De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ μακροσυλλάβοις --- καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα ἀπὸ τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων παραθέσεις, ὅταν ἥ τε προηγουμένη λέξις εἰς ἓν τούτων λήγῃ καὶ ἡ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἦν χρόνον τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ μηδεὶς εἴπῃ· τί δὲ τοῦτό ἐστιν, ἢ πῶς ἄν τις γένοιτο χρόνος, ὃς --- μεταθῇ ὀνόματα ἀπʼ ἀλλήλων διεστάναι κατὰ τὰς τῶν φωνηέντων συμβολάς; δείκνυται γὰρ ὑπό τε μουσικῶν καὶ μετρικῶν ὁ διὰ μέσου τῶν

p.211
φωνηέντων χρόνος ἑτέρων παρεμβολῇ γραμμάτων ἡμιφώνων ἀναπληροῦσθαι δυνάμενος. τοῦτο δʼ οὐκ ἂν ἐγίγνετο μὴ σιωπῆς τινος ἀξιολόγου διειργούσης τὰ φωνήεντα ἀπʼ ἀλλήλων. πρῶτον μὲν δὴ τοῦτο τῆς ἁρμονίας ταύτης ἐστὶν ἰδίωμα ὡς ἐπὶ τὸ πολύ. ἕτερον δὲ τοιοῦτον· ἀνακοπὰς καὶ ἀντιστηριγμοὺς λαμβάνειν καὶ τραχύτητας ἐν ταῖς συμπλοκαῖς τῶν ὀνομάτων ἐπιστυφούσας τὴν ἀκοὴν ἡσυχῇ βούλεται. ἐνταῦθα πάλιν ἡ τῶν ἀφώνων τε καὶ ἡμιφώνων γραμμάτων δύναμις αἰτία, ὁπότʼ ἂν τὰ λήγοντα τῶν ἡγουμένων μορίων ᾖ γράμματα --- τοῖς ἡγουμένοις ὡς μηδὲν τῶν ἐπιφερομένων μήτε συναλείφεσθαι μήτε συγχεῖσθαι φύσιν ἔχῃ. πολὺ γὰρ δὴ τὸ ἀντίτυπον ἐν ταῖς τούτων συμβολαῖς γίνεται, ὥσπερ γε καὶ ἐν αὐτοῖς τοῖς ὀνόμασιν, ὅταν ἐκ τῶν τραχυνόντων τὴν φωνὴν γραμμάτων αἱ καλούμεναι συλλαβαὶ συντεθῶσι. πολλῆς δέ τινος ἐνταῦθα δεῖ τῆς τεχνήσεως, ἵνα μὴ κακόφωνοι μηδὲ ἀηδεῖς μηδὲ ἄλλην τινὰ ὄχλησιν ἐπενεγκάμεναι ταῖς ἀκοαῖς λάθωσιν αἱ τοιαῦται συζυγίαι, ἀλλʼ ἐπανθῇ τις αὐταῖς χνοῦς ἀρχαιοπινὴς καὶ χάρις ἀβίαστος. ἀρκεῖ γάρ, ὡς ἐν εἰδόσι λέγοντας, ὅτι φύσιν ἔχει μηδὲν τῶν σπουδαίων ῥημάτων ἄμοιρον ὥρας εἶναι καὶ χάριτος ἰδίας, τοσοῦτον μόνον εἰπεῖν.

ἐν μὲν δὴ τοῖς ἐλαχίστοις τε καὶ στοιχειώδεσι μορίοις τῆς λέξεως ταῦτα χαρακτηρικὰ τῆς πρώτης ἐστὶν

p.212
ἁρμονίας, ἐν δὲ τοῖς καλουμένοις κώλοις, ἃ συντίθεται μὲν ἐκ τῶν ὀνομάτων, συμπληροῖ δὲ τὰς περιόδους, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸ τοὺς ῥυθμοὺς τοὺς καταμετροῦντας αὐτὰ μὴ ταπεινοὺς μηδὲ μαλθακοὺς μηδʼ ἀγεννεῖς εἶναι, ὑψηλοὺς δὲ καὶ ἀνδρώδεις καὶ μεγαλοπρεπεῖς. οὐ γὰρ δὴ φαῦλόν τι πρᾶγμα ῥυθμὸς ἐν λόγοις οὐδὲ προσθήκης τινὸς μοῖραν ἔχον οὐκ ἀναγκαίας, ἀλλʼ εἰ δεῖ τἀληθές, ὡς ἐμὴ δόξα, εἰπεῖν, ἁπάντων κυριώτατον τῶν γοητεύειν δυναμένων καὶ κηλεῖν τὰς ἀκοάς. πρὸς δὲ τοῖς ῥυθμοῖς καὶ τὸ τοὺς σχηματισμοὺς τῶν ἐννοιῶν γενναίους εἶναι καὶ ἀξιωματικοὺς οὐ μόνον τοὺς κατὰ τὰς νοήσεις ἀλλὰ καὶ κατʼ αὐτὴν τὴν λέξιν συνισταμένους. ἐξαριθμεῖσθαι δὲ νῦν, ὅσα γένη σχηματισμῶν ἐστι τῶν τε κατωνομασμένων καὶ τῶν ἀκατονομάστων, καὶ τίσιν αὐτῶν ἡ τοιαύτη μάλιστα πέφυκεν ἁρμονία χαίρειν, οὐκ ἔχω καιρόν. ἔτι τῆς ἁρμονίας ταύτης οἰκεῖόν ἐστι καὶ τὸ τὰς περιόδους αὐτουργούς τινας εἶναι καὶ ἀφελεῖς καὶ μήτε συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν μήτε συμμεμετρημένας τῷ πνεύματι τοῦ λέγοντος μηδέ γε παραπληρώμασι τῶν ὀνομάτων οὐκ ἀναγκαίοις ὡς πρὸς τὴν ὑποκειμένην διάνοιαν χρωμένας μηδʼ εἰς θεατρικούς τινας καὶ γλαφυροὺς καταληγούσας ῥυθμούς. καθόλου δέ γε οὐδὲ ἀσπάζεται τὸ ἐμπερίοδον ἥδε ἡ σύνθεσις ὡς τὰ πολλά, ἀποιήτως δέ πως καὶ ἀφελῶς καὶ τὰ πλείω
p.213
κομματικῶς κατεσκευάσθαι βούλεται, παράδειγμα ποιουμένη τὴν ἀκατάσκευον φύσιν. εἰ δέ ποτε ἀκολουθήσειεν τοῖς ἀνεπιτηδεύτως συντιθεμένοις κώλοις ἢ περιόδοις ἢ βάσεσιν εὔρυθμος, τὸ συμβὰν ἐκ τῆς αὐτομάτου τύχης οὐκ ἀπωθεῖται. καὶ ταῦτα δʼ ἔτι τῆς ἀρχαίας καὶ αὐστηρᾶς ἁρμονίας ἐστὶ χαρακτηρικά· τὸ μήτε συνδέσμοις χρῆσθαι πολλοῖς μήτʼ ἄρθροις συνεχέσιν ἀλλʼ ἔστιν ὅτε καὶ τῶν ἀναγκαίων ἐλάττοσιν, τὸ μὴ χρονίζειν ἐπὶ τῶν αὐτῶν πτώσεων τὸν λόγον ἀλλὰ θαμινὰ μεταπίπτειν, τὸ τῆς ἀκολουθίας τῶν προεξενεχθέντων ὑπεροπτικῶς ἔχειν τὴν φράσιν μηδὲ κατʼ ἄλληλα, τὸ περιττῶς καὶ ἰδίως καὶ μὴ κατὰ τὴν ὑπόληψιν ἢ βούλησιν τῶν πολλῶν συζεύγνυσθαι τὰ μόρια. καὶ παραδείγματα δὲ αὐτῆς ποιητῶν μὲν καὶ μελοποιῶν ἥ τʼ Αἰσχύλου λέξις ὀλίγου δεῖν πᾶσα καὶ ἡ Πινδάρου, χωρὶς ὅτι μὴ τὰ Παρθένεια καὶ εἴ τινα τούτοις ὁμοίας ἀπαιτεῖ κατασκευάς· διαφαίνεται δέ τις ὁμοία κἀν τούτοις εὐγένεια καὶ σεμνότης ἁρμονίας τὸν ἀρχαῖον φυλάττουσα πίνον. συγγραφέων δὲ λαμπρότατός τε καὶ μάλιστα τῶν ἄλλων κατορθῶν περὶ ταύτην τὴν ἰδέαν Θουκυδίδης. εἰ δέ τῳ δοκεῖ μαρτυρίων ἔτι δεῖν
p.214
τῷ λόγῳ, παρελθὼν τοὺς ποιητὰς ἐκ τῆς Θουκυδίδου λέξεως ταυτί --- τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνέβη γενέσθαι τῇ Ἑλλάδι πολλὰ οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὔτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δὲ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατʼ αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τʼ ἐκλείψεις, αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα συνέβησαν, αὐχμοί τʼ ἔστιν παρʼ οἷς μεγάλοι καὶ ἀπʼ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος. ἡ μὲν δὴ πρώτη τῶν ἁρμοντῶν ἡ γεννικὴ καὶ αὐστηρὰ καὶ μεγαλόφρων καὶ τὸ ἀρχαιοπρεπὲς διώκουσα τοιάδε τίς ἐστι κατὰ τὸν χαρακτῆρα.

ἡ δὲ μετὰ ταύτην ἡ γλαφυρὰ καὶ θεατρικὴ καὶ τὸ κομψὸν αἱρουμένη πρὸ τοῦ σεμνοῦ τοιαύτη· ὀνομάτων αἰεὶ βούλεται λαμβάνειν τὰ λειότατα καὶ μαλακώτατα, τὴν εὐφωνίαν θηρωμένη καὶ τὴν εὐμέλειαν, ἐξ αὐτῶν δὲ τὸ ἡδύ. ἔπειτα οὐχ ὡς ἔτυχεν ἀξιοῖ ταῦτα

p.215
τιθέναι οὐδὲ ἀπερισκέπτως συναρμόττειν θάτερα τοῖς ἑτέροις, ἀλλὰ διακρίνουσα τὰ ποῖα τοῖς ποίοις καὶ παρατιθέμενα μουσικωτέρους ποιεῖν δυνήσεται τοὺς ἤχους, καὶ σκοποῦσα κατὰ ποῖον σχῆμα ληφθέντα χαριεστέρας ἀποτελέσει τὰς συζυγίας, οὕτως συναρμόττειν ἕκαστα πειρᾶται, πολλὴν σφόδρα ποιουμένη φροντίδα τοῦ συνεξέσθαι καὶ συνηλεῖφθαι καὶ προπετεῖς ἁπάντων αὐτῶν εἶναι τὰς ἁρμονίας. καὶ διὰ τοῦτο φεύγει μὲν ἁπάσῃ σπουδῇ τὰς τῶν φωνηέντων συμβολὰς ὡς τὴν λειότητα καὶ τὴν εὐέπειαν διασπώσας, φεύγει δέ, ὅση δύναμις αὐτῇ, τῶν ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων τὰς συζυγίας, ὅσαι τραχύνουσι τοὺς ἤχους καὶ ταράττειν δύνανται τὰς ἀκοάς. ἐπειδὴ γὰρ οὐκ ἐνδέχεται πᾶσαν σημαίνουσαν σῶμα ἢ πρᾶγμα λέξιν ἐξ εὐφώνων συγκεῖσθαι γραμμάτων καὶ μαλακῶν, ἀλλʼ ἐνίοτε συγκεῖσθαι τὰς αὐτὰς καὶ κακῶς ἐνδέχεται, ὃ μὴ δίδωσιν ἡ φύσις, τοῦτο πειρᾶται λαμβάνειν ταῖς συζυγίαις αὐταῖς καὶ οὕτω τὰς φωνὰς ποιεῖν ἡδίους καὶ μαλακωτέρας. καὶ δῆτα καὶ παρεμβάλλειν αὖ ταῖς ἀναγκαίαις τινὰς ἑτέρας λέξεις ὑπομένει πρὸς τὸν ὑποκείμενον νοῦν οὔτʼ ἀναγκαίας οὔτʼ ἴσως χρησίμας, δεσμοῦ δέ τινος ἢ κόλλης τάξιν ταῖς
p.216
πρὸ αὐτῶν καὶ μετʼ αὐτὰς κειμέναις ὀνομασίαις παρεξομένας, εξομένας, ἵνα μὴ συναπτόμεναι πρὸς ἀλλήλας αἱ καταλήγουσαί τε εἰς τραχὺ γράμμα καὶ αἱ τὴν ἀρχὴν ἀπό τινος τοιούτου λαμβάνουσαι σπαδονισμοὺς τῶν ἤχων ποιῶσι καὶ ἀντιτυπίας, τῇ δὲ παρεμπιπτούσῃ λέξει προσαναπαυόμεναι μαλακοὺς φαίνεσθαι ποιῶσι τοὺς ἤχους καὶ συνεχεῖς. τὸ γὰρ ὅλον ἐστὶν αὐτῆς βούλημα καὶ ἡ πολλὴ πραγματεία περὶ τὸ συσπασθῆναί τε καὶ συνυφάνθαι πάντα τὰ μόρια τῆς περιόδου, μιᾶς λέξεως ἀποτελοῦντα φαντασίαν, καὶ ἔτι πρὸς τούτῳ περὶ τὸ πᾶσαν εἶναι τὴν λέξιν, ὥσπερ ἐν ταῖς μουσικαῖς συμφωνίαις, ἡδεῖαν καὶ λιγυράν. τούτων δὲ τὸ μὲν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι ποιοῦσι, τὸ δʼ αἱ τῶν γραμμάτων δυνάμεις οἰκείως ἐχόντων πρὸς ἄλληλα ταῖς κατὰ τοὺς νόμους συμπαθείαις, ὑπὲρ ὧν ἑτέρας ἐπιστήμης ἡ θεωρία. ἐπιτρόχαλος δή τις γίνεται καὶ καταφερὴς ἡ ῥύσις τῆς λέξεως, ὥσπερ κατὰ πρανοῦς φερόμενα χωρίου νάματα μηδενὸς αὐτοῖς ἀντικρούοντος, καὶ διαρρεῖ διὰ τῆς ἀκοῆς ἡδέως πως καὶ ἀσπαστῶς οὐδὲν ἧττον ἢ τὰ διʼ ᾠδῆς καὶ ὀργάνου μουσωθέντα κρούματα καὶ μέλη. ἔτι τῆς συνθέσεως ταύτης ἐστὶ καὶ τὰ κῶλα δεινῶς ποιήμασιν ἐμφερῆ, μαλακόφωνα καὶ λεῖα, πολὺ τὸ κωτίλον ἔχοντα,
p.217
κατά τινα φιλότητα φυσικὴν συζευγνύμενα ἀλλήλοις. ἐξ ὧν ἡ περίοδος συνέστηκεν· οὐδὲν γὰρ ἔξω περιόδου συντίθησιν. ἔτι τῶν ῥυθμῶν, εἰς ἃς διαστέλλεται περιόδους, οὐ τοὺς ἀξιωματικοὺς βούλεται λαμβάνειν ἀλλὰ τοὺς χαριεστάτους. εὐκόρυφοι δὴ φαίνονται καὶ εὔγραμμοι διὰ τοῦτο καὶ εἰς ἕδραν ἀσφαλῆ τελευτῶσι. τῶν δὲ σχημάτων διώκει τὰ κινητικώτατα τῶν ὄχλων· καλλωπίζεται γὰρ καὶ τέθηλε τούτοις, ἃν ἄχρι τοῦ μὴ λυπῆσαι τὰς ἀκοὰς προβαίνοι, ὧν εἰσὶν αἵ τε παρισώσεις καὶ παρομοιώσεις καὶ ἀντιθέσεις καὶ τὰ παρωνομασμένα τά τε ἀντιστρέφοντα καὶ τὰ ἐπαναφερόμενα καὶ ἄλλα πολλὰ τοιαῦτα ποιητικῆς καὶ μελικῆς λέξεως ὄργανα. τοιαῦτά τινά μοι καὶ ταύτης εἶναι φαίνεται χαρακτηριστικὰ τῆς ἁρμονίας. παραδείγματα δʼ αὐτῆς ποιοῦμαι ποιητῶν μὲν Ἡσίοδόν τε καὶ Σαπφὼ καὶ Ἀνακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων Ἰσοκράτην τε τὸν Ἀθηναῖον καὶ τοὺς ἐκείνῳ πλησιάσαντας. εἴρηνται μὲν οὖν καὶ πρότερον ἤδη λέξεις τινές, ἐν αἷς τὸν ὅλον χαρακτῆρα αὐτοῦ τῆς λέξεως ὑπέγραφον, ἐξ ὧν καὶ τὰ περὶ τὴν σύνθεσιν, εἰ τοιαῦτά ἐστιν οἷα λέγομεν ἡμεῖς, οὐ χαλεπῶς ἄν τις ἴδοι. ἵνα δὲ μὴ δόξωμεν διαρτᾶν τὰς ἀκολουθίας, τοὺς ἀναγινώσκοντας ἐπὶ τὰ ἐν ἀρχαῖς ῥηθέντα παραδείγματα κελεύοντες ἀναστρέφειν, λαμβανέσθω κἀνταῦθα ἐκ τῶν Πανηγρικῶν αὐτοῦ λόγων λέξις οὐ πολλὴν διατριβὴν παρέξουσα
p.218
τοῖς ἀναγνωσομένοις, ἐν ᾗ διεξέρχεται τὰ πραχθέντα Ἀθηναίοις περὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. ἔστι δὲ ἥδε· ἐπειδὴ γὰρ οὐχ οἷοί τε ἦσαν πρὸς ἀμφοτέρας ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα τὸν ὄχλον ἐκ τῆς πόλεως εἰς τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵνʼ ἐν μέρει καὶ μὴ πρὸς ἑκάτερα κινδυνεύωσι. καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους ἢ μᾶλλον φιλέλληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε μὴ τοῖς πολλοῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν τὴν πόλιν γιγνομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ δὲ συλώμενα καὶ νεὼς ἐμπιμπραμένους, ἅπαντα δὲ τὸν πόλεμον περὶ τὴν πατρίδα τὴν αὑτῶν γενόμενον; καὶ μὴν οὐδὲ ταῦτʼ ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς διακοσίας καὶ χιλίας τριήρεις μόνοι διαναυμαχεῖν οὐκ ἐμέλλησαν, οὐ μὴν εἰάθησάν γε. καταισχυνθέντες τε γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν αὐτῶν καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέρων οὐδʼ αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δʼ εἰς ἀτιμίαν τὰς αὑτῶν πόλεις καταστήσειν, ἠναγκάσθησαν μετασχεῖν τῶν κινδύνων. καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τῷ πράγματι γιγνομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις, ἃ κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδʼ ὅ τι δεῖ λέγοντας διατρίβειν.
p.219
ἃ δʼ ἔστιν ἴδια καὶ τῆς ἡγεμονίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δʼ ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτε ἦν ἀκέραιος, ὥστε ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν. οὐδείς γʼ οὖν πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅστις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γεγενῆσθαι. καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστα εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν καταλιπόντας περὶ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό γε παλαιὸν οἰκιστὰς πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δʼ οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἔλαττον ταῖς τιμαῖς ἔχειν ἀξιωθείημεν καὶ τότε προταχθέντες πρὸ τῶν ἄλλων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθείημεν;

τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν

p.220
εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφʼ ἑκατέρας, οὐδείς ἐστι χαρακτὴρ ἴδιος, ἀλλʼ ὡς ἂν οἱ μετιόντες αὐτὴν προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν τῇ ζωγραφίᾳ τὰ μίγματα. ταύτης τῆς ἁρμονίας κράτιστος μὲν ἐγένετο κανὼν ὁ ποιητὴς Ὅμηρος, καὶ οὐκ ἄν τις εἴποι λέξιν ἄμεινον ἡρμοσμένην τῆς ἐκείνου πρὸς ἄμφω ταῦτα, λέγω δὲ τήν τε ἡδονὴν καὶ τὸ σεμνόν. ἐζήλωσαν δὲ αὐτὸν ἐπῶν τε πολλοὶ ποιηταὶ καὶ μελῶν, ἔτι δὲ τραγῳδίας τε καὶ κωμῳδίας, συγγραφεῖς τε ἀρχαῖοι καὶ φιλόσοφοι καὶ ῥήτορες. ὧν ἁπάντων μεμνῆσθαι πολὺ ἂν ἔργον εἴη, ἀρκέσει δὲ τῶν ἐν λόγοις δυναστευσάντων, οὓς ἐγὼ κρατίστους εἶναι πείθομαι, δύο παρασχέσθαι μόνους, συγγραφέων μὲν Ἡρόδοτον, φιλοσόφων δὲ Πλάτωνα· καὶ γὰρ καὶ ἀξίωμα καὶ χάρις αὐτῶν ἐπιτρέχει ταῖς ἁρμονίαις. εἰ δὲ ὀρθὰ ἐγὼ καὶ εἰκότα ἔγνωκα περὶ αὐτῶν, ἐξετάσαι τῷ βουλομένῳ σκοπεῖν ἔστιν. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τῆς τε αὐστηρᾶς καὶ τῆς ἡδείας ἁρμονίας μέσην εἶναι τήνδε τὴν λέξιν καὶ τὰ κράτιστα εἰληφέναι παρʼ ἑκατέρας, ᾗ κέχρηται Ἡρόδοτος Ξέρξῃ περιθεὶς τὸν λόγον, ὅτʼ ἐβουλεύετο περὶ τῆς πρὸς τοὺς Ἕλληνας στρατείας; μετακεκόμισται δʼ εἰς τὴν Ἀτθίδα διάλεκτον ἡ λέξις· ἄνδρες Πέρσαι, οὔτʼ αὐτὸς καθηγήσομαι νόμον τόνδʼ
p.221
ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδένα χρόνον ἠτρεμήσαμεν, ἐξ οὗ παρελάβομεν τὴν ἡγεμονίαν τήνδε παρὰ Μήδων, Κύρου καθελόντος Ἀστυάγην· ἀλλὰ θεός τε οὕτως ἐνάγει καὶ αὐτοῖς ἡμῖν πολλὰ ἐπιοῦσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. ἃ μὲν δὴ Κῦρός τε καὶ Καμβύσης πατήρ τε ὁ ἐμὸς Δαρεῖος κατειργάσαντο καὶ προσεκτήσαντο ἔθνη, ἐπισταμένοις οὐκ ἄν τις λέγοι. ἐγὼ δʼ, ἐπειδὴ παρέλαβον τὸν θρόνον τοῦτον, ἐφρόντιζον, ὅπως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τῇ τιμῇ τῇδε μηδʼ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσαις. φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώραν τε ἧς νῦν κεκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέραν παμφορωτέραν τε, ἅμα δὲ τιμωρίαν καὶ τίσιν γινομένην. διὰ δὴ ταῦτα νῦν ὑμᾶς ἐγὼ συνέλεξα, ἵνα, ἅ διανοοῦμαι πράττειν, ὑποθῶ ὑμῖν· μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλαύνειν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι, ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. ὁρᾶτε μὲν δὴ καὶ Δαρεῖον προθυμούμενον στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους, ἀλλʼ ὃ μὲν τετελεύτηκε, καὶ οὐκ ἐξεγένετʼ αὐτῷ τιμωρήσασθαι, ἐγὼ δʼ ὑπέρ τʼ ἐκείνου καὶ τῶν ἄλλων Περσῶν οὐ πρότερον παύσομαι, πρὶν ἕλω τε καὶ πυρώσω τὰς
p.222
Αθήνας. οἵ γε ἐμέ τε καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιοῦντες· πρῶτα μὲν εἰς Σάρδεις ἐλθόντες ἅμα Ἀρισταγόρᾳ τῷ Μιλησίῳ, δούλῳ δὲ ἡμετέρῳ, ἐνέπρησαν τά τε ἄλση καὶ τὰ ἱερά. δεύτερα δὲ ἡμᾶς οἷα ἔδρασαν εἰς τὴν γῆν τὴν σφετέραν ἀποβάντας, ὅτε Δᾶτίς τε καὶ Ἀρταφέρνης ἐστρατήγουν, ἐπίστασθέ που πάντες. τούτων μέντοι ἕνεκα ἀνώρμημαι ἐπʼ αὐτοὺς στρατεύεσθαι, ἀγαθὰ δʼ ἐν αὐτοῖς τοσάδε ἀνευρίσκω λογιζόμενος· εἰ τούτους τε καὶ τοὺς τούτοις πλησιοχώρους καταστρεψόμεθα, οἳ Πέλοπος τοῦ Φρυγὸς νέμονται χώραν, γῆν τε τὴν Περσίδα ἀποδείξομεν τῷ Διὸς αἰθέρι ὅμορον οὖσαν. οὐ γὰρ δὴ χώραν γε οὐδεμίαν κατόψεται ὁ ἥλιος ὅμορον οὖσαν τῇ ἡμετέρᾳ, ἀλλʼ αὐτὰς ἁπάσας ἐγὼ ἅμα ὑμῖν μίαν χώραν θήσω, διὰ πάσης ἐξελθὼν τῆς Εὐρώπης. πυνθάνομαι γὰρ ὧδε ἔχειν· οὔτε τινὰ πόλιν αὐτῶν οὐδεμίαν οὔτε ἔθνος ἀνθρώπων οὐδὲν ὑπολείπεσθαι ἡμῖν, ὃ οἷόν τε ἔσται ἐλθεῖν εἰς μάχην, τούτων, ὧν ἔλεξα, ὑπεξῃρημένων. οὕτως οἵ τε ἡμῖν αἴτιοι ἕξουσι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. ὑμεῖς δʼ ἄν μοι τάδε ποιοῦντες χαρίζοισθε· ἐπειδὰν ὑμῖν σημήνω τὸν χρόνον, εἰς ὃν ἡμῖν ἥκειν δοκεῖ, προθύμως ὑμᾶς ἅπαντας δεῖ παρεῖναι. ὃς δʼ ἂν ἔλθῃ ἔχων κατεσκευασμένον στρατὸν κάλλιστα,
p.223
δώσω αὐτῷ δωρεάν, ἣ δὴ τιμιωτάτη νομίζεται ἐν ἡμετέρου. ποιητέα μὲν δὴ ταῦτʼ ἐστὶν οὕτω. ἵνα δὲ μὴ ἰδιοβουλεύειν ὑμῖν δοκῶ, τίθημι τὸ πρᾶγμα ἐς μέσον, γνώμην κελεύων ὑμῶν τὸν βουλόμενον ἀποφαίνεσθαι.

ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα τῆς τοῦ συγγραφέως ἀγωγῆς· ἰσχυροτέρα γὰρ ἡ πίστις οὕτως ἂν ἐγένετο. νῦν δʼ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων ὁ θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. ἡ γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵνʼ, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ χάνῃ μοι ταῦτα λέγων· αἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας ἡ φύσις καὶ τίς ἡ μῖξις ἢ ἡ κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν --- ἄκρων. τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος ᾖ μηδὲ αὐστηρὸς ὁ λόγος, ἀλλʼ ἔχῃ τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας

p.224
προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.

δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης ἤδη τις παρʼ ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι τοιαῦτʼ ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς, ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα δόξει τι δεῖν ἡ πίστις ἀποδείξεως, ὅντινα βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ οὗ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας, τὰ δʼ εἰς ἦθος ὑπάγεται, τὰ δʼ ἄλλας τινὰς ἐργάζεται καὶ πολλὰς διαφορὰς παρʼ αὐτὴν τὴν σύνθεσιν. οἷά ἐστι ταυτί (χρήσομαι δὲ παραδείγμασιν οὐκ ἐξ ἐπιτηδεύσεως, ἀλλʼ οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν Φιλιππικῶν λαβών)· εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ χρῆται· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ

p.225
τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα. οὐ μὴν ἀλλʼ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου. ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα δʼ ἐστὶ παντάπασιν, ἃ διἵστησι τὰς ἁρμονίας καὶ τραχείας φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ ὦ ἄνδρες Ἀθηναῖοι καὶ ἐν τῷ εὐτυχοῦντα ὁρῶν, ἃ διἵστησι τὸ συναφές. καὶ κατʼ ἄλλους δύο τόπους ἢ τρεῖς τὰ ἡμίφωνα καὶ ἄφωνα παραπίπτοντα ἀλλήλοις τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ τὸν Φίλιππον καὶ ἐν τῷ ταύτῃ φοβερὸν προσπολεμῆσαι ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν ἡ σύνθεσις ἐν τῷ μεγάλη γὰρ ῥοπή, διὰ τὸ μὴ συναλείφεσθαι τὰ δύο ρ ρ καὶ ἐν τῷ ἀνθρώπων πράγματα διὰ τὸ μὴ συλλεαίνεσθαι τὸ ν τῷ ἑξῆς. διασπᾶται δʼ ἐν τῷ μᾶλλον δὲ ὅλον ἡ τύχη, βραχέων φωνηέντων πολὺν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ
p.226
δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται ἐν τῷ αἵρεσίν μοι δοίη καὶ ἐν τῷ τὴν τῆς ἡμετέρας πόλεως. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία φέρει, ἐν δὲ τοῖς ἑξῆς ἡ προτέρα (διέσπασται γὰρ μᾶλλον τῆς ἑτέρας)· πολὺ γὰρ πλείους ἀφορμὰς εἰς τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν ἐνούσας ἢ ἐκείνῳ. ἀλλ’, οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν, μή τί γε θεοῖς. ἐν τούτοις γὰρ δὴ τά τε φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ φωναὶ συχνάς. ἔπειθʼ αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρʼ
p.227
αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμματα πολλὰ εἴρηται τῷ ἀνδρὶ, καὶ τὰ --- πλεῖστά γε οὕτως κατεσκεύασται, καὶ ἐν περιόδοις οὐκ ὀλίγα. τῶν δὲ περιόδων αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους, ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς, σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς καὶ διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν· ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος. νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς, ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.