De Thucydide

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

ὑπεξαιρουμένης δὲ τῆς περιγραφῆς πάσης, τἆλλα πάντα ὠνόμασταί τε τοῖς προσφυεστάτοις ὀνόμασι καὶ περιείληπται τοῖς ἐπιτηδειοτάτοις σχηματισμοῖς, ἀρετῆς τε οὐδεμιᾶς ὡς εἰπεῖν οὔτε λεκτικῆς οὔτε πραγματικῆς ἐνδεῶς ἔσχηκεν· ἃς οὐδὲν δέομαι πάλιν ἐξαριθμεῖσθαι.

ἐν δὲ τῇ ἑβδόμῃ βύβλῳ τὴν ἐσχάτην ναυμαχίαν Ἀθηναίων καὶ Συρακοσίων ἀφηγούμενος οὕτως ὠνόμακέ τε καὶ ἐσχημάτικε τὰ πραχθέντα· ὁ δὲ Δημοσθένης καὶ Μένανδρος καὶ Εὐθύδημος (οὗτοι γὰρ ἐπὶ τὰς ναῦς τῶν Ἀθηναίων στρατηγοὶ ἐπέβησαν) ἄραντες ἀπὸ τοῦ ἑαυτῶν στρατοπέδου εὐθὺς ἔπλεον πρὸς τὸ ζεῦγμα τοῦ λιμένος καὶ τὸν παραλειφθέντα διέκπλουν, βουλόμενοι βιάσασθαι ἐς τὸ ἔξω. προεξαναγόμενοι δὲ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ναυσὶ παραπλησίαις τὸν ἀριθμὸν καὶ πρότερον κατά τε τὸν ἔκπλουν μέρει αὐτῶν ἐφύλασσον καὶ κατὰ τὸν ἄλλον κύκλῳ λιμένα, ὅπως πανταχόθεν ἅμα προσπίπτοιεν τοῖς Ἀθηναίοις· καὶ ὁ πεζὸς αὐτοῖς ἅμα παρεβοήθει, ᾗπερ καὶ αἱ νῆες κατίσχυον. ἦρχον δὲ τοῦ ναυτικοῦ τοῖς Συρακοσίοις Σικανὸς μὲν καὶ Ἀγάθαρχος, κέρας ἑκάτερος τοῦ παντὸς

p.367
ἔχων, Πυθὴν δὲ καὶ οἱ Κορίνθιοι τὸ μέσον. ἐπειδὴ δὲ καὶ οἱ ἄλλοι Ἀθηναῖοι προσέμισγον τῷ ζεύγματι, τῇ μὲν πρώτῃ ῥύμῃ ἐπιπλέοντες ἐκράτουν τῶν τεταγμένων νεῶν πρὸς αὐτῷ καὶ ἐπειρῶντο λύειν τὰς κλείσεις· μετὰ δὲ τοῦτο πανταχόθεν σφίσι τῶν Συρακοσίων καὶ τῶν συμμάχων ἐπιφερομένων οὐ μόνον πρὸς τῷ ζεύγματι ἡ ναυμαχία, ἀλλὰ καὶ κατὰ τὸν λιμένα ἐγίγνετο· καὶ ἦν καρτερὰ καὶ οἵα οὐχ ἑτέρα τῶν πρότερον. πολλὴ μὲν γὰρ ἑκατέροις προθυμία ἀπὸ τῶν ναυτῶν ἐς τὸ ἐπιπλεῖν, ὁπότε κελευσθείη, ἐγίγνετο, πολλὴ δʼ ἡ ἀντιτέχνησις τῶν κυβερνητῶν καὶ ἀγωνισμὸς πρὸς ἀλλήλους, οἵ τε ἐπιβάται ἐθεράπευον, ὅτε προσπέσοι ναῦς νηί, μὴ λείπεσθαι τὰ ἀπὸ τοῦ καταστρώματος τῆς ἄλλης τέχνης, πᾶς τέ τις ἐν ᾧ προσετέτακτο αὐτὸς ἕκαστος ἠπείγετο πρῶτος φαίνεσθαι. ξυμπεσουσῶν δʼ ἐν ὀλίγῳ πολλῶν νεῶν (πλεῖσται γὰρ δὴ αὗται ἐν ὀλίγῳ ἐναυμάχησαν· βραχὺ γὰρ ἀπέλιπον ξυναμφότεραι διακόσιαι γενέσθαι) αἱ μὲν ἐκβολαὶ διὰ τὸ μὴ εἶναι τὰς ἀνακρούσεις καὶ διέκπλους ὀλίγαι ἐγίγνοντο· αἱ δὲ προσβολαί, ὡς τύχοι ναῦς νηὶ προσπεσοῦσα ἢ διὰ τὸ φυγεῖν ἢ ἄλλῃ ἐπιπλέουσα, πυκνότεραι ἦσαν. καὶ ὅσον μὲν χρόνον προσφέροιτο ναῦς, οἱ ἀπὸ τῶν καταστρωμάτων τοῖς ἀκοντίοις καὶ τοξεύμασι καὶ λίθοις ἀφθόνοις ἐπʼ αὐτὴν ἐχρῶντο· ἐπειδὴ δὲ προσμίξειαν, οἱ ἐπιβάται εἰς χεῖρας ἰόντες ἐπειρῶντο
p.368
ταῖς ἀλλήλων ναυσὶν ἐπιβαίνειν. συνετύγχανέ τε πολλαχοῦ διὰ τὴν στενοχωρίαν τὰ μὲν ἄλλοις ἐμβεβληκέναι, τὰ δὲ αὐτοὺς ἐμβεβλῆσθαι, δύο τε περὶ μίαν καὶ ἔστιν ᾗ καὶ πλείους ναῦς κατʼ ἀνάγκην ξυνηρτῆσθαι· καὶ τοῖς κυβερνήταις τῶν μὲν φυλακήν, τῶν δʼ ἐπιβουλὴν μὴ καθʼ ἓν ἕκαστον, κατὰ πολλὰ δὲ πανταχόθεν περιεστάναι, καὶ τὸν κτύπον μέγαν ἀπὸ πολλῶν νεῶν συμπιπτουσῶν, ἔκπληξίν τε ἅμα καὶ ἀποστέρησιν τῆς ἀκοῆς ὧν οἱ κελευσταὶ ἐφθέγγοντο παρέχειν. πολλὴ γὰρ ἑτέρα ἡ παρακέλευσις καὶ ἡ βοὴ ἀφʼ ἑκατέρων τοῖς κελευσταῖς κατά τε τὴν τέχνην καὶ πρὸς τὴν ναυτικὴν φιλονεικίαν ἐγίγνετο· τοῖς μὲν Ἀθηναίοις βιάζεσθαί τε τὸν ἔκπλουν ἐπιβοῶντες, καὶ περὶ τῆς ἐς τὴν πατρίδα σωτηρίας νῦν, εἴ ποτε, προθύμως ἀντιλαμβάνεσθαι· τοῖς δὲ Συρακοσίοις καὶ ξυμμάχοις καλὸν εἶναι κωλῦσαί τε αὐτοὺς διαφυγεῖν, καὶ τὴν οἰκείαν ἑκάστους πατρίδα νικήσαντας ἐπαυξῆσαι· καὶ οἱ στρατηγοὶ προσέτι ἑκατέρων, εἴ τινά που ὁρῷεν μὴ κατʼ ἀνάγκην πρύμναν κρουόμενον ἀνακαλοῦντες ὀνομαστὶ τὸν τριήραρχον ἠρώτων, οἱ μὲν Ἀθηναῖοι, εἰ τὴν πολεμιωτάτην γῆν οἰκειοτέραν ἤδη τῆς οὐ διʼ ὀλίγου πόνου ἐκτημένης θαλάσσης ἡγούμενοι ἀποχωροῦσιν· οἱ δὲ
p.369
Συρακόσιοι, εἰ οὓς σαφῶς ἴσασι προθυμουμένους Ἀθηναίους παντὶ τρόπῳ διαφυγεῖν, τούτους αὐτοὶ φεύγοντας φεύγουσιν. ὅ τʼ ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας πολὺν τὸν ἀγῶνα καὶ ξύστασιν τῆς γνώμης εἶχε, φιλονεικῶν μὲν ὁ αὐτόθεν περὶ τοῦ πλείονος ἤδη καλοῦ, δεδιότες δὲ οἱ ἐπελθόντες, μὴ τῶν παρόντων ἔτι χείρω πράξωσι. πάντων γὰρ δὴ ἀνακειμένων τοῖς Ἀθηναίοις ἐς τὰς ναῦς ὅ τε φόβος ἦν ὑπὲρ τοῦ μέλλοντος οὐδενὶ ἐοικὼς καὶ διὰ τὸ ἀνώμαλον καὶ τὴν ἔποψιν τῆς ναυμαχίας ἐκ τῆς γῆς ἠναγκάζοντο ἔχειν· διʼ ὀλίγου γὰρ οὔσης τῆς θέας καὶ οὐ πάντων ἅμα ἐς τὸ αὐτὸ σκοπούντων, εἰ μέν τινες ἴδοιέν πῃ τοὺς σφετέρους ἐπικρατοῦντας, ἀνεθάρσησάν τε ἂν καὶ πρὸς ἀνάκλησιν θεῶν μὴ στερῆσαι σφᾶς τῆς σωτηρίας ἐτρέποντο· οἳ δὲ ἐπὶ τὸ ἡσσώμενον βλέψαντες ὀλοφυρμῷ τε ἅμα μετὰ βοῆς ἐχρῶντο καὶ ἀπὸ τῶν δρωμένων τῆς ὄψεως καὶ τὴν γνώμην μᾶλλον τῶν ἐν τῷ ἔργῳ ἐδουλοῦντο· ἄλλοι δὲ καὶ πρὸς ἀντίπαλόν τι τῆς ναυμαχίας ἀπιδόντες διὰ τὸ ἀκρίτως ξυνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς ξυναπονεύοντες ἐν τοῖς χαλεπώτατα διῆγον· ἀεὶ γὰρ παρʼ ὀλίγον ἢ διέφευγον ἢ ἀπώλλυντο. ἦν τε ἐν τῷ στρατεύματι τῶν Ἀθηναίων, ἕως ἀγχώμαλα ἐναυμάχουν, πάντα ὁμοῦ ἀκοῦσαι, ὀλοφυρμὸς βοή, νικῶντες κρατούμενοι, ἄλλα ὅσα ἐν μεγάλῳ κινδύνῳ μέγα στρατόπεδον πολυειδῆ ἀναγκάζοιτο
p.370
φθέγγεσθαι. παραπλήσια δὲ καὶ οἱ ἐπὶ τῶν νεῶν αὐτοῖς ἔπασχον, πρίν γε δὴ οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι, ἐπὶ πολὺ ἀντισχούσης τῆς ναυμαχίας, ἔτρεψάν τε τοὺς Ἀθηναίους καὶ ἐπικείμενοι λαμπρῶς, πολλῇ κραυγῇ καὶ διακελευσμῷ χρώμενοι, κατεδίωκον ἐς τὴν γῆν. τότε δὴ ὁ μὲν ναυτικὸς στρατὸς ἄλλος ἄλλῃ, ὅσοι μὴ μετέωροι ἑάλωσαν, κατενεχθέντες ἐξέπεσον ἐς τὸ στρατόπεδον. ὁ δὲ πεζὸς οὐκέτι διαφόρως, ἀλλʼ ἀπὸ μιᾶς ὁρμῆς οἰμωγῇ τε καὶ στόνῳ πάντες δυσανασχετοῦντες τὰ γιγνόμενα, οἳ μὲν ἐπὶ τὰς ναῦς παρεβοήθουν, οἳ δὲ πρὸς τὸ λοιπὸν τοῦ τείχους ἐς φυλακήν· ἄλλοι δὲ καὶ οἱ πλεῖστοι ἤδη περὶ σφᾶς αὐτοὺς καὶ ὅπῃ σωθήσονται διεσκόπουν. ἦν τε ἐν τῷ παραυτίκα οὐδεμιᾶς δὴ τῶν ξυμπασῶν ἐλάσσων ἔκπληξις. παραπλήσιά τε ἐπεπόνθεσαν καὶ ἔδρασαν αὐτοὶ ἐν Πύλῳ· διαφθαρεισῶν γὰρ τῶν νεῶν τοῖς Λακεδαιμονίοις προσαπώλλυντο αὐτοῖς καὶ οἱ ἐν τῇ νήσῳ ἄνδρες διαβεβηκότες. καὶ τότε τοῖς Ἀθηναίοις ἀνέλπιστον ἦν τὸ κατὰ γῆν σωθήσεσθαι, ἢν μή τι παρὰ λόγον γίγνηται. γενομένης δʼ ἰσχυρᾶς τῆς ναυμαχίας καὶ πολλῶν νεῶν ἀμφοτέροις καὶ ἀνδρῶν ἀπολομένων οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπικρατήσαντες τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο καὶ ἀποπλεύσαντες πρὸς τὴν πόλιν τρόπαιον ἔστησαν.
p.371

ἐμοὶ μὲν δὴ ταῦτα καὶ τὰ παραπλήσια τούτοις ἄξια ζήλου τε καὶ μιμήσεως ἐφάνη, τήν τε μεγαληγορίαν τοῦ ἀνδρὸς καὶ τὴν καλλιλογίαν καὶ τὴν δεινότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐν τούτοις τοῖς ἔργοις ἐπείσθην τελειοτάτας εἶναι, τεκμαιρόμενος, ὅτι πᾶσα ψυχὴ τούτῳ τῷ γένει τῆς λέξεως ἄγεται, καὶ οὔτε τὸ ἄλογον τῆς διανοίας κριτήριον, ᾧ πεφύκαμεν ἀντιλαμβάνεσθαι τῶν ἡδέων ἢ ἀνιαρῶν, ἀλλοτριοῦται πρὸς αὐτὸ οὔτε τὸ λογικόν, ἐφʼ οὗ διαγιγνώσκεται τὸ ἐν ἑκάστῃ τέχνῃ καλόν· οὐδʼ ἂν ἔχοιεν οὔθʼ οἱ μὴ πάνυ λόγων ἔμπειροι πολιτικῶν εἰπεῖν, ἐφʼ ὅτῳ δυσχεραίνουσιν ὀνόματι ἢ σχήματι, οὔθʼ οἱ πάνυ περιττοὶ καὶ τῆς τῶν πολλῶν ὑπερορῶντες ἀμαθίας μέμψασθαι τὴν κατασκευὴν ταύτης τῆς λέξεως, ἀλλὰ καὶ τὸ τῶν πολλῶν καὶ τὸ τῶν ὀλίγων τὴν αὐτὴν ὑπόληψιν ἕξει· ὁ μέν γε πολὺς ἐκεῖνος ἰδιώτης οὐ δυσχερανεῖ τὸ φορτικὸν τῆς λέξεως καὶ σκολιὸν καὶ δυσπαρακολούθητον· ὁ δὲ σπάνιος καὶ οὐδʼ ἐκ τῆς ἐπιτυχούσης ἀγωγῆς γιγνόμενος τεχνίτης οὐ μέμψεται τὸ ἀγεννὲς καὶ χαμαιτυπὲς καὶ ἀκατάσκευον. ἀλλὰ συνῳδὸν ἔσται τό τε λογικὸν καὶ τὸ ἄλογον κριτήριον, ὑφʼ ὧν ἀμφοτέρων ἀξιοῦμεν ἅπαντα κρίνεσθαι κατὰ τὰς τέχνας. --- ἐργάσηται θάτερον, οὐκέτι καλὸν οὐδὲ τέλειον ἀποδίδωσι τὸ ἕτερον.

ἐγὼ γοῦν οὐκ ἔχω, πῶς ἐκεῖνα ἐπαινέσω

p.372
τὰ δοκοῦντα μεγάλα καὶ θαυμαστὰ εἶναί τισιν, ὅσα μηδὲ τὰς πρώτας ἀρετὰς ἔχει καὶ κοινοτάτας, ἀλλʼ ἐκνενίκηται τῷ περιέργῳ καὶ περιττῷ μήτε ἡδέα εἶναι μήτε ὠφέλιμα· ὧν ὀλίγα παρέξομαι δείγματα παρατιθεὶς εὐθὺς ἑκάστοις τὰς αἰτίας, διʼ ἃς περιέστηκεν εἰς τὰς ἐναντίας ταῖς ἀρεταῖς κακίας. ἐν μὲν οὖν τῇ τρίτῃ βύβλῳ τὰ περὶ Κέρκυραν ὠμὰ καὶ ἀνόσια ἔργα διὰ τὴν στάσιν εἰς τοὺς δυνατωτάτους ἐκ τοῦ δήμου γενόμενα διεξιών, ἕως μὲν ἐν τῷ κοινῷ καὶ συνήθει τῆς διαλέκτου τρόπῳ τὰ πραχθέντα δηλοῖ, σαφῶς τε καὶ συντόμως καὶ δυνατῶς ἅπαντα εἴρηκεν· ἀρξάμενος δὲ ἐπιτραγῳδεῖν τὰς κοινὰς τῶν Ἑλλήνων συμφορὰς καὶ τὴν διάνοιαν ἐξαλλάττειν ἐκ τῶν ἐν ἔθει μακρῷ τινι γίγνεται χείρων αὐτὸς ἑαυτοῦ. ἔστι δὲ τὰ μὲν πρῶτα, ὧν οὐδεὶς ἂν ὡς ἡμαρτημένων ἐπιλάβοιτο, ταῦτα· Κερκυραῖοι δὲ αἰσθόμενοι τάς τε Ἀττικὰς ναῦς προσπλεούσας τάς τε τῶν πολεμίων οἰχομένας, λαβόντες τοὺς Μεσσηνίους εἰς τὴν πόλιν ἤγαγον πρότερον ἔξω ὄντας, καὶ τὰς ναῦς περιπλεῦσαι κελεύσαντες, ἃς ἐπλήρωσαν, ἐς τὸν Ὑλαϊκὸν λιμένα, ἐν ὅσῳ περιεκομίζοντο, τῶν ἐχθρῶν εἴ τινα λάβοιεν ἀπέκτεινον, καὶ ἐκ τῶν νεῶν ὅσους ἔπεισαν εἰσβῆναι ἐκβιβάζοντες ἀνεχρῶντο· εἰς τὸ Ἥραιόν τε ἐλθόντες, τῶν ἱκετῶν ὡς πεντήκοντα ἄνδρας δίκην ὑποσχεῖν ἔπεισαν καὶ κατέγνωσαν
p.373
ἁπάντων θάνατον· οἱ δὲ πολλοὶ τῶν ἱκετῶν, ὅσοι οὐκ ἐπείσθησαν, ὡς ἑώρων τὰ γιγνόμενα, διέφθειρον ἐν τῷ ἱερῷ ἀλλήλους, καὶ ἐκ τῶν δένδρων τινὲς ἀπήγχοντο, οἳ δʼ ὡς ἕκαστοι ἐδύναντο ἀνηλοῦντο. ἡμέρας τε ἑπτά, ἃς ἀφικόμενος ὁ Εὐρυμέδων ταῖς ἑξήκοντα ναυσὶ παρέμεινε, Κερκυραῖοι σφῶν αὐτῶν τοὺς ἐχθροὺς δοκοῦντας εἶναι ἐφόνευον, τὴν μὲν αἰτίαν ἐπιφέροντες τοῖς τὸν δῆμον καταλύουσιν· ἀπέθανον δέ τινες καὶ ἰδίας ἔχθρας ἕνεκα, καὶ ἄλλοι χρημάτων σφίσιν ὀφειλομένων ὑπὸ τῶν λαβόντων. πᾶσά τε ἰδέα κατέστη θανάτου, καὶ οἷον φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, οὐδὲν ὅ τι οὐ ξυνέβη, καὶ ἔτι περαιτέρω· καὶ γὰρ πατὴρ παῖδα ἀπέκτεινε, καὶ ἀπὸ τῶν ἱερῶν ἀπεσπῶντο καὶ πρὸς αὐτοῖς ἐκτείνοντο, οἳ δέ τινες καὶ περιοικοδομηθέντες ἐν τοῦ Διονύσου τῷ ἱερῷ ἀπέθανον οὕτως ὠμὴ στάσις προὐχώρησε, καὶ ἔδοξε μᾶλλον, διότι ἐν τοῖς πρώτη ἐγένετο· ἐπεὶ ὕστερόν γε καὶ πᾶν ὡς εἰπεῖν τὸ Ἑλληνικὸν ἐκινήθη, διαφορῶν οὐσῶν ἑκασταχοῦ τοῖς τε τῶν δήμων προστάταις τοὺς Ἀθηναίους ἐπάγεσθαι καὶ τοῖς ὀλίγοις τοὺς Λακεδαιμονίους.

ἃ δὲ τούτοις ἐπιφέρει, σκολιὰ καὶ δυσπαρακολούθητα καὶ τὰς τῶν σχηματισμῶν πλοκὰς σολοικοφανεῖς ἔχοντα καὶ οὔτε τοῖς κατʼ ἐκεῖνον τὸν βίον γενομένοις ἐπιτηδευθέντα οὔτε τοῖς ὕστερον, ὅτε μάλιστα ἤκμασεν

p.374
ἡ πολιτικὴ δύναμις· ἃ μέλλω νυνὶ λέγειν· ἐστασίαζέν τε οὖν τὰ τῶν πόλεων, καὶ τὰ ἐφυστερίζοντά που ἐπιπύστει τῶν προγενομένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν τοῦ καινοῦσθαι τὰς διανοίας τῶν τʼ ἐπιχειρήσεων περιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ. ἐν τούτοις τὸ μὲν πρῶτον τῶν κώλων περιπέφρασται πρὸς οὐδὲν ἀναγκαῖον· ἐστασίαζέ τε οὖν τὰ τῶν πόλεων· ὑγιέστερον γὰρ ἦν εἰπεῖν ἐστασίαζον αἱ πόλεις. τὸ δʼ ἐπὶ τούτῳ λεγόμενον· καὶ τὰ ἐφυστερίζοντά ποὐ δυσείκαστόν ἐστι· σαφέστερον δʼ ἂν ἐγένετο ῥηθὲν οὕτως· αἱ δʼ ὑστεροῦσαι πόλεις. οἷς ἐπίκειται· ἐπιπύστει τῶν προγεγενημένων πολὺ ἐπέφερε τὴν ὑπερβολὴν ἐς τὸ καινοῦσθαι τὰς διανοίας· βούλεται μὲν γὰρ λέγειν· οἱ δὲ ὑστερίζοντες ἐπιπυνθανόμενοι τὰ γεγενημένα παρʼ ἑτέροις ἐλάμβανον ὑπερβολὴν ἐπὶ τὸ διανοεῖσθαί τι καινότερον· χωρὶς δὲ τῆς πλοκῆς οὐδὲ οἱ τῶν ὀνομάτων σχηματισμοὶ ταῖς ἀκοαῖς εἰσιν ἡδεῖς. τούτοις ἐπιφέρει κεφάλαιον ἄλλο ποιητικῆς, μᾶλλον δὲ διθυραμβικῆς σκευωρίας οἰκειότερον· τῶν τʼ ἐπιχειρήσεων ἐπιτεχνήσει καὶ τῶν τιμωριῶν ἀτοπίᾳ· καὶ τὴν εἰωθυῖαν τῶν ὀνομάτων ἀξίωσιν ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ δικαιώσει. ὃ γὰρ βούλεται δηλοῦν ἐν τῇ δυσεξελίκτῳ πλοκῇ, τοιοῦτόν ἐστι· πολλὴν τὴν ἐπίδοσιν ἐλάμβανον
p.375
εἰς τὸ διανοεῖσθαί τι καινότερον περὶ τὰς τέχνας τῶν ἐγχειρημάτων καὶ περὶ τὰς ὑπερβολὰς τῶν τιμωριῶν· τά τε εἰωθότα ὀνόματα ἐπὶ τοῖς πράγμασι λέγεσθαι μετατιθέντες ἄλλως ἠξίουν αὐτὰ καλεῖν. ἡ δʼ ἐπιτέχνησις καὶ ἡ τῶν τιμωριῶν ἀτοπία καὶ ἡ εἰωθυῖα τῶν ὀνομάτων ἀξίωσις καὶ ἡ εἰς τὰ ἔργα ἀντηλλαγμένη δικαίωσις περιφράσεως ποιητικῆς ἐστιν οἰκειοτέρα. οἷς ἐπιτίθησι τὰ θεατρικὰ σχήματα ταυτί· τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρία φιλέταιρος ἐνομίσθη, μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής· παρομοιώσεις γὰρ ἀμφότερα ταῦτα καὶ παρισώσεις περιέχει, καὶ τὰ ἐπίθετα καλλωπισμοῦ χάριν κεῖται· τὸ γὰρ οὔτε θεατρικὸν --- ἀλλʼ ἀναγκαῖον τῆς λέξεως σχῆμα τοιοῦτʼ ἂν ἦν· τὴν μὲν γὰρ τόλμαν ἀνδρίαν ἐκάλουν, τὴν δὲ μέλλησιν δειλίαν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ συναπτόμενα· τὸ δὲ σῶφρον τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν ἀργόν· κυριώτερον δʼ ἂν οὕτως ἐλέχθη· οἱ δὲ σώφρονες ἄνανδροι, καὶ οἱ συνετοὶ πρὸς ἅπαντα ἐν ἅπασιν ἀργοί.

εἰ μέχρι τούτων προελθὼν ἐπαύσατο τὰ μὲν καλλωπίζων, τὰ δὲ σκληραγωγῶν τὴν λέξιν, ἧττον ἂν ὀχληρὸς ἦν. νῦν δʼ ἐπιτίθησιν· ἀσφάλεια δὲ τὸ ἐπιβουλεύσασθαι, ἀποτροπῆς πρόφασις εὔλογος. καὶ ὁ μὲν χαλεπαίνων πιστὸς ἀεί, ὁ δʼ ἀντιλέγων αὐτῷ ὕποπτος. καὶ γὰρ ἐν τούτοις πάλιν ἄδηλον μέν ἐστι, τίνα βούλεται

p.376
δηλοῦν τὸν χαλεπαίνοντα καὶ περὶ τίνος, τίνα δὲ τὸν ἀντιλέγοντα καὶ ἐφʼ ὅτῳ. ἐπιβουλεύσας δέ τις φησί τυχών τε ξυνετός, καὶ ὑπονοήσας ἔτι δεινότερος· προβουλεύσας δὲ ὅπως μηδὲν αὑτῷ δεήσει, τῆς ἑταιρίας διαλυτὴς καὶ τοὺς ἐναντίους ἐκπεπληγμένος. οὔτε γὰρ ὁ τυχών ἐμφαίνει μᾶλλον, ὃ βούλεται δηλοῦν, οὔτε ὁ αὐτὸς τυχών τε καὶ ὑπονοήσας ἅμα νοεῖσθαι δύναται, εἴ γε ὁ μὲν τυχὼν ἐπὶ τοῦ κατορθώσαντος καὶ ἐπιτυχόντος ὃ ἤλπισε λέγεται, ὁ δὲ ὑπονοήσας ἐπὶ τοῦ προαισθομένου τὸ μήπω πραχθὲν ἀλλʼ ἔτι μέλλον κακόν. καθαρὸς δὲ καὶ τηλαυγὴς ὁ νοῦς οὕτως ἂν ἦν· οἵ τʼ ἐπιβουλεύοντες ἑτέροις εἰ κατορθώσειαν, δεινοί· καὶ οἱ τὰς ἐπιβουλὰς προὑπονοοῦντες εἰ φυλάξαιντο, ἔτι δεινότεροι· ὁ δὲ προἰδόμενος, ὅπως μηδὲν αὑτῷ δεήσει μήτʼ ἐπιβουλῆς μήτε φυλακῆς, τάς τε ἑταιρίας διαλύειν ἐδόκει καὶ τοὺς ἐναντίους ἐκπεπλῆχθαι.