μίαν δὲ τούτοις ἐπιθεὶς περίοδον ἀγκύλως εἰρημένην καὶ δυνατῶς μετὰ τοῦ σαφῶς· ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον ποιητικῇ πάλιν χρήσεται μεταλήψει· καὶ μὴν καὶ τὸ συγγενὲς τοῦ
p.377
ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. τὸ γὰρ συγγενές καὶ τὸ ἑταιρικόν ἀντὶ τῆς συγγενείας καὶ τῆς ἑταιρίας κείμενον μετείληπται· τό τε ἀπροφασίστως τολμᾶν ἄδηλον, εἴ τε ἐπὶ τῶν φίλων κεῖται νῦν εἴ τε ἐπὶ τῶν συγγενῶν. αἰτίαν γὰρ ἀποδούς, διʼ ἣν τοὺς συγγενεῖς ἀλλοτριωτέρους ἔκρινον τῶν φίλων, ἐπιτίθησιν, ὅτι τόλμαν ἀπροφάσιστον παρείχοντο. σαφὴς δʼ ἂν ἦν ὁ λόγος, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον κατὰ τὴν ἑαυτοῦ βούλησιν σχηματίζων· καὶ μὴν καὶ τὸ ἑταιρικὸν οἰκειότερον ἐγένετο τοῦ συγγενοῦς διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. περιπέφρασται δὲ καὶ τὰ ἐπὶ τούτοις, καὶ οὔτε ἰσχυρῶς οὔτε σαφῶς ἀπήγγελται· οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται σύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. ὁ μὲν νοῦς ἐστὶ τοιόσδε· οὐ γὰρ ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις αἱ τῶν ἑταιριῶν ἐγίνοντο σύνοδοι, ἀλλʼ ἐπὶ τῷ παρὰ τοὺς νόμους τι πλεονεκτεῖν. καὶ ὅρκοι φησίν εἴ που ἄρα ἐγίγνοντο συναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν· ἐν τούτοις
p.378
ὑπερβατόν τε καὶ περίφρασις· οἱ μὲν γὰρ ὅρκοι τῆς συναλλαγῆς τὸ σημαινόμενον ἔχουσι τοιοῦτον· οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο. τὸ δὲ ἴσχυον διʼ ὑπερβατοῦ κείμενον τῷ αὐτίκα ἕπεται, βούλεται γὰρ δηλοῦν ἐν τῷ παραυτίκα ἴσχυον· τὸ δὲ πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν σαφέστερον ἂν ἦν οὕτως ἐξενεχθέν· διὰ τὸ μηδεμίαν ἄλλην ἔχειν δύναμιν κατὰ τὸ ἄπορον ἑκατέρῳ διδόμενοι. τὸ δὲ κατάλληλον τῆς διανοίας ἦν ἂν τοιοῦτο· οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο, ἀπορίᾳ πίστεως ἄλλης ἑκατέρῳ διδόμενοι ἐν τῷ παραχρῆμα ἴσχυον.
σκολιώτερα δὲ τούτων ἐστὶ καὶ ἃ μετὰ ταῦτα τίθησιν· ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρρῆσαι εἰ ἴδοι ἄφρακτον, ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς· καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε· τὸ δὴ παρατυχόν ἀντὶ τοῦ παραχρῆμα κεῖται, τό τε ἄφρακτον ἀντὶ τοῦ ἀφυλάκτου καὶ τὸ ἥδιον τιμωρεῖσθαι διὰ τὴν πίστιν μᾶλλον ἢ ἀπὸ τοῦ προφανοῦς σκοτεινῶς περιπέφρασται, καὶ ἐλλείπει τι μόριον εἰς τὸ συμπληρωθῆναι τὴν νόησιν. εἰκάζειν δὲ ἔστιν, ὅτι τοῦτο βούλεται λέγειν· εἰ δέ που παρατύχοι τινὶ καιρὸς καὶ μάθοι τὸν ἐχθρὸν ἀφύλακτον, ἥδιον ἐτιμωρεῖτο, ὅτι πιστεύσαντι ἐπέθετο μᾶλλον ἢ φυλαττομένῳ· καὶ συνέσεως δόξαν προσελάμβανε, τό τε ἀσφαλὲς λογιζόμενος καὶ ὅτι διὰ τὴν ἀπάτην αὐτοῦ περιεγένετο. ῥᾷον δʼ οἱ πολλοὶ κακοῦργοι
p.379
φησίν ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται· ταῦτα γὰρ ἀγκύλως μὲν εἴρηται καὶ βραχέως, ἐν ἀφανεῖ δὲ κείμενον ἔχει τὸ σημαινόμενον. χαλεπὸν γὰρ μαθεῖν, τίνας δή ποτε νοεῖ τοὺς ἀμαθεῖς τε καὶ ἀγαθούς· εἴ τε γὰρ ἀντιδιαστέλλεται πρὸς τοὺς κακούργους, οὐκ ἂν εἴησαν ἀμαθεῖς οἱ μὴ κακοί· εἴ τʼ ἐπὶ τῶν ἀνοήτων καὶ ἀφρόνων τίθησι τοὺς ἀμαθεῖς, κατὰ τί δή ποτε τούτους ἀγαθοὺς καλεῖ; καὶ τῷ μὲν αἰσχύνονται τίνες; ἄδηλον γὰρ πότερον ἀμφότεροι ἢ οἱ ἀμαθεῖς. ἐπὶ δὲ τῷ ἀγάλλονται κἀνταῦθα ἄδηλον, τίνες· εἰ μὲν γὰρ ἐπʼ ἀμφοτέρων τίθησιν, οὐκ ἔχει νοῦν· οὔτε γὰρ ἐπὶ τοῖς κακούργοις οἱ ἀγαθοὶ ἀγάλλονται οὔτʼ ἐπὶ τοῖς ἀμαθέσιν οἱ κακοῦργοι αἰσχύνονται.
οὗτος ὁ χαρακτὴρ τῆς ἀσαφοῦς καὶ πεπλεγμένης λέξεως, ἐν ᾗ πλείων ἔνεστι τῆς θέλξεως ἡ σκοτίζουσα τὴν διάνοιαν ὄχλησις, ἕως ἑκατὸν ἐκμηκύνεται στίχων. θήσω δὲ καὶ τὰ ἑξῆς οὐδεμίαν ἔτι λέξιν ἐμαυτοῦ προστιθείς· πάντων δʼ αὐτῶν αἴτιον ἀρχὴ ἡ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν, ἐκ δʼ αὐτῶν καὶ ἐς τὸ φιλονεικεῖν καθισταμένων τὸ πρόθυμον. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες, μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο· παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων
p.380
περιγενέσθαι ἐτόλμησάν τε τὰ δεινότατα, ἐπεξῄεσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προστιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες· καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν ἕτοιμοι ἦσαν τὴν αὐτίκα φιλονεικίαν ἐκπιμπλάναι. ὥστʼ εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου, οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι, ἄμεινον ἤκουον· τὰ δὲ μέσα τῶν πολιτῶν ὑπʼ ἀμφοτέρων, ἢ ὅτι οὐκ ἐξηγωνίζοντο ἢ ὅτι φθόνῳ τοῦ περιεῖναι, διεφθείροντο. οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ· καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη· τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν. οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός. κρείττους δὲ ὄντες πάντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προεσκόπουν ἢ πιστεῦσαι ἐδύναντο. καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο. τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥττους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν· οἱ δὲ καταφρονοῦντες κἂν προαισθέσθαι, καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν, ἃ γνώμῃ ἔξεστιν,
p.381
ἄφρακτοι μᾶλλον διεφθείροντο. ἑκ πολλῶν ἔτι δυνάμενος παραδειγμάτων ποιῆσαι φανερόν, ὅτι κρείττων ἐστὶν ἐν τοῖς διηγήμασιν, ὅταν ἐν τῷ συνήθει καὶ κοινῷ τῆς διαλέκτου χαρακτῆρι μένῃ, χείρων δέ, ὅταν ἐκτρέψῃ τὴν διάλεκτον ἐκ τῆς συνήθους ἐπὶ τὰ ξένα ὀνόματα καὶ βεβιασμένα σχήματα, ὧν ἔνια σολοικισμῶν παρέχεται δόξαν, ἀρκεσθήσομαι τούτοις, ἵνα μὴ περαιτέρω τοῦ δέοντος ἡ γραφή μοι προβῇ.
ἐπεὶ δὲ καὶ περὶ τῶν δημηγοριῶν αὐτοῦ τὰ δοκοῦντά μοι φανερὰ ποιήσειν ὑπεσχόμην, ἐν αἷς οἴονταί τινες τὴν ἄκραν τοῦ συγγραφέως εἶναι δύναμιν, διελόμενος καὶ ταύτην διχῇ τὴν θεωρίαν εἴς τε τὸ πραγματικὸν μέρος καὶ εἰς τὸ λεκτικὸν χωρὶς ὑπὲρ ἑκατέρου ποιήσομαι τὸν λόγον, ἀρξάμενος ἀπὸ τοῦ πραγματικοῦ. ἐν ᾧ πρώτην μὲν ἔχει μοῖραν ἡ τῶν ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις, δευτέραν δὲ ἡ τῶν εὑρεθέντων χρῆσις· ἐκείνη μὲν ἐν τῇ φύσει μᾶλλον ἔχουσα τὴν ἰσχύν, αὕτη δὲ ἐν τῇ τέχνῃ. τούτων ἣ μὲν πλέον ἔχουσα τοῦ τεχνικοῦ τὸ φυσικὸν καὶ διδαχῆς ἐλάττονος δεομένη θαυμαστή τίς ἐστι παρὰ τῷ συγγραφεῖ· φέρει γὰρ ὥσπερ ἐκ πηγῆς πλουσίας ἄπειρόν τι χρῆμα νοημάτων τε καὶ ἐνθυμημάτων περιττῶν καὶ ξένων καὶ παραδόξων. ἣ δὲ πλεῖον ἔχουσα τὸ τεχνικὸν καὶ λαμπροτέραν ποιοῦσα φαίνεσθαι τὴν ἑτέραν ἐνδεεστέρα τοῦ δέοντος ἐπὶ πολλῶν. ὅσοι μὲν οὖν ἐκτεθαυμάκασιν αὐτὸν ὑπὲρ τὸ μέτριον, ὡς μηδὲν τῶν θεοφορήτων διαφέρειν, διὰ τὸ πλῆθος ἐοίκασι τῶν ἐνθυμημάτων τοῦτʼ ἐσχηκέναι τὸ πάθος. οὓς ἐὰν διδάσκῃ τις ἐφʼ
p.382
ἑκάστῳ πράγματι παρατιθεὶς τὸν λόγον, ὅτι ταυτὶ μὲν οὐκ ἦν ἐπιτήδεια ἐν τούτῳ τῷ καιρῷ καὶ ὑπὸ τούτων τῶν προσώπων λέγεσθαι, ταυτὶ δʼ οὐκ ἐπὶ τούτοις τοῖς πράγμασιν οὐδὲ μέχρι τούτου, δυσχεραίνουσιν, ὅμοιόν τι πάσχοντες τοῖς κεκρατημένοις ὑφʼ οἵας δή τινος ὄψεως ἔρωτι μὴ πολὺ ἀπέχοντι μανίας. ἐκεῖνοί τε γὰρ πάσας τὰς ἀρετάς, ὁπόσαι γίνονται περὶ μορφὰς εὐπρεπεῖς, ταῖς καταδεδουλωμέναις αὑτοὺς προσεῖναι νομίζουσι, καὶ τοὺς ἐξονειδίζειν ἐπιχειροῦντας, εἴ τι περὶ αὐτὰς ὑπάρχει σίνος, ὡς βασκάνους καὶ συκοφάνντας προβέβληνται· οὗτοί τε ὑπὸ τῆς μιᾶς ταύτης ἀρετῆς κεκαρωμένοι τὴν διάνοιαν ἅπαντα καὶ τὰ μὴ προσόντα τῷ συγγραφεῖ μαρτυροῦσίν· ἃ γὰρ ἕκαστος εἶναι βούλεται περὶ τὸ φιλούμενόν τε καὶ θαυμαζόμενον ὑφʼ ἑαυτοῦ, ταῦτα οἴεται. ὅσοι δʼ ἀδέκαστον τὴν διάνοιαν φυλάσσουσι καὶ τὴν ἐξέτασιν τῶν λόγων ἐπὶ τοὺς ὀρθοὺς κανόνας ἀναφέρουσιν, εἴ τε φυσικῆς τινος κρίσεως μετειληφότες εἴ τε καὶ διὰ διδαχῆς ἰσχυρὰ τὰ κριτήρια κατασκευάσαντες, οὔτε ἅπαντα ἐπαινοῦσιν ἐπʼ ἴσης οὔτε πρὸς ἅπαντα δυσχεραίνουσιν, ἀλλὰ τοῖς μὲν κατορθώμασι τὴν προσήκουσαν μαρτυρίαν ἀπονέμουσιν, εἰ δέ τι διημάρτηται μέρος ἐν αὐτοῖς, οὐκ ἐπαινοῦσιν.
ὁ γοῦν ἐπὶ πάντων ἐγὼ τῶν ἐμαυτοῦ θεωρημάτων κανόνας ὑποτιθέμενος οὔτε πρότερον ὤκνησα τὰ δοκοῦντά μοι φέρειν ἐς μέσον
p.383
οὔτε νῦν ἀποτρέψομαι. διδοὺς δὴ τὸ πρῶτον, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὸ περὶ τὴν εὕρεσιν τοῦ συγγραφέως εὔστοχον, καὶ εἴ τις ἄλλως προὑπείληφεν εἴ τε διὰ φιλονεικίαν εἴ τε διʼ ἀναισθησίαν, ἁμαρτάνειν αὐτὸν οἰόμενος, θάτερον οὐκέτι δίδωμι, τὸ περὶ τὰς οἰκονομίας αὐτοῦ τεχνικόν, πλὴν ἐπʼ ὀλίγων πάνυ δημηγοριῶν. ὁρῶ δὲ καὶ τὰ περὶ τὴν λέξιν ἐλαττώματα, περὶ ὧν ἤδη προείρηκα, πλεῖστα καὶ μέγιστα ταύταις συμβεβηκότα ταῖς ἰδέαις· καὶ γὰρ αἱ γλωττηματικαὶ καὶ ξέναι καὶ πεποιημέναι λέξεις ἐν ταύταις μάλιστα ἐπιπολάζουσι, καὶ τὰ πολύπλοκα καὶ ἀγκύλα καὶ βεβιασμένα σχήματα πλεῖστα περὶ ταύτας ἐστίν. εἰ δὲ τὰ εἰκότα ἔγνωκα, σύ τε κρινεῖς καὶ τῶν ἄλλων ἕκαστος ἐπὶ τὴν ἐξέτασιν ἀγόμενος τῶν ἔργων. ἔσται δὲ κατὰ ταὐτὰ ἡ παράθεσις αὐτῶν, ἀντιπαρεξεταζομένων τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων οὔτε κατὰ τὴν φράσιν ἀνεγκλήτων.
ἐν μὲν οὖν τῇ δευτέρᾳ βύβλῳ τὴν ἐπὶ Πλαταιὰς Λακεδαιμονίων τε καὶ τῶν συμμάχων ἔλασιν ἀρξάμενος γράφειν ὑποτίθεται, τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἀρχιδάμου μέλλοντος δῃώσειν τὴν γῆν, πρέσβεις παρὰ τῶν Πλαταιέων ἀφιγμένους πρὸς αὐτόν,
p.384
καὶ λόγους ἀποδίδωσιν, οἵους εἰκὸς ἦν ὑπὸ ἀμφοτέρων εἰρῆσθαι, τοῖς τε προσώποις πρέποντας καὶ τοῖς πράγμασιν οἰκείους καὶ μήτʼ ἐλλείποντας τοῦ μετρίου μήτε ὑπεραίροντας, λέξει τε κεκόσμηκεν αὐτοὺς καθαρᾷ καὶ σαφεῖ καὶ συντόμῳ καὶ τὰς ἄλλας ἀρετὰς ἐχούσῃ· τήν τε ἁρμονίαν οὕτως ἔναυλον ἀποδέδωκεν ἅμα τοῖς ἡδίστοις παρεξετάζεσθαι· τοῦ δʼ ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δʼ ἐπὶ Πλάταιαν· ἡγεῖτο δʼ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς· καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν. οἱ δὲ Πλαταιεῖς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε· Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδὲ ἄξια οὔθʼ ὑμῶν οὔτε πατέρων ὧν ἐστε, ἐς γῆν τὴν Πλαταιέων στρατεύοντες. Παυσανίας γὰρ ὁ Κλεομβρότου Λακεδαιμόνιος ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων συνάρασθαι τοῦ κινδύνου καὶ τῆς μάχης, ἣ παρʼ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιέων ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς συμμάχους, ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπʼ αὐτοὺς μηδʼ ἐπὶ δουλείᾳ· εἰ
p.385
δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν. τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης. ὑμεῖς δὲ τἀναντία ἐκείνοις δρᾶτε· μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους λέγομεν ὑμῖν, γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους, ὥσπερ Παυσανίας ἐδικαίωσε. τοιαῦτα τῶν Πλαταιέων λεγόντων Ἀρχίδαμος ἀποκρίνεται τοιάδε· δίκαια λέγετε, ὦ ἄνδρες Πλαταιεῖς, ἢν ποιῆτε ὅμοια τοῖς λόγοις. καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπʼ Ἀθηναίοις· παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως. ἧς μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις. εἰ δὲ μή, ἅπερ καὶ πρότερον ἤδη προὐκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν· καὶ ἔστε μηδὲ μεθʼ ἑτέρων, δέχεσθε δʼ ἀμφοτέρους φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει. ὁ μὲν Ἀρχίδαμος
p.386
τοσαῦτα εἶπεν. οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα εἰσῆλθον εἰς τὴν πόλιν· καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ, ὅτι ἀδύνατα εἴη σφίσι ποιεῖν, ἃ προκαλεῖται, ἄνευ Ἀθηναίων· παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρʼ ἐκείνοις εἴησαν. δεδιέναι δὲ καὶ περὶ πάσῃ τῇ πόλει, μὴ ʼκείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν ἢ Θηβαῖοι ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν. ὃ δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη· ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις, καὶ γῆς ὅρους ἀποδείξατε, καὶ δένδρα τὰ ὑμέτερα καὶ εἴ τι ἄλλο δυνατὸν εἰς ἀριθμὸν ἐλθεῖν· αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε, ἕως ἂν ὁ πόλεμος ἦ· ἐπειδὰν δὲ παρέλθῃ, ἀποδώσομεν ὑμῖν, ἃ ἂν παραλάβωμεν· μέχρι δὲ τοῦδε ἕξομεν ὑμῖν παρακαταθήκην ἐργαζόμενοι καὶ ἀποφορὰν φέροντες, ἣ ἂν ὑμῖν ἱκανὴ μέλλῃ ἔσεσθαι. οἳ δὲ ἀκούσαντες αὖθις εἰσῆλθον εἰς τὴν πόλιν, καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν, ὅτι βούλονται Ἀθηναίοις κοινῶσαι πρῶτον ἃ προκαλεῖται, καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν ταῦτα. μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον
p.387
καὶ τὴν γῆν μὴ δῃοῦν. ὃ δʼ ἡμέρας τε ἐσπείσατο, ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ ἔτεμνεν. ἐλθόντες δὲ οἱ Πλαταιεῖς πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετʼ αὐτῶν πάλιν ἦλθον ἀγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε· οὔτʼ ἐν τῷ πρὸ τοῦ χρόνῳ, ἄνδρες Πλαταιεῖς, ἀφʼ οὗ ξύμμαχοι ἐγενόμεθα, Ἀθηναῖοι φασὶν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν· ἐπισκήπτουσίν τε ὑμῖν πρὸς τῶν ὅρκων, οὓς οἱ πατέρες ὤμοσαν, μηδὲν νεωτερίζειν περὶ τὴν συμμαχίαν. τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιεῖς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι, ἀλλʼ ἀνασχέσθαι καὶ γῆν τεμνομένην, εἰ δέοι, ὁρῶντας καὶ ἄλλο πάσχοντας, ὅ τι ἂν ξυμβαίνῃ· ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλʼ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι, ὅτι ἀδύνατά ἐστι σφίσι ποιεῖν ἃ Λακεδαιμόνιοι προκαλοῦνται. ὡς δʼ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος ὁ βασιλεὺς κατέστη λέγων ὧδε· θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε, καὶ ἥρωες, ξυνίστορες ἔστε, ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως, ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον ἐπὶ γῆν τήνδε ἤλθομεν, ἐν ᾗ οἱ πατέρες ἡμῶν
p.388
εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν, οὔτε νῦν ἤν τι ποιῶμεν, ἀδικήσομεν· προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν. ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως. τοσαῦτα ἐπιθειάσας καθίστη εἰς πόλεμον τὸν στρατόν.
ἐξετάσωμεν δὴ παρὰ τοῦτον τὸν διάλογον τὸν οὕτω καλῶς καὶ περιττῶς ἔχοντα ἕτερον αὐτοῦ διάλογον, ὃν μάλιστα ἐπαινοῦσιν οἱ τοῦ χαρακτῆρος τούτου θαυμασταί. ὑποτίθεται δή, στρατιὰν ἀποστειλάντων Ἀθηναίων ἐπὶ Μηλίους Λακεδαιμονίων ἀποίκους, πρὶν ἄρξασθαι τοῦ πολέμου, τὸν στρατηγὸν τῶν Ἀθηναίων καὶ τοὺς προβούλους τῶν Μηλίων συνιόντας εἰς λόγους περὶ καταλύσεως τοῦ πολέμου· καὶ κατʼ ἀρχὰς μὲν ἐκ τοῦ ἰδίου προσώπου δηλοῖ τὰ λεχθέντα ὑφʼ ἑκατέρων, ἐπὶ μιᾶς δʼ ἀποκρίσεως τοῦτο τὸ σχῆμα διατηρήσας, τὸ διηγηματικόν, προσωποποιεῖ τὸν μετὰ ταῦτα διάλογον καὶ δραματίζει. ἄρχει δʼ ὁ Ἀθηναῖος τάδε λέγων· ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ συνεχεῖ ῥήσει οἱ λαοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐς ἅπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσι (γινώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἡ ἐς τοὺς ὀλίγους ἀγωγή,) ὑμεῖς οἱ προκαθήμενοι ἔτι ἀσφαλέστερον
p.389
ποιήσετε. καὶ μηδʼ ὑμεῖς ἐν ὀλίγῳ ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε· καὶ πρῶτον, εἰ ἀρέσκει ὡς λέγομεν, εἴπατε. οἱ δὲ τῶν Μηλίων σύνεδροι ἀπεκρίναντο· ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται· τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ φαίνετε. τοῦτο τὸ τελευταῖον εἴ τις ἐν τοῖς σχήμασιν ἀξιώσει φέρειν, οὐκ ἂν φθάνοι πάντας τοὺς σολοικισμούς, ὅσοι γίγνονται παρὰ τοὺς ἀριθμοὺς καὶ παρὰ τὰς πτώσεις, σχήματα καλῶν; προθεὶς γὰρ ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν οὐ ψέγεται, ἔπειτα συνάψας τῷ ἑνικῷ καὶ κατὰ τὴν ὀρθὴν ἐξενηνεγμένῳ πτῶσιν τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα ἐπιζεύγνσι τούτοις ἑνικὸν καὶ κατὰ τὴν γενικὴν ἐσχηματισμένον πτῶσιν, εἴ τε ἄρθρον δεικτικὸν βούλεταί τις αὐτὸ καλεῖν εἴ τε ἀντονομασίαν, τὸ αὐτοῦ· τοῦτο δὲ οὔτε τῷ θηλυκῷ καὶ ἑνικῷ καὶ ὀνοματικῷ προσαρμοττόμενον σῴζει τὴν ἀκολουθίαν οὔτε τῷ πληθυντικῷ καὶ οὐδετέρῳ καὶ κατὰ τὴν αἰτιατικὴν ἐσχηματισμένῳ πτῶσιν. ἦν δʼ ἂν ὁ λόγος κατάλληλος οὕτω σχηματισθείς·
p.390
ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτῆς φαίνεται. τούτοις ἐπιτίθησιν ἐνθύμημα νενοημένον μὲν οὐκ ἀτόπως, ἡρμηνευμένον δὲ οὐκ εὐπαρακολουθήτως· εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε, ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα· εἰ δʼ ἐπὶτοῦτο, λέγοιμεν ἄν.
καὶ μετὰ τοῦτο ἀποστρέψας τοῦ διηγήματος τὸν διάλογον ἐπὶ τὸ δραματικὸν ταῦτα τὸν Ἀθηναῖον ἀποκρινόμενον ποιεῖ· εἰκὸς μὲν καὶ ξυγγνώμη, ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας τραπέσθαι. ἔπειτα εὐσχήμονα πρόθεσιν ὑποθέμενος ἡ μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἤδη πάρεστι, καὶ ὁ λόγος, ᾧ προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω πρῶτον μὲν εἴρηκεν ἐνθύμημα οὔτε τῆς Ἀθηναίων πόλεως ἄξιον οὔτʼ ἐπὶ τοιούτοις πράγμασιν ἁρμόττον λέγεσθαι ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετʼ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν, ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν· τοῦτο δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας στράτευσιν, ἐπειδὴ περὶ μηδετέρου τούτων βούλεται τὸν λόγον ὑπέχειν· οἷς ἐπιτίθησιν οὔθʼ ὑμᾶς ἀξιοῦμεν
p.391
ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν, τὰ δυνατὰ δʼ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι. τοῦτο δέ ἐστιν· ὑμεῖς μὲν ἀληθῶς φρονοῦντες ὅτι ἀδικεῖσθε, τὴν ἀνάγκην φέρετε καὶ εἴκετε· ἡμεῖς δὲ οὐκ ἀγνοοῦντες, ὅτι ἀδικοῦμεν ὑμᾶς, τῆς ἀσθενείας ὑμῶν περιεσόμεθα τῇ βίᾳ· ταῦτα γὰρ ἑκατέροις δυνατά. ἔπειτα τὴν αἰτίαν ἀποδοῦναι τούτου βουληθεὶς ἐπιλέγει· ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προὔχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσι.
βασιλεῦσι γὰρ βαρβάροις ταῦτα πρὸς Ἕλληνας ἥρμοττε λέγειν· Ἀθηναίοις δὲ πρὸς τοὺς Ἕλληνας, οὓς ἠλευθέρωσαν ἀπὸ τῶν Μήδων, οὐκ ἦν προσήκοντα εἰρῆσθαι, ὅτι τὰ δίκαια τοῖς ἴσοις ἐστὶ πρὸς ἀλλήλους, τὰ δὲ βίαια τοῖς ἰσχυροῖς πρὸς τοὺς ἀσθενεῖς. ὀλίγα δὲ πρὸς ταῦτα τῶν Μηλίων ἀποκριναμένων, ὅτι καλῶς ἂν ἔχοι τοῖς Ἀθηναίοις προνοεῖν τοῦ δικαίου, μὴ καὶ αὐτοί ποτε σφαλέντες ὑπʼ ἄλλων ἐν ἐξουσίᾳ γένωνται καὶ τὰ αὐτὰ πάσχωσιν ὑπὸ τῶν ἰσχυροτέρων, ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς, ἢν καὶ παυθῇ, οὐκ ἀθυμοῦμεν τὴν τελευτήν, τούτου δʼ αἰτίαν ἀποδιδόντα, ὅτι κἂν καταλύσωσιν αὐτῶν Λακεδαιμόνιοι τὴν ἀρχήν, συγγνώμην ἕξουσι, καὶ αὐτοὶ πολλὰ τοιαῦτα πράσσοντες. θήσω δὲ καὶ τὴν λέξιν αὐτοῦ· οὐ γὰρ οἱ ἄρχοντες ἄλλων,
p.392
ὥσπερ καὶ Λακεδαιμόνιοι, οὗτοι δεινοὶ τοῖς νικηθεῖσι. τοῦτο δὲ ὅμοιόν ἐστι τῷ λέγειν, ὅτι παρὰ τοῖς τυράννοις οὐ μισοῦνται τύραννοι. οἷς ἐπιτίθησιν καὶ περὶ μὲν τούτου ἡμῖν ἀφείσθω κινδυνεύεσθαι, ὃ μόγις ἂν εἶπεν τῶν καταποντιστῶν τις ἢ λῃστῶν οὐδὲν ἐπιστρέφομαι τῆς μετὰ ταῦτα τιμωρίας χαρισάμενος ἐπιθυμίαις ἐν τῷ παρόντι. ἔπειτʼ ὀλίγων τῶν μεταξὺ γενομένων ἀμοιβαίων καὶ τῶν Μηλίων εἰς ἐπιεικῆ συγκαταβαινόντων αἵρεσιν ὥστε δὲ ἡσυχίαν ἄγοντας ἡμᾶς φίλους μὲν εἶναι ἀντὶ πολεμίων, ξυμμάχους δὲ μηδετέρων οὐκ ἂν δέξαισθε; ἀποκρινόμενον ποιεῖ τὸν Ἀθηναῖον οὐ γὰρ τοσοῦτον ἡμᾶς βλάπτει ἡ ἔχθρα ὑμῶν, ὅσον ἡ φιλία μὲν ἀσθενείας, τὸ δὲ μῖσος δυνάμεως παράδειγμα τοῖς ἀρχομένοις δηλούμενον, ἐνθύμημα πονηρὸν καὶ σκολιῶς ἀπηγγελμένον· εἰ δὲ τὸ νόημα βούλεταί τις αὐτοῦ σκοπεῖν, τοιόνδε ἐστίν, ὅτι φιλοῦντες μὲν ἡμᾶς ἀσθενεῖς φαίνεσθαι πρὸς τοὺς ἄλλους ποιήσετε, μισοῦντες δὲ ἰσχυρούς· οὐ γὰρ ζητοῦμεν εὐνοίᾳ τῶν ὑπηκόων ἄρχειν, ἀλλὰ φόβῳ.
τούτοις ἕτερα προσθεὶς πάλιν ἀμοιβαῖα περίεργα καὶ πικρά, τοὺς Μηλίους ὑποτίθεται λέγοντας, ὅτι κοινὰς τὰς τύχας φέρουσιν οἱ πολέμιοι καὶ τὸ μὲν εἶξαι εὐθὺς ἀνέλπιστον, μετὰ δὲ τοῦ δρωμένου ἔτι καὶ στῆναι ἐλπὶς ὀρθῶς. πρὸς ταῦτα ποιεῖ τὸν Ἀθηναῖον ἀποκρινόμενον λαβυρίνθων σκολιώτερα περὶ τῆς ἐλπίδος
p.393
ἐπὶ κακῷ τοῖς ἀνθρώποις γινομένης, κατὰ λέξιν οὕτως γράφων· ἐλπὶς δὲ κινδύνου παραμύθιον οὖσα τοὺς μὲν ἀπὸ περιουσίας χρωμένους αὐτῇ κἂν βλάψῃ, οὐ καθεῖλεν· τοῖς δὲ ἐς πᾶν τὸ ὑπάρχον ἀναρριπτοῦσι (δάπανος γὰρ φύσει) ἅμα τε γιγνώσκεται σφαλέντων, καὶ ἐν ὅτῳ φυλάξεταί τις αὐτὴν γνωρισθεῖσαν, οὐκ ἐλλείπει. ὅ ὑμεῖς ἀσθενεῖς τε καὶ ἐπὶ σκοπῆς μιᾶς ὄντες μὴ βούλεσθε παθεῖν μηδʼ ὁμοιωθῆναι τοῖς πολλοῖς, οἷς παρὸν ἀνθρωπείως ἔτι σῴζεσθαι, ἐπειδὰν πιεζομένους αὐτοὺς ἐπιλείπωσιν αἱ φανεραὶ ἐλπίδες, ἐπὶ τὰς ἀφανεῖς καθίστανται, μαντικήν τε καὶ χρησμοὺς καὶ ὅσα τοιαῦτα μετʼ ἐλπίδων λυμαίνεται. ταῦτʼ οὐκ οἶδα πῶς ἄν τις ἐπαινέσειεν ὡς προσήκοντα εἰρῆσθαι στρατηγοῖς Ἀθηναίων, ὅτι λυμαίνεται τοὺς ἀνθρώπους ἡ παρὰ τῶν θεῶν ἐλπὶς καὶ οὔτε χρησμῶν ὄφελος οὔτε μαντικῆς τοῖς εὐσεβῆ καὶ δίκαιον προῃρημένοις τὸν βίον. εἰ γάρ τι καὶ ἄλλο, τῆς Ἀθηναίων πόλεως καὶ τοῦτʼ ἐν τοῖς πρώτοις ἐστὶν ἐγκώμιον, τὸ περὶ παντὸς πράγματος καὶ ἐν παντὶ καιρῷ τοῖς θεοῖς ἕπεσθαι καὶ μηδὲν ἄνευ μαντικῆς καὶ χρησμῶν ἐπιτελεῖν. λεγόντων τε τῶν Μηλίων, ὅτι σὺν τῇ παρὰ τῶν θεῶν βοηθείᾳ καὶ Λακεδαιμονίοις πεποίθασιν, οὓς εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὴν αἰσχύνην αὐτοῖς βοηθήσειν καὶ οὐ περιόψεσθαι συγγενεῖς
p.394
ἀπολλυμένους, αὐθαδέστερον ἔτι τὸν Ἀθηναῖον ἀποκρινόμενον εἰσάγει· τῆς μὲν τοίνυν πρὸς τὸ θεῖον εὐμενείας οὐδʼ ἡμεῖς οἰόμεθα λελείψεσθαι· οὐδὲν γὰρ ἔξω τῆς μὲν ἀνθρωπείας, τῆς δʼ εἰς τὸ θεῖον νεμέσεως τῶν τʼ εἰς σφᾶς αὐτοὺς βουλήσεων δικαιοῦμεν ἢ πράσσομεν. ἡγούμεθα γὰρ τό τε θεῖον δόξῃ τἀνθρώπειόν τε σαφῶς διὰ παντὸς ἀπὸ φύσεως ἀναγκαίως, οὗ ἂν κρατῇ, ἄρχειν· τούτων ὁ νοῦς ἔστι μὲν δυσείκαστος καὶ τοῖς πάνυ δοκοῦσιν ἐμπείρως τοῦ ἀνδρὸς ἔχειν, κατακλείεται δʼ εἰς τοιοῦτόν τι πέρας, ὅτι τὸ μὲν θεῖον δόξῃ γινώσκουσιν ἅπαντες, τὰ δὲ πρὸς ἀλλήλους δίκαια τῷ κοινῷ τῆς φύσεως κρίνουσι νόμῳ· οὗτος δʼ ἔστιν ἄρχειν ὧν ἂν δύνηταί τις κρατεῖν. ἀκόλουθα καὶ ταῦτα τοῖς πρώτοις καὶ οὔτε Ἀθηναίοις οὔτε Ἕλλησι πρέποντα εἰρῆσθαι.