πρὸς μὲν οὖν τοὺς οἰομένους μόνων εἶναι τῶν εὐπαιδεύτων ἀναγνῶναί τε καὶ συνεἷναι τὴν Θουκυδίδου διάλεκτον ταῦτα λέγειν ἔχω, ὅτι τὸ τοῦ πράγματος ἀναγκαῖόν τε καὶ χρήσιμον ἅπασιν (οὐδὲν γὰρ ἂν ἀναγκαιότερον γένοιτο οὐδὲ πολυωφελέστερον) ἀναιροῦσιν ἐκ τοῦ κοινοῦ βίου, ὀλίγων παντάπασιν ἀνθρώπων οὕτω ποιοῦντες, ὥσπερ ἐν ταῖς ὀλιγαρχουμέναις ἢ τυραννουμέναις πόλεσιν· εὐαρίθμητοι γάρ τινές εἰσιν οἷοι πάντα τὰ Θουκυδίδου συμβαλεῖν, καὶ οὐδʼ οὗτοι χωρὶς ἐξηγήσεως γραμματικῆς ἔνια. πρὸς δὲ τοὺς ἐπὶ τὸν ἀρχαῖον βίον ἀναφέροντας τὴν Θουκυδίδου διάλεκτον ὡς δὴ τοῖς τότε ἀνθρώποις οὖσαν συνήθη, βραχὺς ἀπόχρη μοι λόγος καὶ σαφής, ὅτι πολλῶν γενομένων Ἀθήνησι κατὰ τὸν Πελοποννησιακὸν πόλεμον ῥητόρων τε καὶ φιλοσόφων οὐδεὶς αὐτῶν κέχρηται ταύτῃ τῇ διαλέκτῳ, οὔθʼ οἱ περὶ Ἀνδοκίδην καὶ Ἀντιφῶντα καὶ Λυσίαν ῥήτορες οὔθʼ οἱ περὶ Κριτίαν καὶ Ἀντισθένη καὶ Ξενοφῶντα Σωκρατικοί. ἐκ
p.411
δὴ τούτων ἁπάντων δῆλός ἐστιν ἁνὴρ πρῶτος ἐπιτετηδευκὼς ταύτην τὴν ἑρμηνείαν, ἵνα διαλλάξῃ τοὺς ἄλλους συγγραφεῖς. ὅταν μὲν οὖν τεταμιευμένως αὐτῇ χρήσηται καὶ μετρίως, θαυμαστός ἐστι καὶ οὐδενὶ συγκριτὸς οὐδʼ ἑτέρῳ· ὅταν δὲ κατακόρως καὶ ἀπειροκάλως, μήτε τοὺς καιροὺς διορίζων μήτε τὴν ποσότητα ὁρῶν, μεμπτός. ἐγὼ δὲ οὔτε αὐχμηρὰν καὶ ἀκόσμητον καὶ ἰδιωτικὴν τὴν ἱστορικὴν εἶναι πραγματείαν ἀξιώσαιμʼ ἄν, ἀλλʼ ἔχουσάν τι καὶ ποιητικόν· οὔτε παντάπασι ποιητικήν, ἀλλʼ ἐπʼ ὀλίγον ἐκβεβηκυῖαν τῆς ἐν ἔθει· ἀνιαρὸν γὰρ ὁ κόρος καὶ τῶν πάνυ ἡδέων, ἡ δὲ συμμετρία πανταχῇ χρήσιμον.
εἷς ἔτι μοι καταλείπεται λόγος ὁ περὶ τῶν μιμησαμένων τὸν ἄνδρα ῥητόρων τε καὶ συγγραφέων, ἀναγκαῖος μὲν ὤν, ὥσπέρ τις καὶ ἄλλος, εἰς τὴν συντέλειαν τῆς ὑποθέσεως, ὄκνον δέ τινα καὶ πολλὴν εὐλάβειαν ἡμῖν παρέχων, μή τινα παράσχωμεν ἀφορμὴν διαβολῆς τοῖς πάντα συκοφαντεῖν εἰωθόσιν ἀλλοτρίαν τῆς ἐπιεικείας, ᾗ κεχρήμεθα καὶ περὶ τοὺς λόγους καὶ περὶ τὰ ἤθη· οἷς τάχα βάσκανόν τι καὶ κακόηθες πρᾶγμα δόξομεν, εἰ τοὺς μὴ καλῶς τῇ μιμήσει χρησαμένους παράγομεν καὶ παρεχόμεθα τὰς γραφὰς αὐτῶν, ἐφʼ αἷς μέγιστον ἐφρόνουν ἐκεῖνοι καὶ διʼ ἃς πλούτους τε μεγάλους ἐκτήσαντο καὶ δόξης λαμπρᾶς
p.412
κατηξιώθησαν. ἵνα δὲ μηδεμία ὑποψία καθʼ ἡμῶν τοιαύτη γένηται, τὸ μὲν ἐπιτιμᾶν τισι καὶ μεμνῆσθαι τῶν ἡμαρτημένων αὐτοῖς ἐάσομεν· περὶ δὲ τῶν κατορθωσάντων ἐν τῇ μιμήσει μικρὰ προσθέντες ἔτι καταπαύσομεν αὐτοῦ τὸν λόγον. συγγραφέων μὲν οὖν ἀρχαίων, ὅσα κἀμὲ εἰδέναι, Θουκυδίδου μιμητὴς οὐδεὶς ἐγένετο κατὰ ταῦτά γε, καθʼ ἃ δοκεῖ μάλιστα τῶν ἄλλων διαφέρειν, κατὰ τὴν γλωσσηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ποιητικὴν καὶ ξένην λέξιν, καὶ κατὰ τὰς ὑπερβατοὺς καὶ πολυπλόκους καὶ ἐξ ἀποκοπῆς πολλὰ σημαίνειν πράγματα βουλομένας καὶ διὰ μακροῦ τὰς ἀποδόσεις λαμβανούσας νοήσεις, καὶ ἔτι πρὸς τούτοις κατὰ τοὺς σκαιοὺς καὶ πεπλανημένους ἐκ τῆς κατὰ φύσιν συζυγίας καὶ οὐδʼ ἐν ἁπάσῃ ποιητικῇ χώραν ἔχοντας σχηματισμούς, ἐξ ὧν ἡ πάντα λυμαινομένη τὰ καλὰ καὶ σκότον παρέχουσα ταῖς ἀρεταῖς ἀσάφεια παρῆλθεν εἰς τοὺς λόγους.
ῥητόρων δὲ Δημοσθένης μόνος, ὥσπερ τῶν ἄλλων ὅσοι μέγα τι καὶ λαμπρὸν ἔδοξαν ποιεῖν ἐν λόγοις, οὕτω καὶ Θουκυδίδου ζηλωτὴς ἐγένετο κατὰ πολλὰ καὶ προσέθηκε τοῖς πολιτικοῖς λόγοις παρʼ ἐκείνου λαβών, ἃς οὔτε Ἀντιφῶν οὔτε Λυσίας οὔτε Ἰσοκράτης οἱ πρωτεύσαντες τῶν τότε ῥητόρων ἔσχον ἀρετάς, τὰ τάχη λέγω καὶ τὰς συστροφὰς καὶ τοὺς τόνους καὶ τὸ πικρὸν καὶ τὸ στριφνὸν καὶ τὴν ἐξεγείρουσαν τὰ πάθη δεινότητα· τὸ δὲ κατάγλωσσον τῆς λέξεως καὶ ξένον καὶ
p.413
ποιητικὸν οὐχ ἡγησάμενος ἐπιτήδεια τοῖς ἀληθινοῖς ἀγῶσι παρέλιπε, καὶ οὐδὲ τῶν σχημάτων τὸ πεπλανημένον ἐκ τῆς κατὰ φύσιν ἀκολουθίας καὶ τὸ σολοικοφανὲς ἠγάπησεν, ἀλλʼ ἐν τοῖς συνήθεσιν ἔμεινε, ταῖς μεταβολαῖς καὶ τῇ ποικιλίᾳ καὶ τῷ μηδὲν ἁπλῶς ἀσχημάτιστον ἐκφέρειν νόημα κοσμῶν τὴν φράσιν. τὰς δὲ πολυπλόκους νοήσεις καὶ πολλὰ δηλούσας ἐν ὀλίγοις καὶ διὰ μακροῦ κομιζομένας τὴν ἀκολουθίαν καὶ ἐκ παραδόξου τὰ ἐνθυμήματα φερούσας ἐζήλωσέν τε καὶ προσέθηκε τοῖς τε δημηγορικοῖς καὶ τοῖς δικανικοῖς λόγοις, ἧττον μὲν ἐπὶ τῶν ἰδιωτικῶν, δαψιλέστερον δὲ ἐπὶ τῶν δημοσίων ἀγώνων.
θήσω δʼ ἐξ ἀμφοτέρων παραδείγματα, πολλῶν ὄντων ὀλίγα καὶ τοῖς ἀνεγνωκόσι τὸν ἄνδρα ἀρκοῦντα. ἔστι δή τις αὐτῷ δημηγορία τὴν μὲν ὑπόθεσιν ἔχουσα περὶ τοῦ πρὸς βασιλέα πολέμου, παρακαλοῦσα δὲ τοὺς Ἀθηναίους μὴ προχείρως αὐτὸν ἄρασθαι, ὡς οὔτε τῆς οἰκείας αὐτῶν δυνάμεως ἀξιομάχου πρὸς τὴν τοῦ βασιλέως ὑπαρχούσης οὔτε τῆς συμμαχικῆς πιστῶς καὶ βεβαίως τῶν κινδύνων ἀντιληψομένης· παρακαλεῖ τε αὐτοὺς παρασκευασαμένους τὴν ἑαυτῶν δύναμιν φανεροὺς εἶναι τοῖς Ἕλλησιν, ὅτι τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας κίνδυνον ὑπομενοῦσιν, ἐάν τις ἐπʼ αὐτοὺς ἴῃ· πρὸ δὲ τοῦ παρασκευάσασθαι πρέσβεις οὐκ ἐᾷ πρὸς τοὺς Ἕλληνας ἀποστέλλειν τοὺς καλέσοντας αὐτοὺς ἐπὶ τὸν πόλεμον, ὡς οὐχ ὑπακουσομένους. τοῦτο λαβὼν τὸ νόημα κατεσκεύακέν τε καὶ ἐσχημάτικεν οὕτως·
p.414
τότε δέ, ἐὰν ἄρα ἃ νῦν οἰόμεθα ἡμεῖς πράττητε, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ ἑαυτῷ φρονεῖ, ὅστις ὁρῶν χιλίους ἱππέας, ὁπλίτας δὲ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι· οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητε ἐφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρασκευάσασθαι τὰ ὑμέτερα αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντας ἔστι. ταῦτα ἐξήλλακται μὲν ἐκ τῆς πολιτικῆς καὶ συνήθους τοῖς πολλοῖς ἀπαγγελίας, καὶ κρείττονά ἐστιν ἢ κατὰ τὸν ἰδιώτην· οὐ μὴν ἐσκότισταί γε οὐδὲ ἀσαφῆ γέγονεν ὥστε ἐξηγήσεως δεῖσθαι. ἀρξάμενός τε ὑπὲρ τῆς παρασκευῆς λέγειν ταῦτα ἐπιτίθησιν· ἔστι δὲ πρῶτον τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς, ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα. ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὅσα μὲν πώποτε ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος
p.415
ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποτε ὑμᾶς ἐξέφυγεν· ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δὲ ἀπεβλέψατε εἰς ἀλλήλους, ὡς αὐτὸς μὲν οὐ ποιήσων, τὸν δὲ πλησίον τὰ δέοντα πράξοντα, οὐδὲν πώποτε ὑμῖν ἐγένετο. καὶ γὰρ ἐνταῦθα πέπλεκται μὲν ἡ διάνοια πολυπλόκως, λέλεκται δʼ ἐκ τῆς κοινότητος εἰς τὴν ἀσυνήθη φράσιν ἐκβεβηκότα, φυλάττεται δὲ τὸ περιττὸν αὐτῶν ἐν τῷ σαφεῖ. ἐν δὲ τῇ μεγίστῃ τῶν κατὰ Φιλίππου δημηγοριῶν καὶ τὴν ἀρχὴν εὐθὺς οὕτως κατεσκεύακεν· πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν, περὶ ὧν Φίλιππος ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ· καὶ πάντων οἷδʼ ὅτι φησάντων γʼ ἄν, εἰ μὴ καὶ ποιοῦσι τοῦτο, καὶ λέγειν καὶ πράττειν, ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦτο ὑπηγμένα πάντα τὰ πράγματα καὶ προεἱμένα ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δέ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατα ἔμελλε τὰ πράγματα ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι. ὅμοια δὲ τούτοις ἐστὶ κἀκεῖνα· εἶτʼ οἴεσθε, εἰ μὲν αὐτὸν μηδὲν ἐποίησαν
p.416
κακόν, μὴ παθεῖν δὲ φυλάξαιντο ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δʼ ἐκ προρρήσεως πολεμήσειν, καὶ ταῦθʼ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε;
ἐν δὲ τῷ κρατίστῳ τῶν δικανικῶν, τῷ περὶ τοῦ στεφάνου γραφέντι λόγῳ τῆς Φιλίππου δεινότητος, ᾗ κατεστρατηγήκει τὰς πόλεις, μνησθεὶς οὕτω τὴν διάνοιαν ἐσχημάτικεν· καὶ οὐκέτι προστίθημι, ὅτι τῆς μὲν ὠμότητος, ἣν ἐν οἷς καθάπαξ τινῶν κατέστη κύριος ὁ Φίλιππος ἔστιν ἰδεῖν, ἑτέροις πειραθῆναι συνέβη, τῆς δὲ φιλανθρωπίας, ἣν τὰ λοιπὰ τῶν πραγμάτων ἐκεῖνος περιβαλλόμενος πρὸς ὑμᾶς ἐπλάττετο, ὑμεῖς καλῶς ποιοῦντες τοὺς καρποὺς ἐκομίσασθε. καὶ ἐν οἷς τοὺς προδιδόντας τῷ Φιλίππῳ τὰ πράγματα πάντων αἰτίους ἀποφαίνει τῶν συμβεβηκότων τοῖς Ἕλλησι κακῶν, κατὰ λέξιν οὕτως γράφει· καίτοι νὴ τὸν Ἡρακλέα καὶ πάντας θεούς, εἴ γʼ ἐπʼ ἀληθείας δέοι σκοπεῖσθαι ἢ τὸ καταψεύδεσθαι καὶ διʼ ἔχθραν τι λέγειν ἀνελόντας ἐκ μέσου, τίνες ὡς ἀληθῶς ἦσαν οἷς ἂν εἰκότως καὶ δικαίως τὴν τῶν γεγενημένων αἰτίαν ἐπὶ τὴν κεφαλὴν ἀναθεῖεν ἅπαντες, τοὺς ὁμοίους
p.417
τούτῳ παρʼ ἑκάστῃ τῶν πόλεων εὕροιτʼ ἄν, οὐχὶ τοὺς ἐμοί· οἳ ὅτʼ ἦν ἀσθενῆ τὰ Φιλίππου πράγματα καὶ κομιδῇ μικρά, πολλάκι προλεγόντων ἡμῶν καὶ παρακαλούντων καὶ διδασκόντων τὰ βέλτιστα, τῆς ἰδίας ἕνεκʼ αἰσχροκερδείας τὰ κοινῇ συμφέροντα προἵεντο, τοὺς ὑπάρχοντας ἑκάστοις πολίτας ἐξαπατῶντες καὶ διαφθείροντες, ἕως δούλους ἐποίησαν.
μυρία παραδείγματα φέρειν δυναίμην ἂν ἐκ τῶν τοῦ Δημοσθένους λόγων τῶν τε δημηγορικῶν καὶ τῶν δικανικῶν, ἃ παρὰ τὸν Θουκυδίδου κατεσκεύασται χαρακτῆρα τὸν ἐν τῇ κοινῇ καὶ συνήθει διαλέκτῳ τὴν ἐξαλλαγὴν ἔχοντα. ἀλλʼ ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένοιτό μοι, τούτοις ἀρκεσθεὶς ἱκανοῖς οὖσι βεβαιῶσαι τὸ προκείμενον οὐκ ἂν ὀκνήσαιμι τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους ὑποτίθεσθαι τοῖς γε δὴ τὰς κρίσεις ἀδιαστρόφους ἔτι φυλάσσουσι, Δημοσθένει συμβούλῳ χρησαμένους, ὃν ἁπάντων ῥητόρων κράτιστον γεγενῆσθαι πειθόμεθα, ταύτας μιμεῖσθαι τὰς κατασκευάς, ἐν αἷς ἥ τε βραχύτης καὶ ἡ δεινότης καὶ ἡ ἰσχὺς καὶ ὁ τόνος καὶ ἡ μεγαλοπρέπεια καὶ αἱ συγγενεῖς ταύταις ἀρεταὶ πᾶσιν ἀνθρώποις εἰσὶ φανεραί· τὰς δὲ αἰνιγματώδεις καὶ δυσκαταμαθήτους καὶ γραμματικῶν ἐξηγήσεων δεομένας καὶ πολὺ τὸ βεβασανισμένον καὶ τὸ σολοικοφανὲς ἐν τοῖς σχηματισμοῖς ἐχούσας μήτε θαυμάζειν μήτε μιμεῖσθαι. ἵνα δὲ συνελὼν εἴπω,
p.418
ἀμφότερα μὲν ἐπʼ ἴσης ζηλωτὰ εἶναι, τά τε μὴ σαφῶς εἰρημένα ὑπὸ τοῦ συγγραφέως καὶ τὰ προσειληφότα σὺν ταῖς ἄλλαις ἀρεταῖς τὴν σαφήνειαν, οὐκ ἔχει λόγον· ἀνάγκη δὲ ὁμολογεῖν κρείττονα τῶν ἀτελεστέρων εἶναι τὰ τελειότερα καὶ τῶν ἀφανεστέρων τά γʼ ἐμφανέστερα. τί οὖν μαθόντες ἅπασαν τὴν διάλεκτον τοῦ συγγραφέως ἐπαινοῦμεν καὶ βιαζόμεθα λέγειν, ὅτι τοῖς καθʼ ἑαυτὸν οὖσιν ἀνθρώποις αὐτὰ ὁ Θουκυδίδης ἔγραψε συνήθη πᾶσι καὶ γνώριμα ὄντα, ἡμῶν δὲ λόγος αὐτῷ τῶν ὕστερον ἐσομένων οὐκ ἦν, οἳ δʼ ἐκβάλλομεν ἐκ τῶν δικαστηρίων καὶ τῶν ἐκκλησιῶν ἅπασαν τὴν Θουκυδίδου λέξιν ὡς ἄχρηστον, ἀλλʼ οὐχ ὁμολογοῦμεν τὸ διηγηματικὸν μέρος αὐτῆς πλὴν ὀλίγων πάνυ θαυμαστῶς ἔχειν καὶ εἰς πάσας εἶναι τὰς χρείας εὔθετον, τὸ δὲ δημηγορικὸν οὐχ ἅπαν εἰς μίμησιν ἐπιτήδειον εἶναι, ἀλλʼ ὅσον ἐστὶν αὐτοῦ μέρος γνωσθῆναι μὲν ἅπασιν ἀνθρώποις εὔπορον, κατασκευασθῆναι δʼ οὐχ ἅπασι δυνατόν;
τούτων ἡδίω μὲν εἶχόν σοι περὶ Θουκυδίδου γράφειν, ὦ βέλτιστε Κόιντε Αἴλιε Τουβέρων, οὐ μὴν ἀληθέστερα.