τὰ μὲν δὴ περὶ τὸ πραγματικὸν μέρος ἁμαρτήματά τε καὶ κατορθώματα τοῦ συγγραφέως ταῦτά ἐστι.
τὰ δὲ περὶ τὸ λεκτικόν, ἐν ᾧ μάλιστα ὁ χαρακτὴρ αὐτοῦ διάδηλός ἐστι, μέλλω νυνὶ λέγειν. ἀνάγκη δὲ
p.358
ἴσως καὶ περὶ ταύτης τῆς ἰδέας προειπεῖν, εἰς πόσα τε μέρη διαιρεῖσθαι πέφυκεν ἡ λέξις καὶ τίνας περιείληφεν ἀρετάς· ἔπειτα δηλῶσαι, πῶς ἔχουσαν αὐτὴν ὁ Θουκυδίδης παρὰ τῶν πρὸ αὐτοῦ γενομένων συγγραφέων παρέλαβε, καὶ τίνα μέρη πρῶτος ἁπάντων ἐκαίνωσεν, εἴ τʼ ἐπὶ τὸ κρεῖττον εἴ τʼ ἐπὶ τὸ χεῖρον, μηδὲν ἀποκρυψάμενον.
ὅτι μὲν οὖν ἅπασα λέξις εἰς δύο μέρη διαιρεῖται τὰ πρῶτα, εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων, ὑφʼ ὧν δηλοῦται τὰ πράγματα, καὶ εἰς τὴν σύνθεσιν τῶν ἐλαττόνων τε καὶ μειζόνων μορίων, καὶ ὅτι τούτων αὖθις ἑκάτερον εἰς ἕτερα μόρια διαιρεῖται, ἡ μὲν ἐκλογὴ τῶν στοιχειωδῶν μορίων (ὀνοματικῶν λέγω καὶ ῥηματικῶν καὶ συνδετικῶν) εἴς τε τὴν κυρίαν φράσιν καὶ εἰς τὴν τροπικήν, ἡ δὲ σύνθεσις εἴς τε τὰ κόμματα καὶ τὰ κῶλα καὶ τὰς περιόδους, καὶ ὅτι τούτοις ἀμφοτέροις συμβέβηκε (λέγω δὴ τοῖς τε ἁπλοῖς καὶ ἀτόμοις ὀνόμασι καὶ τοῖς ἐκ τούτων συνθέτοις) τὰ καλούμενα σχήματα, καὶ ὅτι τῶν καλουμένων ἀρετῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ ἐν ἅπασιν ὀφείλουσι παρεῖναι τοῖς λόγοις, αἳ δʼ ἐπίθετοι καὶ ὅταν ὑποστῶσιν αἱ πρῶται, τότε τὴν ἑαυτῶν ἰσχὺν λαμβάνουσιν, εἴρηται πολλοῖς πρότερον. ὥστε οὐδὲν δεῖ περὶ αὐτῶν ἐμὲ νυνὶ λέγειν οὐδʼ ἐξ ὧν θεωρημάτων τε καὶ παραγγελμάτων τούτων τῶν ἀρετῶν ἑκάστη γίνεται, πολλῶν ὄντων· καὶ γὰρ ταῦτα τῆς ἀκριβεστάτης τέτευχεν ἐξεργασίας.
p.359
τίσι δὲ αὐτῶν ἐχρήσαντο πάντες οἱ πρὸ Θουκυδίδου γενόμενοι συγγραφεῖς καὶ τίνων ἐπὶ μικρὸν ἥψαντο, ἐξ ἀρχῆς ἀναλαβών, ὥσπερ ὑπεσχόμην, κεφαλαιωδῶς διέξειμι· ἀκριβέστερον γὰρ οὕτως γνώσεταί τις τὸν ἴδιον τοῦ ἀνδρὸς χαρακτῆρα. οἱ μὲν οὖν ἀρχαῖοι πάνυ καὶ ἀπʼ αὐτῶν μόνον γινωσκόμενοι τῶν ὀνομάτων ποίαν τινὰ λέξιν ἐπετήδευσαν, οὐκ ἔχω συμβαλεῖν, πότερα τὴν λιτὴν καὶ ἀκόσμητον καὶ μηδὲν ἔχουσαν περιττόν, ἀλλʼ αὐτὰ τὰ χρήσιμα καὶ ἀναγκαῖα, ἢ τὴν πομπικὴν καὶ ἀξιωματικὴν καὶ ἐγκατάσκευον καὶ τοὺς ἐπιθέτους προσειληφυῖαν κόσμους. οὔτε γὰρ διασῴζονται τῶν πλειόνων αἱ γραφαὶ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, οὔθʼ αἱ διασῳζόμεναι παρὰ πᾶσιν ὡς ἐκείνων οὖσαι τῶν ἀνδρῶν πιστεύονται· ἐν αἷς εἰσιν αἵ τε Κάδμου τοῦ Μιλησίου καὶ Ἀρισταίου τοῦ Προκοννησίου καὶ τῶν παραπλησίων τούτοις. οἱ δὲ πρὸ τοῦ Πελοποννησιακοῦ γενόμενοι πολέμου καὶ μέχρι τῆς Θουκυδίδου παρεκτείναντες ἡλικίας ὁμοίας ἔσχον ἅπαντες ὡς ἐπὶ τὸ πολὺ προαιρέσεις, οἵ τε τὴν Ἰάδα προελόμενοι διάλεκτον τὴν ἐν τοῖς τότε χρόνοις μάλιστα ἀνθοῦσαν καὶ οἱ τὴν ἀρχαίαν Ἀτθίδα μικράς τινας ἔχουσαν διαφορὰς παρὰ τὴν Ἰάδα. πάντες γὰρ οὗτοι, καθάπερ ἔφην, περὶ τὴν κυρίαν λέξιν μᾶλλον ἐσπούδασαν ἢ περὶ τὴν τροπικήν, ταύτην δὲ ὥσπερ ἥδυσμα παρελάμβανον, σύνθεσίν τε ὀνομάτων ὁμοίαν ἅπαντες ἐπετήδευσαν τὴν ἀφελῆ καὶ ἀνεπιτήδευτον, καὶ οὐδʼ ἐν τῷ σχηματίζειν τὰς λέξεις καὶ τὰς νοήσεις ἐξέβησαν
p.360
ἐπὶ πολὺ τῆς τετριμμένης καὶ κοινῆς καὶ συνήθους ἅπασι διαλέκτου. τὰς μὲν οὖν ἀναγκαίας ἀρετὰς ἡ λέξις αὐτῶν πάντων ἔχει (καὶ γὰρ καθαρὰ καὶ σαφὴς καὶ σύντομός ἐστιν ἀποχρώντως, σῴζουσα τὸν ἴδιον ἑκάστη τῆς διαλέκτου χαρακτῆρα)· τὰς δʼ ἐπιθέτους, ἐξ ὧν μάλιστα διάδηλος ἡ τοῦ ῥήτορος γίνεται δύναμις, οὔτε ἁπάσας οὔτε εἰς ἄκρον ἡκούσας, ἀλλʼ ὀλίγας καὶ ἐπὶ βραχύ, ὕψος λέγω καὶ καλλιρημοσύνην καὶ σεμνολογίαν καὶ μεγαλοπρέπειαν· οὐδὲ δὴ τόνον οὐδὲ βάρος οὐδὲ πάθος διεγεῖρον τὸν νοῦν οὐδὲ τὸ ἐρρωμένον καὶ ἐναγώνιον πνεῦμα, ἐξ ὧν ἡ καλουμένη γίνεται δεινότης· πλὴν ἑνὸς Ἡροδότου. οὗτος δὲ κατά τε τὴν ἐκλογὴν τῶν ὀνομάτων καὶ κατὰ τὴν σύνθεσιν καὶ κατὰ τὴν τῶν σχηματισμῶν ποικιλίαν μακρῷ δή τινι τοὺς ἄλλους ὑπερεβάλετο, καὶ παρεσκεύασε τῇ κρατίστῃ ποιήσει τὴν πεζὴν φράσιν ὁμοίαν γενέσθαι πειθοῦς τε καὶ χαρίτων καὶ τῆς εἰς ἄκρον ἡκούσης ἡδονῆς ἕνεκα· ἀρετάς τε τὰς μεγίστας καὶ λαμπροτάτας ἔξω τῶν ἐναγωνίων οὐδὲν
--- ἐν ταύταις ἐνέλιπεν, εἴ τε οὐκ εὖ πεφυκὼς πρὸς αὐτὰς εἴ τε κατὰ λογισμόν τινα ἑκουσίως ὑπεριδὼν ὡς οὐχ ἁρμοττουσῶν ἱστορίαις. οὔτε γὰρ δημηγορίαις πολλαῖς ὁ ἀνὴρ οὐδʼ ἐναγωνίοις κέχρηται λόγοις, οὔτʼ ἐν τῷ παθαίνειν καὶ δεινοποιεῖν τὰ πράγματα τὴν ἀλκὴν ἔχει.
τούτῳ τε δὴ τῷ ἀνδρὶ Θουκυδίδης ἐπιβαλὼν καὶ
p.361
τοῖς ἄλλοις, ὧν πρότερον ἐμνήσθην, καὶ συνιδὼν ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τινα χαρακτῆρα καὶ παρεωραμένον ἅπασι πρῶτος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν ἀγαγεῖν· ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν προελόμενος ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς κατʼ αὐτὸν ἀνθρώποις· ἐπὶ δὲ τῆς συνθέσεως τῶν τʼ ἐλαττόνων καὶ τῶν μειζόνων μορίων τὴν ἀξιωματικὴν καὶ αὐστηρὰν καὶ στιβαρὰν καὶ βεβηκυῖαν καὶ τραχύνουσαν ταῖς τῶν γραμμάτων ἀντιτυπίαις τὰς ἀκοὰς ἀντὶ τῆς λιγυρᾶς καὶ μαλακῆς καὶ συνεξεσμένης καὶ μηδὲν ἐχούσης ἀντίτυπον· ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενέγκαι τῶν πρὸ αὐτοῦ, πλείστην εἰσενεγκάμενος σπουδήν. διετέλεσέ γέ τοι τὸν ἑπτακαιεικοσαετῆ χρόνον τοῦ πολέμου ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς τὰς ὀκτὼ βύβλους, ἃς μόνας κατέλιπεν, στρέφων ἄνω καὶ κάτω καὶ καθʼ ἓν ἕκαστον τῶν τῆς φράσεως μορίων ῥινῶν καὶ τορεύων· καὶ τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δʼ εἰς ὄνομα συνάγων τὸν λόγον· καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν, καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται,
p.362
τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται· καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά· πληθυντικῶν τε καὶ ἑνικῶν ἐναλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων· θηλυκά τε ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶ συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται· τὰς δὲ τῶν ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις ποτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, ποτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου· ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δʼ ἄν τις εὕροι παρʼ αὐτῷ σχήματα προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα τῶν συνήθων καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας· ὁπόσα τε γίγνεται πράγματα ἀντὶ σωμάτων ἢ σώματα ἀντὶ πραγμάτων· καὶ ἐφʼ ὧν ἐνθυμημάτων τε καὶ νοημάτων αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ πολλοῦ τὴν ἀκολουθίαν κομίζονται· τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δʼ ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρʼ αὐτῷ, τὰς παρισώσεις λέγω
p.363
καὶ παρομοιώσεις καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας ὁ Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατʼ αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι διʼ ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἕν, καὶ τὸ ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλείπειν· ὑφʼ ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέτταρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως· τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῶν σημασιῶν· χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πυκνόν, καὶ τὸ πικρὸν καὶ τὸ αὐστηρόν, καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ τὸ φοβερόν, ὑπὲρ ἅπαντα δὲ ταῦτα τὸ παθητικόν. τοιοῦτος μὲν δή τίς ἐστιν ὁ Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, ᾧ παρὰ τοὺς ἄλλους διήνεγκεν. ὅταν μὲν οὖν ἥ τε προαίρεσις αὐτοῦ καὶ ἡ δύναμις συνεκδράμῃ, τέλεια γίνεται κατορθώματα καὶ δαιμόνια· ὅταν δὲ ἐλλείπῃ τὸ τῆς δυνάμεως, οὐ παραμείναντος μέχρι πάντων τοῦ τόνου, διὰ τὸ τάχος τῆς ἀπαγγελίας ἀσαφής τε ἡ λέξις γίνεται καὶ ἄλλας τινὰς ἐπιφέρει κῆρας οὐκ εὐπρεπεῖς. τὸ γὰρ ἐν ᾧ δεῖ τρόπῳ τὰ ξένα καὶ πεποιημένα λέγεσθαι καὶ μέχρι πόσου προελθόντα
p.364
πεπαῦσθαι, καλὰ καὶ ἀναγκαῖα θεωρήματα ἐν πᾶσιν ὄντα τοῖς ἔργοις, οὐ διὰ πάσης τῆς ἱστορίας φυλάττει.
προειρημένων δὲ τούτων κεφαλαιωδῶς ἐπὶ τὰς ἀποδείξεις αὐτῶν ὥρα τρέπεσθαι. ποιήσομαι δὲ οὐ χωρὶς ὑπὲρ ἑκάστης ἰδέας τὸν λόγον, ὑποτάττων αὐταῖς τὴν Θουκυδίδου λέξιν, ἀλλὰ κατὰ περιοχάς τινας καὶ τόπους, μέρη λαμβάνων τῆς τε διηγήσεως καὶ τῶν ῥητορειῶν καὶ παρατιθεὶς τοῖς τε πραγματικοῖς καὶ τοῖς λεκτικοῖς κατορθώμασιν ἢ ἁμαρτήμασι τὰς αἰτίας, διʼ ἃς τοιαῦτά ἐστι· δεηθεὶς σοῦ πάλιν καὶ τῶν ἄλλων φιλολόγων τῶν ἐντευξομένων τῇ γραφῇ, τὸ βούλημά μου τῆς ὑποθέσεως ἧς προῄρημαι σκοπεῖν, ὅτι χαρακτῆρός ἐστι δήλωσις ἅπαντα περιειληφυῖα τὰ συμβεβηκότα αὐτῷ καὶ δεόμενα λόγου, σκοπὸν ἔχουσα τὴν ὠφέλειαν αὐτῶν τῶν βουλησομένων μιμεῖσθαι τὸν ἄνδρα.
ἐν ἀρχῇ μὲν οὖν τοῦ προοιμίου προθέσει χρησάμενος, ὅτι μέγιστος ἐγένετο τῶν πρὸ αὐτοῦ πολέμων ὁ Πελοποννησιακός, κατὰ λέξιν οὕτω γράφει· τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαιότερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατον ἦν· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι ξυνέβη πιστεῦσαι, οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε εἰς τὰ ἄλλα. φαίνεται γὰρ ἡ νῦν Ἑλλὰς καλουμένη οὐ πάλαι βεβαίως οἰκουμένη, ἀλλὰ μεταναστάσεις τε
p.365
οὖσαι τὰ πρότερα καὶ ῥᾳδίως ἕκαστοι τὴν ἑαυτῶν ἀπολείποντες, βιαζόμενοι ὑπό τινων αἰεὶ πλειόνων. τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι, ὅσον ἀποζῆν, καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες οὐδὲ γῆν φυτεύοντες
--- ---γνώμῃ δεδουλωμένοι ὡς ἐπὶ Λακεδαιμονίους. καταφρονήσαντες οὖν αὐτῶν καὶ ἐμβοήσαντες ἀθρόοι ὥρμησαν ἐπʼ αὐτούς. ἥδʼ ἡ περιοχὴ ὤφελε μὲν κατεσκευάσθαι μὴ τοῦτον ὑπʼ αὐτοῦ τὸν τρόπον, ἀλλὰ κοινότερον μᾶλλον καὶ ὠφελιμώτερον, τοῦ τελευταίου μορίου τῷ πρώτῳ προστεθέντος, τῶν δὲ διὰ μέσου τὴν μετὰ ταῦτα χώραν λαβόντων. ἀγκυλωτέρα μὲν οὖν ἡ φράσις οὕτω σχηματισθεῖσα γέγονε καὶ δεινοτέρα, σαφεστέρα δὲ καὶ ἡδίων ἐκείνως ἂν κατασκευασθεῖσα· τῶν δὲ Λακεδαιμονίων οὐκέτι ἐπεκθεῖν, ᾗ προσπίπτοιεν, δυναμένων, γνόντες αὐτοὺς οἱ ψιλοὶ βραδυτέρους ἤδη, συστραφέντες καὶ ἐμβοήσαντες, ὥρμησαν ἐπʼ αὐτοὺς ἀθρόοι· ἔκ τε τῆς ὄψεως τὸ θαρρεῖν προσειληφότες, ὅτι πολλαπλάσιοι ἦσαν, καὶ ἐκ τοῦ μηκέτι δεινοὺς αὐτοὺς ὁμοίως σφίσι
p.366
φαίνεσθαι καταφρονήσαντες, ἐπειδὴ οὐκ εὐθὺς ἄξια τῆς προσδοκίας ἐπεπόνθεσαν, ἣν ἔσχον ὑπόληψιν, ὅτε πρῶτον ἀπέβαινον τῇ γνώμῃ δεδουλωμένοι ὡς ἐπὶΛακεδαιμονίους.