μίαν δὲ τούτοις ἐπιθεὶς περίοδον ἀγκύλως εἰρημένην καὶ δυνατῶς μετὰ τοῦ σαφῶς· ἁπλῶς δὲ ὁ φθάσας τὸν μέλλοντα κακόν τι δρᾶν ἐπῃνεῖτο καὶ ὁ ἐπικελεύσας τὸν μὴ διανοούμενον ποιητικῇ πάλιν χρήσεται μεταλήψει· καὶ μὴν καὶ τὸ συγγενὲς τοῦ
p.377
ἑταιρικοῦ ἀλλοτριώτερον ἐγένετο διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. τὸ γὰρ συγγενές καὶ τὸ ἑταιρικόν ἀντὶ τῆς συγγενείας καὶ τῆς ἑταιρίας κείμενον μετείληπται· τό τε ἀπροφασίστως τολμᾶν ἄδηλον, εἴ τε ἐπὶ τῶν φίλων κεῖται νῦν εἴ τε ἐπὶ τῶν συγγενῶν. αἰτίαν γὰρ ἀποδούς, διʼ ἣν τοὺς συγγενεῖς ἀλλοτριωτέρους ἔκρινον τῶν φίλων, ἐπιτίθησιν, ὅτι τόλμαν ἀπροφάσιστον παρείχοντο. σαφὴς δʼ ἂν ἦν ὁ λόγος, εἰ τοῦτον ἐξήνεγκε τὸν τρόπον κατὰ τὴν ἑαυτοῦ βούλησιν σχηματίζων· καὶ μὴν καὶ τὸ ἑταιρικὸν οἰκειότερον ἐγένετο τοῦ συγγενοῦς διὰ τὸ ἑτοιμότερον εἶναι ἀπροφασίστως τολμᾶν. περιπέφρασται δὲ καὶ τὰ ἐπὶ τούτοις, καὶ οὔτε ἰσχυρῶς οὔτε σαφῶς ἀπήγγελται· οὐ γὰρ μετὰ τῶν κειμένων νόμων ὠφελείας αἱ τοιαῦται σύνοδοι, ἀλλὰ παρὰ τοὺς καθεστῶτας πλεονεξίᾳ. ὁ μὲν νοῦς ἐστὶ τοιόσδε· οὐ γὰρ ἐπὶ ταῖς κατὰ νόμον ὠφελείαις αἱ τῶν ἑταιριῶν ἐγίνοντο σύνοδοι, ἀλλʼ ἐπὶ τῷ παρὰ τοὺς νόμους τι πλεονεκτεῖν. καὶ ὅρκοι φησίν εἴ που ἄρα ἐγίγνοντο συναλλαγῆς, ἐν τῷ αὐτίκα πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι ἴσχυον, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν· ἐν τούτοις
p.378
ὑπερβατόν τε καὶ περίφρασις· οἱ μὲν γὰρ ὅρκοι τῆς συναλλαγῆς τὸ σημαινόμενον ἔχουσι τοιοῦτον· οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο. τὸ δὲ ἴσχυον διʼ ὑπερβατοῦ κείμενον τῷ αὐτίκα ἕπεται, βούλεται γὰρ δηλοῦν ἐν τῷ παραυτίκα ἴσχυον· τὸ δὲ πρὸς τὸ ἄπορον ἑκατέρῳ διδόμενοι, οὐκ ἐχόντων ἄλλοθεν δύναμιν σαφέστερον ἂν ἦν οὕτως ἐξενεχθέν· διὰ τὸ μηδεμίαν ἄλλην ἔχειν δύναμιν κατὰ τὸ ἄπορον ἑκατέρῳ διδόμενοι. τὸ δὲ κατάλληλον τῆς διανοίας ἦν ἂν τοιοῦτο· οἱ δὲ περὶ τῆς φιλίας ὅρκοι εἴ που ἄρα γένοιντο, ἀπορίᾳ πίστεως ἄλλης ἑκατέρῳ διδόμενοι ἐν τῷ παραχρῆμα ἴσχυον.
σκολιώτερα δὲ τούτων ἐστὶ καὶ ἃ μετὰ ταῦτα τίθησιν· ἐν δὲ τῷ παρατυχόντι ὁ φθάσας θαρρῆσαι εἰ ἴδοι ἄφρακτον, ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἢ ἀπὸ τοῦ προφανοῦς· καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε· τὸ δὴ παρατυχόν ἀντὶ τοῦ παραχρῆμα κεῖται, τό τε ἄφρακτον ἀντὶ τοῦ ἀφυλάκτου καὶ τὸ ἥδιον τιμωρεῖσθαι διὰ τὴν πίστιν μᾶλλον ἢ ἀπὸ τοῦ προφανοῦς σκοτεινῶς περιπέφρασται, καὶ ἐλλείπει τι μόριον εἰς τὸ συμπληρωθῆναι τὴν νόησιν. εἰκάζειν δὲ ἔστιν, ὅτι τοῦτο βούλεται λέγειν· εἰ δέ που παρατύχοι τινὶ καιρὸς καὶ μάθοι τὸν ἐχθρὸν ἀφύλακτον, ἥδιον ἐτιμωρεῖτο, ὅτι πιστεύσαντι ἐπέθετο μᾶλλον ἢ φυλαττομένῳ· καὶ συνέσεως δόξαν προσελάμβανε, τό τε ἀσφαλὲς λογιζόμενος καὶ ὅτι διὰ τὴν ἀπάτην αὐτοῦ περιεγένετο. ῥᾷον δʼ οἱ πολλοὶ κακοῦργοι
p.379
φησίν ὄντες δεξιοὶ κέκληνται ἢ ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται· ταῦτα γὰρ ἀγκύλως μὲν εἴρηται καὶ βραχέως, ἐν ἀφανεῖ δὲ κείμενον ἔχει τὸ σημαινόμενον. χαλεπὸν γὰρ μαθεῖν, τίνας δή ποτε νοεῖ τοὺς ἀμαθεῖς τε καὶ ἀγαθούς· εἴ τε γὰρ ἀντιδιαστέλλεται πρὸς τοὺς κακούργους, οὐκ ἂν εἴησαν ἀμαθεῖς οἱ μὴ κακοί· εἴ τʼ ἐπὶ τῶν ἀνοήτων καὶ ἀφρόνων τίθησι τοὺς ἀμαθεῖς, κατὰ τί δή ποτε τούτους ἀγαθοὺς καλεῖ; καὶ τῷ μὲν αἰσχύνονται τίνες; ἄδηλον γὰρ πότερον ἀμφότεροι ἢ οἱ ἀμαθεῖς. ἐπὶ δὲ τῷ ἀγάλλονται κἀνταῦθα ἄδηλον, τίνες· εἰ μὲν γὰρ ἐπʼ ἀμφοτέρων τίθησιν, οὐκ ἔχει νοῦν· οὔτε γὰρ ἐπὶ τοῖς κακούργοις οἱ ἀγαθοὶ ἀγάλλονται οὔτʼ ἐπὶ τοῖς ἀμαθέσιν οἱ κακοῦργοι αἰσχύνονται.
οὗτος ὁ χαρακτὴρ τῆς ἀσαφοῦς καὶ πεπλεγμένης λέξεως, ἐν ᾗ πλείων ἔνεστι τῆς θέλξεως ἡ σκοτίζουσα τὴν διάνοιαν ὄχλησις, ἕως ἑκατὸν ἐκμηκύνεται στίχων. θήσω δὲ καὶ τὰ ἑξῆς οὐδεμίαν ἔτι λέξιν ἐμαυτοῦ προστιθείς· πάντων δʼ αὐτῶν αἴτιον ἀρχὴ ἡ διὰ πλεονεξίαν καὶ φιλοτιμίαν, ἐκ δʼ αὐτῶν καὶ ἐς τὸ φιλονεικεῖν καθισταμένων τὸ πρόθυμον. οἱ γὰρ ἐν ταῖς πόλεσι προστάντες, μετὰ ὀνόματος ἑκάτεροι εὐπρεποῦς, πλήθους τε ἰσονομίας πολιτικῆς καὶ ἀριστοκρατίας σώφρονος προτιμήσει, τὰ μὲν κοινὰ λόγῳ θεραπεύοντες ἆθλα ἐποιοῦντο· παντὶ δὲ τρόπῳ ἀγωνιζόμενοι ἀλλήλων
p.380
περιγενέσθαι ἐτόλμησάν τε τὰ δεινότατα, ἐπεξῄεσάν τε τὰς τιμωρίας ἔτι μείζους, οὐ μέχρι τοῦ δικαίου καὶ τῇ πόλει ξυμφόρου προστιθέντες, ἐς δὲ τὸ ἑκατέροις που αἰεὶ ἡδονὴν ἔχον ὁρίζοντες· καὶ ἢ μετὰ ψήφου ἀδίκου καταγνώσεως ἢ χειρὶ κτώμενοι τὸ κρατεῖν ἕτοιμοι ἦσαν τὴν αὐτίκα φιλονεικίαν ἐκπιμπλάναι. ὥστʼ εὐσεβείᾳ μὲν οὐδέτεροι ἐνόμιζον, εὐπρεπείᾳ δὲ λόγου, οἷς ξυμβαίη ἐπιφθόνως τι διαπράξασθαι, ἄμεινον ἤκουον· τὰ δὲ μέσα τῶν πολιτῶν ὑπʼ ἀμφοτέρων, ἢ ὅτι οὐκ ἐξηγωνίζοντο ἢ ὅτι φθόνῳ τοῦ περιεῖναι, διεφθείροντο. οὕτω πᾶσα ἰδέα κατέστη κακοτροπίας διὰ τὰς στάσεις τῷ Ἑλληνικῷ· καὶ τὸ εὔηθες, οὗ τὸ γενναῖον πλεῖστον μετέχει, καταγελασθὲν ἠφανίσθη· τὸ δὲ ἀντιτετάχθαι ἀλλήλοις τῇ γνώμῃ ἀπίστως ἐπὶ πολὺ διήνεγκεν. οὐ γὰρ ἦν ὁ διαλύσων οὔτε λόγος ἐχυρὸς οὔτε ὅρκος φοβερός. κρείττους δὲ ὄντες πάντες λογισμῷ ἐς τὸ ἀνέλπιστον τοῦ βεβαίου μὴ παθεῖν μᾶλλον προεσκόπουν ἢ πιστεῦσαι ἐδύναντο. καὶ οἱ φαυλότεροι γνώμην ὡς τὰ πλείω περιεγίγνοντο. τῷ γὰρ δεδιέναι τό τε αὑτῶν ἐνδεὲς καὶ τὸ τῶν ἐναντίων ξυνετόν, μὴ λόγοις τε ἥττους ὦσι καὶ ἐκ τοῦ πολυτρόπου αὐτῶν τῆς γνώμης φθάσωσι προεπιβουλευόμενοι, τολμηρῶς πρὸς τὰ ἔργα ἐχώρουν· οἱ δὲ καταφρονοῦντες κἂν προαισθέσθαι, καὶ ἔργῳ οὐδὲν σφᾶς δεῖν λαμβάνειν, ἃ γνώμῃ ἔξεστιν,
p.381
ἄφρακτοι μᾶλλον διεφθείροντο. ἑκ πολλῶν ἔτι δυνάμενος παραδειγμάτων ποιῆσαι φανερόν, ὅτι κρείττων ἐστὶν ἐν τοῖς διηγήμασιν, ὅταν ἐν τῷ συνήθει καὶ κοινῷ τῆς διαλέκτου χαρακτῆρι μένῃ, χείρων δέ, ὅταν ἐκτρέψῃ τὴν διάλεκτον ἐκ τῆς συνήθους ἐπὶ τὰ ξένα ὀνόματα καὶ βεβιασμένα σχήματα, ὧν ἔνια σολοικισμῶν παρέχεται δόξαν, ἀρκεσθήσομαι τούτοις, ἵνα μὴ περαιτέρω τοῦ δέοντος ἡ γραφή μοι προβῇ.
ἐπεὶ δὲ καὶ περὶ τῶν δημηγοριῶν αὐτοῦ τὰ δοκοῦντά μοι φανερὰ ποιήσειν ὑπεσχόμην, ἐν αἷς οἴονταί τινες τὴν ἄκραν τοῦ συγγραφέως εἶναι δύναμιν, διελόμενος καὶ ταύτην διχῇ τὴν θεωρίαν εἴς τε τὸ πραγματικὸν μέρος καὶ εἰς τὸ λεκτικὸν χωρὶς ὑπὲρ ἑκατέρου ποιήσομαι τὸν λόγον, ἀρξάμενος ἀπὸ τοῦ πραγματικοῦ. ἐν ᾧ πρώτην μὲν ἔχει μοῖραν ἡ τῶν ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις, δευτέραν δὲ ἡ τῶν εὑρεθέντων χρῆσις· ἐκείνη μὲν ἐν τῇ φύσει μᾶλλον ἔχουσα τὴν ἰσχύν, αὕτη δὲ ἐν τῇ τέχνῃ. τούτων ἣ μὲν πλέον ἔχουσα τοῦ τεχνικοῦ τὸ φυσικὸν καὶ διδαχῆς ἐλάττονος δεομένη θαυμαστή τίς ἐστι παρὰ τῷ συγγραφεῖ· φέρει γὰρ ὥσπερ ἐκ πηγῆς πλουσίας ἄπειρόν τι χρῆμα νοημάτων τε καὶ ἐνθυμημάτων περιττῶν καὶ ξένων καὶ παραδόξων. ἣ δὲ πλεῖον ἔχουσα τὸ τεχνικὸν καὶ λαμπροτέραν ποιοῦσα φαίνεσθαι τὴν ἑτέραν ἐνδεεστέρα τοῦ δέοντος ἐπὶ πολλῶν. ὅσοι μὲν οὖν ἐκτεθαυμάκασιν αὐτὸν ὑπὲρ τὸ μέτριον, ὡς μηδὲν τῶν θεοφορήτων διαφέρειν, διὰ τὸ πλῆθος ἐοίκασι τῶν ἐνθυμημάτων τοῦτʼ ἐσχηκέναι τὸ πάθος. οὓς ἐὰν διδάσκῃ τις ἐφʼ
p.382
ἑκάστῳ πράγματι παρατιθεὶς τὸν λόγον, ὅτι ταυτὶ μὲν οὐκ ἦν ἐπιτήδεια ἐν τούτῳ τῷ καιρῷ καὶ ὑπὸ τούτων τῶν προσώπων λέγεσθαι, ταυτὶ δʼ οὐκ ἐπὶ τούτοις τοῖς πράγμασιν οὐδὲ μέχρι τούτου, δυσχεραίνουσιν, ὅμοιόν τι πάσχοντες τοῖς κεκρατημένοις ὑφʼ οἵας δή τινος ὄψεως ἔρωτι μὴ πολὺ ἀπέχοντι μανίας. ἐκεῖνοί τε γὰρ πάσας τὰς ἀρετάς, ὁπόσαι γίνονται περὶ μορφὰς εὐπρεπεῖς, ταῖς καταδεδουλωμέναις αὑτοὺς προσεῖναι νομίζουσι, καὶ τοὺς ἐξονειδίζειν ἐπιχειροῦντας, εἴ τι περὶ αὐτὰς ὑπάρχει σίνος, ὡς βασκάνους καὶ συκοφάνντας προβέβληνται· οὗτοί τε ὑπὸ τῆς μιᾶς ταύτης ἀρετῆς κεκαρωμένοι τὴν διάνοιαν ἅπαντα καὶ τὰ μὴ προσόντα τῷ συγγραφεῖ μαρτυροῦσίν· ἃ γὰρ ἕκαστος εἶναι βούλεται περὶ τὸ φιλούμενόν τε καὶ θαυμαζόμενον ὑφʼ ἑαυτοῦ, ταῦτα οἴεται. ὅσοι δʼ ἀδέκαστον τὴν διάνοιαν φυλάσσουσι καὶ τὴν ἐξέτασιν τῶν λόγων ἐπὶ τοὺς ὀρθοὺς κανόνας ἀναφέρουσιν, εἴ τε φυσικῆς τινος κρίσεως μετειληφότες εἴ τε καὶ διὰ διδαχῆς ἰσχυρὰ τὰ κριτήρια κατασκευάσαντες, οὔτε ἅπαντα ἐπαινοῦσιν ἐπʼ ἴσης οὔτε πρὸς ἅπαντα δυσχεραίνουσιν, ἀλλὰ τοῖς μὲν κατορθώμασι τὴν προσήκουσαν μαρτυρίαν ἀπονέμουσιν, εἰ δέ τι διημάρτηται μέρος ἐν αὐτοῖς, οὐκ ἐπαινοῦσιν.
ὁ γοῦν ἐπὶ πάντων ἐγὼ τῶν ἐμαυτοῦ θεωρημάτων κανόνας ὑποτιθέμενος οὔτε πρότερον ὤκνησα τὰ δοκοῦντά μοι φέρειν ἐς μέσον
p.383
οὔτε νῦν ἀποτρέψομαι. διδοὺς δὴ τὸ πρῶτον, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τὸ περὶ τὴν εὕρεσιν τοῦ συγγραφέως εὔστοχον, καὶ εἴ τις ἄλλως προὑπείληφεν εἴ τε διὰ φιλονεικίαν εἴ τε διʼ ἀναισθησίαν, ἁμαρτάνειν αὐτὸν οἰόμενος, θάτερον οὐκέτι δίδωμι, τὸ περὶ τὰς οἰκονομίας αὐτοῦ τεχνικόν, πλὴν ἐπʼ ὀλίγων πάνυ δημηγοριῶν. ὁρῶ δὲ καὶ τὰ περὶ τὴν λέξιν ἐλαττώματα, περὶ ὧν ἤδη προείρηκα, πλεῖστα καὶ μέγιστα ταύταις συμβεβηκότα ταῖς ἰδέαις· καὶ γὰρ αἱ γλωττηματικαὶ καὶ ξέναι καὶ πεποιημέναι λέξεις ἐν ταύταις μάλιστα ἐπιπολάζουσι, καὶ τὰ πολύπλοκα καὶ ἀγκύλα καὶ βεβιασμένα σχήματα πλεῖστα περὶ ταύτας ἐστίν. εἰ δὲ τὰ εἰκότα ἔγνωκα, σύ τε κρινεῖς καὶ τῶν ἄλλων ἕκαστος ἐπὶ τὴν ἐξέτασιν ἀγόμενος τῶν ἔργων. ἔσται δὲ κατὰ ταὐτὰ ἡ παράθεσις αὐτῶν, ἀντιπαρεξεταζομένων τοῖς ἄριστά μοι δοκοῦσιν ἔχειν τῶν οὔτε κατὰ τὰς οἰκονομίας κατορθουμένων οὔτε κατὰ τὴν φράσιν ἀνεγκλήτων.