De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν

p.201
λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν ἔξω τῆς εὐμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτʼ ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δʼ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον τοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι, ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ
p.202
δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην τὴν θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέσεως ἦν, τῇδέ μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθʼ, ὅσα ὑπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν.

ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστῃ λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένῃ μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβῃ, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς

p.203
ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξὺ τούτων, ἀποδεικνὺς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ, ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων. ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ καταλειπόμενον τῆς --- θεωρίας μέρος. μεταβήσομαι,

ταῦτα δὲ ἔστιν, ἃ τοῖς τρισὶ πλάσμασιν

p.204
ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην --- ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους ἢ Λυσίου, ἵνʼ εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος. δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένῃ λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης. τούτων γὰρ ἐν πάσῃ κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ· ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσματος παρʼ αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον· κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον
p.205
καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὃ τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν τὴν Δημοσθένους δύναμιν --- πεφυκότα μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθʼ ὃ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν οὐχ ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάξεσθαι τὰς ἀρετὰς ταύτας πάνυ γὰρ ἄτοπον, ἀλλʼ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.

φέρε δὴ τούτων εἰρημένων ἡμῖν λέγωμεν ἤδη καὶ περὶ τῆς συνθέσεως τῶν ὀνομάτων ᾗ κέχρηται ὁ ἀνήρ. ὅτι μὲν οὖν περιττή τίς ἐστιν ἡ τῆς λέξεως τῆς Δημοσθένους ἁρμονία καὶ μακρῷ δή τινι διαλλάττουσα τὰς τῶν ἄλλων ῥητόρων, οὐκ ἐμὸς ὁ μῦθος. ἅπαντες γὰρ εὖ οἶδʼ ὅτι ταύτην αὐτῷ τὴν ἀρετὴν ἂν

p.206
μαρτυρήσειαν, ὅσοι μὴ παντάπασι πολιτικῶν εἰσιν ἄπειροι λόγων, ὅπου γε καὶ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμάσαντες ἐκείνῳ θαυμάζοντές τε δῆλοί εἰσιν αὐτὸν καὶ ζηλοῦντες ταύτης μάλιστα τῆς εὐτεχνίας, καίτοι τινὲς οὐδʼ οἰκείως διακείμενοι πρὸς αὐτόν, ὥστε κολακείας ἐξενέγκασθαι δόξαν, ἀλλʼ ἔνιοί γε καὶ σφόδρα ἀπεχθεῖς καὶ ἀδιαλλάκτους ἐπανῃρημένοι πολέμους. ὧν ἦν Αἰσχίνης ὁ ῥήτωρ, ἀνὴρ λαμπροτάτῃ φύσει περὶ λόγους χρησάμενος, ὃς οὐ πολὺ ἂν ἀπέχειν δοκεῖ τῶν ἄλλων ῥητόρων καὶ μετὰ Δημοσθένην μηδενὸς δεύτερος ἀριθμεῖσθαι. οὗτος μὲν δὴ τῆς ἄλλης δεινότητος, ἣ περὶ τὸν ἄνδρα τοῦτον ἐγένετο κατὰ τὸ λεκτικόν, ἔστιν ἃ διακνίζει καὶ συκοφαντεῖ, πρᾶγμα ἐχθροῦ ποιῶν. καὶ γὰρ καινότητα ὀνομάτων καὶ ἀηδίαν καὶ περιεργίαν καὶ τὸ σκοτεινὸν δὴ τοῦτο καὶ πικρὸν καὶ ἄλλα πολλὰ τοιαῦτα προστρίβεται αὐτῷ, βασκαίνων μέν, ὥσπερ ἔφην, καὶ ταῦτα, ὅμως δʼ οὖν ἀφορμάς γέ τινας τοῦ συκοφαντεῖν εὐλόγους λαμβάνων. περὶ δὲ τῆς συνθέσεως τῶν ὀνομάτων οὐδὲν οὔτε
p.207
μεῖζον . . . ἢ καταγέλωτα φέρων. καὶ οὐχὶ τοῦτό πω θαυμάζειν ἄξιον, ἀλλʼ ὅτι καὶ μαρτυρῶν πολλαχῇ τὴν ἀρετὴν τῷ ῥήτορι κατάδηλός ἐστι καὶ ζηλῶν. φανερὸν δὲ τοῦτο γένοιτʼ ἂν ἐξ ὧν αὐτὸς εἴρηκε, τότε μὲν οὕτω πως γράφων· ὅταν δὲ ἄνθρωπος ἐξ ὀνομάτων συγκείμενος καὶ τούτων πικρῶν καὶ περιέργων (ἐν γὰρ δὴ τούτοις οὐ τὴν ἐκλογὴν ἐπαινεῖ τῶν ὀνομάτων αὐτοῦ, μὰ Δία· τίς γὰρ ἂν γένοιτο πικρᾶς καὶ περιέργου ζῆλος ὀνομασίας;), ἐν ἀηδία ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων· ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας. καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπήσωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικημάτων ἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς
p.208
ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.

τουτὶ μὲν οὖν τὸ μέρος, ὡς οὐ πολλοῦ λόγου δεόμενον, λέγω δὴ τὸ περιττὸν εἶναι συνθέτην ὀνομάτων τὸν Δημοσθένην, μαρτυρίαις τε ἀξιοχρέοις καὶ τῷ μηδένα τἀναντία ἔχειν εἰπεῖν βεβαιούμενον ἐάσω. τίς δὲ ὁ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ ἀπὸ ποίας γέγονεν ἐπιτηδεύσεως τοιοῦτος καὶ πῶς ἄν τις αὐτὸν διαγνοίη παρεξετάζων ἑτέροις, ταυτὶ πειράσομαι λέγειν, ἐκεῖνα προειπών. πολλή τις ἐγένετο ἐν τοῖς ἀρχαίοις ἐπιθυμία καὶ πρόνοια τοῦ καλῶς ἁρμόττειν τὰ ὀνόματα ἔν τε μέτροις καὶ δίχα μέτρων, καὶ πάντες, ὅσοι σπουδαίας ἐβουλήθησαν ἐξενεγκεῖν γραφάς, οὐ μόνον ἐζήτησαν ὀνομάσαι τὰ νοήματα καλῶς, ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα εὐκόσμῳ συνθέσει περιλαβεῖν· πλὴν οὐ τὴν αὐτήν γε πάντες ἐπετήδευσαν ἁρμονίαν, ὥστʼ οὐδὲ κατὰ τὰς αὐτὰς ἦλθον ἅπαντες ὁδούς. τούτου δʼ αἰτίας οἴομαι γενέσθαι πολλάς. πρώτην μὲν τὴν ἑκάστου φύσιν, ᾗ ἄλλοι πρὸς ἄλλα πεφύκαμεν εὖ, δευτέραν δὲ τὴν ἐκ λόγου καὶ προαιρέσεως ἐμφυομένην δόξαν, διʼ ἣν τὰ μὲν ἀσπαζόμεθα, τοῖς δʼ ἐπαχθόμεθα, τρίτην δὲ τὴν ἐκ συνηθείας χρονίου κατασκευαζομένην ὑπόληψιν ὡς σπουδῆς ἀξίων, ὧν ἂν τοὺς ἐθισμοὺς λάβωμεν, τετάρτην ἔτι τὴν πρὸς οὓς ἂν φιλοτιμούμενοι τυγχάνωμεν,

p.209
ὁποἶ ἄττα ἂν ἐκεῖνοι ζηλῶσιν, ἀναφοράν τε καὶ μίμησιν· ἔχοι δʼ ἄν τις καὶ ἄλλα λέγειν, ἀλλὰ ἐγὼ τὰ φανερώτατα εἰπὼν ἐῶ τὰ λοιπά. ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἳ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, ᾗ πανηγύρεις τε κηλοῦνται καὶ ὁ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφʼ ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.

τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες οὗτοι οἱ γενικώτατοι, οἱ δʼ ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρʼ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρʼ οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δʼ ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδʼ ἀνεπίμικτον, ἀλλʼ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός

p.210
τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθʼ, ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἁπανταχῇ.