τούτοις καλὰ καὶ ζήλου ἄξια ἡγοῦμαι. ἐκεῖνα δʼ οὐκ οἶδʼ ὅπως ἂν ἐπαινέσαιμι· νῦν γὰρ εἰς τὴν Σικελίαν προφάσει μέν, ᾗ πυνθάνεσθε, διανοίᾳ δέ, ἣν πάντες ὑπονοοῦμεν. καί μοι δοκοῦσιν οὐ Λεοντίνους βούλεσθαι κατοικίσαι, ἀλλʼ ἡμᾶς μᾶλλον ἐξοικίσαι. ψυχρὰ γὰρ ἡ παρονομασία καὶ οὐ προσβάλλουσα πάθος, ἀλλʼ ἐπιτήδευσιν. καὶ ἔτι τὰ πεπλεγμένα καὶ πολλὰς τὰς ἕλικας ἔχοντα σχήματα ταυτί· καὶ οὐ περὶ τῆς ἐλευθερίας ἄρα οὔτε οἵδε τῶν Ἑλλήνων οὔτε οἱ Ἕλληνες τῆς ἑαυτῶν τῷ Μήδῳ ἀντέστησαν, περὶ δὲ τοῦ, οἳ μὲν σφίσιν ἀλλὰ
p.407
μὴ ἐκείνῳ καταδουλώσεως, οἳ δʼ ἐπὶ δεσπότου μεταβολῇ οὐκ ἀξυνετωτέρου, κακοξυνετωτέρου δέ. καὶ ἔτι τὸ κατακορὲς τῆς μεταγωγῆς τῆς ἔκ τε τοῦ πληθυντικοῦ εἰς τὸ ἑνικὸν καὶ ἐκ τοῦ περὶ προσώπων λόγου εἰς τὸ τοῦ λέγοντος πρόσωπον· καὶ εἴ τῳ ἄρα παρέστηκε τὸν μὲν Συρακόσιον, ἑαυτὸν δʼ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ καὶ δεινὸν ἡγεῖται ὑπέρ γε τῆς ἐμῆς κινδυνεύειν, ἐνθυμηθήτω οὐ περὶ τῆς ἐμῆς μᾶλλον, ἐν ἴσῳ δὲ καὶ τῆς ἑαυτοῦ ἅμα ἐν τῇ ἐμῇ μαχόμενος, τοσούτῳ δὲ καὶ ἀσφαλέστερον, ὅσῳ οὐ προδιεφθαρμένου ἐμοῦ, ἔχων δὲ ξύμμαχον ἐμὲ καὶ οὐκ ἔρημος ἀγωνιεῖται· τόν τε Ἀθηναῖον μὴ τὴν τοῦ Συρακοσίου ἔχθραν κολάσασθαι. ταῦτα γὰρ καὶ μειρακιώδη καὶ περίεργα καὶ τῶν λεγομένων αἰνιγμάτων ἀσαφέστερα. καὶ ἐκεῖνα ἔτι πρὸς τούτοις· καὶ εἰ γνώμῃ ἁμάρτοι, τοῖς αὑτοῦ κακοῖς ὀλοφυρθεὶς τάχʼ ἂν ἴσως καὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε βουληθείη αὖθις φθονῆσαι· ἀδύνατον δὲ προεμένῳ καὶ μὴ τοὺς αὐτοὺς κινδύνους οὐ περὶ τῶν ὀνομάτων, ἀλλὰ περὶ τῶν ἔργων ἐθελήσαντι προσλαβεῖν. οἷς ἐπιτίθησιν οὐδὲ μειρακίῳ προσῆκον ἐπιφώνημα· λόγῳ μὲν γὰρ τὴν ἡμετέραν δύναμιν σῴζοι ἄν τις, ἔργῳ δὲ τὴν ἑαυτοῦ σωτηρίαν.
p.408

ἔστι δὲ καὶ ἄλλα ἐν τῇ δημηγορίᾳ ταύτῃ μέμψεως ἄξια, περὶ ὧν οὐδὲν δέομαι τὰ πλείω λέγειν· ἱκανῶς δʼ οἴομαι καὶ διὰ τούτων φανερὸν πεποιηκέναι τὸ προκείμενον, ὅτι τῆς Θουκυδίδου λέξεως κρατίστη μέν ἐστιν ἡ μετρίως ἐκβεβηκυῖα τὰ συνήθη καὶ τὰς πρώτας καὶ ἀναγκαίας ἀρετὰς φυλάσσουσα, χείρων δὲ ἡ λαμβάνουσα πολλὴν ἐκτροπὴν ἐκ τῶν κοινῶν ὀνομάτων τε καὶ σχημάτων εἰς τὰ ξένα καὶ βεβιασμένα καὶ ἀνακολούθητα, δι’ ἣν οὐδὲ τῶν ἄλλων ἀρετῶν οὐδεμίαι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν. οὔτε γὰρ ἐν ταῖς ἐκκλησίαις χρήσιμόν ἐστι τοῦτο τὸ γένος τῆς φράσεως, ἐν αἷς ὑπὲρ εἰρήνης καὶ πολέμου καὶ νόμων εἰσφορᾶς καὶ πολιτειῶν κόσμου καὶ τῶν ἄλλων τῶν κοινῶν καὶ μεγάλων αἱ πόλεις βουλευσόμεναι συνέρχονται, οὔτʼ ἐν τοῖς δικαστηρίοις, ἔνθα περὶ θανάτου καὶ φυγῆς καὶ ἀτιμίας καὶ δεσμῶν καὶ χρημάτων ἀφαιρέσεως οἱ λόγοι πρὸς τοὺς ἀνειληφότας τὴν ὑπὲρ τούτων ἐξουσίαν λέγονται (--- αἳ λυποῦσι τὸν πολιτικὸν ὄχλον οὐκ ὄντα τῶν τοιούτων ἀκουσμάτων ἐν ἔθει,) οὔτʼ ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις, ἐν αἷς περὶ τῶν βιωτικῶν διαλεγόμεθα πολίταις ἢ φίλοις ἢ συγγενέσιν διηγούμενοί τι τῶν συμβεβηκότων ἑαυτοῖς ἢ συμβουλευόμενοι περί τινος τῶν ἀναγκαίων, ἢ νουθετοῦντες ἢ παρακαλοῦντες ἢ συνηδόμενοι τοῖς ἀγαθοῖς ἢ συναλγοῦντες τοῖς κακοῖς·

p.409
ἐῶ γὰρ λέγειν, ὅτι τῶν οὕτως διαλεγομένων οὐδὲ αἱ μητέρες ἂν καὶ οἱ πατέρες ἀνάσχοιντο διὰ τὴν ἀηδίαν, ἀλλʼ ὥσπερ ἀλλοεθνοῦς γλώσσης ἀκούοντες τῶν ἑρμηνευσόντων ἂν δεηθεῖεν. ταῦτα ἔστιν ἃ περὶ τοῦ συγγραφέως ἐπείσθην, μετὰ πάσης ἀληθείας εἰρημένα κατὰ τὴν ἐμὴν δύναμιν.

ἀνάγκη δὲ καὶ τὰ λεγόμενα ὑπὲρ αὐτοῦ τισιν ἐξετάσαι δι’ ὀλίγων, ἵνα μηδὲν παρεἱκέναι δοκῶ. ὅτι μὲν οὖν οὔτʼ εἰς τοὺς πολιτικοὺς ἀγῶνας ἐπιτήδειός ἐστιν οὔτʼ εἰς τὰς ὁμιλίας τὰς ἰδιωτικὰς οὗτος ὁ χαρακτήρ, ἅπαντες ὁμολογήσουσιν οἱ μὴ διεφθαρμένοι τὴν διάνοιαν ἀλλʼ ἐν τῷ κατὰ φύσιν τὰς αἰσθήσεις ἔχοντες. ἐπιχειροῦσι δέ τινες οὐκ ἄδοξοι σοφισταὶ λέγειν, ὅτι τοῖς μὲν πρὸς τὰς ὀχλικὰς ἐντεύξεις παρεσκευασμένοις καὶ τὰ δίκαια λέγουσιν οὐκ ἔστιν ἐπιτήδειος οὗτος ὁ χαρακτήρ, τοῖς δὲ τὰς ἱστορικὰς πραγματείας ἐκφέρουσιν, αἷς μεγαλοπρεπείας τε δεῖ καὶ σεμνολογίας καὶ καταπλήξεως, παντὸς μάλιστα προσήκει ταύτην ἀσκεῖν τὴν φράσιν τὴν γλωττηματικήν τε καὶ ἀπηρχαιωμένην καὶ τροπικὴν καὶ ἐξηλλαγμένην τῶν ἐν ἔθει σχημάτων ἐπὶ τὸ ξένον καὶ περιττόν. οὐ γὰρ ἀγοραίοις ἀνθρώποις οὐδʼ ἐπιδιφρίοις ἢ χειροτέχναις οὐδὲ τοῖς ἄλλοις οἳ μὴ μετέσχον ἀγωγῆς ἐλευθερίου ταύτας κατασκευάζεσθαι τὰς γραφάς, ἀλλʼ ἀνδράσι διὰ τῶν ἐγκυκλίων μαθημάτων ἐπὶ ῥητορικήν τε καὶ φιλοσοφίαν ἐληλυθόσιν, οἷς οὐδὲν φανήσεται τούτων ξένον. ἤδη δέ

p.410
τινες ἐπεχείρησαν λέγειν, ὡς οὐ τῶν μεθʼ ἑαυτὸν ἐσομένων στοχαζόμενος ὁ συγγραφεὺς οὕτως ἔγραψε τὰς ἱστορίας, ἀλλὰ τῶν καθʼ ἑαυτὸν ὄντων, οἷς ἦν ἡ διάλεκτος --- χρήσιμος οὗτος ὁ χαρακτὴρ οὔτʼ εἰς τοὺς συμβουλευτικοὺς οὔτʼ εἰς τοὺς δικανικοὺς ἀγῶνας, ἐν οἷς οἵ τʼ ἐκκλησιάζοντες καὶ οἱ δικάζοντες, οὐχ οἵους ὁ Θουκυδίδης ὑπέθετο, συνέρχονται.