De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.

ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων. ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ

p.185
τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; πρέπει δʼ ἐσλοῖσιν ὑμνεῖσθαι --- καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν --- θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον. Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθʼ ἱκανόν, ἀλλὰ καὶ ἐν τῇ μετʼ αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ· δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει. οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δʼ ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτʼ εἰσὶν οὐδʼ Ἀγάθωνες
p.186
οἱ λέγοντες ὕβριν ἤ κύπριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων, ἀλλʼ ὁ δαιμόνιος ἑρμηνεῦσαι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάριν οὐ ψέγω οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν μόνην μέμφομαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· ὧν δʼ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει, καὶ αὖθις· τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον, καὶ ἔτι· ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν, καὶ πάλιν· φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι, κἀκεῖνά γε ἔτι· τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως, καὶ πάλιν που· καὶ αὐτὸς δέομαι ὑπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι
p.187
τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν, καὶ ταυτί· πολιτεία γὰρ ἀνθρώπων τροφή ʼστι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν. κἀκεῖνα δʼ ἔτι· νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες. πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος διʼ ὅλου τοῦ ἐπιταφίου. ἀλλʼ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπʼ ἐκεῖνά τʼ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δʼ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματʼ αὐτά.

προειπὼν γὰρ ὁ ἀνήρ, ποῖόν τι σχῆμα λαβεῖν ἁρμόττει τὸν λόγον, ἐπιτίθησι ταυτί· ἐπὶ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο. ἔργων πρᾶξιν ἀξίαν ἀποφηναμένους οὐκ οἶδα εἴ τις ἂν ἠξίωσεν εἰπεῖν τῶν τὴν λεπτὴν καὶ ἀκριβῆ καὶ καθαρὰν διάλεκτον ἐπιτηδευόντων. πράττεται μὲν γὰρ τὰ πράγματα, ἐργάζεται δὲ τὰ ἔργα, ἀποφάνσεως δὲ ἀξιοῦται τὰ λεκτά. τουτὶ

p.188
μὲν δὴ παχὺ εἴρηται, τὸ δʼ ἐπὶ τούτῳ λεγόμενον ἐνθύμημα ἀσθενέστερον· διὰ μακροῦ τε γὰρ καὶ ἀκατάλληλον καὶ οὔτε δεινότητα ἔχον οὔτε σύνταξιν· τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξε τοῖσδε ἡ τῶν προγόνων γένεσις, οὐκ ἔπηλυς οὖσα οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφηναμένη μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας καὶ τῷ ὄντι πατρίδα οἰκοῦντας καὶ ζῶντας καὶ τρεφομένους οὐχ ὑπὸ μητρυιᾶς, ὡς οἱ ἄλλοι, ἀλλʼ ὑπὸ μητρὸς τῆς χώρας, ἐν ᾗ ᾤκουν, καὶ νῦν κεῖσθαι τελευτήσαντας ἐν οἰκείοις τόποις τῆς τεκούσης τε καὶ θρεψάσης καὶ ὑποδεξαμένης. ποῖον ἔθνος ἀνθρώπων καθαρᾷ διαλέκτῳ χρώμενον ἐρεῖ γένεσιν τὴν μὲν αὐτόχθονα τὴν δὲ ἐπήλυδα; ἡμῖν γὰρ δή τι συμβεβηκός ἐστι τὸ εἶναι αὐτόχθοσιν ἢ μὴ ἐπιχωρίοις, οὐχὶ τῇ γενέσει. δύναται γοῦν τις ἀλλαχῇ γενόμενος ἀνὴρ ἑτέρωσε μετοικῆσαι, ἡ δὲ γένεσις αὐτὴ τοῦτο παθεῖν οὐ δύναται. τίς δʼ ἂν ἀξιώσειε τῶν εὖ διαλέγεσθαι σπουδαζόντων εἰπεῖν, ὅτι ἡ γένεσις ἡ τῶν προγόνων τοὺς ὕστερον γενησομένους ἀπεφήνατο αὐτόχθονας καὶ μὴ μετοίκους εἶναι τῆς
p.189
χώρας, ἐν ᾗ ἐγένοντο; οὔτε γὰρ ἡ γένεσις αὐτή τι ἀποφαίνεσθαι φύσιν ἔχει, οὔτε μετοικεῖν τις, ἐν ᾗ ἂν γένηται· ἀλλʼ ἀποφαινόμεθα μὲν ἡμεῖς τὰ λεκτά, μετοικοῦσι δʼ οἱ ἐξ ἄλλης ἀφικόμενοι χώρας ἐν τῇ ὑποδεξαμένῃ. τίς δὲ βουλόμενος σῴζειν τὴν ἀκολουθίαν, εἰπὼν τὴν γένεσιν καὶ περὶ ταύτης τὸν λόγον ἀποδιδοὺς ἐπιζεύξειεν ἂν τὸ ἄλλοθεν σφῶν ἡκόντων, τὸ ἀρρενικὸν τῷ θηλυκῷ καὶ τῷ ἑνικῷ τὸ πληθυντικόν; ἦν γὰρ δή που κατάλληλος ὁ λόγος, εἰ πρὸς τὴν γένεσιν ἀναφέρων, ὑπὲρ ἧς ὁ λόγος ἦν, ἐπέθηκεν· ἄλλοθεν αὐτῆς ἡκούσης. ἐπὶ δὲ τῶν ἀνδρῶν μέλλων ποιεῖσθαι τὸν λόγον ἐξ ἀρχῆς οὕτως ἂν κατεστήσατο τὴν φράσιν· τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξαν τοῖσδε οἱ πρόγονοι, οὐχὶ ἐπήλυδες ὄντες οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφήναντες μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας.

ἄξιον δέ, ὃ καὶ περὶ τῆς εὐγενείας τῶν ἀνδρῶν εἴρηκε, τὴν χώραν πρῶτον ἐπαινῶν, ἐξ ἧς ἐγένοντο, μὴ παρέργως ἰδεἴν. φησὶ δὴ θεοφιλῆ αὐτὴν εἶναι καὶ παρέχεται τούτου μάρτυρας τοὺς ἀμφισβητήσαντας περὶ αὐτῆς θεούς, κοινόν τι πρᾶγμα καὶ ὑπὸ πάντων σχεδὸν τῶν ἐπαινεσάντων τὴν πόλιν εἰρημένον. καὶ οὐ τοῦτο συκοφαντεῖν ἄξιον, ἀλλά, πῶς ἡρμήνευκεν αὐτά, καταμαθεῖν· μαρτυρεῖ δʼ ἡμῖν τῷ λόγῳ ἡ τῶν

p.190
ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις τε καὶ κρίσις. ἣν δὲ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπʼ ἀνθρώπων γε συμπάντων δικαία ἐπαινεῖσθαι; ταπεινή μοι δοκεῖ καὶ ἄζηλος ἡ λέξις καὶ οὐδὲν ἔχουσα τῆς περιμαχήτου πόλεως ἄξιον, ὡς ἐμοὶ δοκεῖ. ποῖος γὰρ ἐνθάδε πλοῦτος ὀνομάτων; ποία σεμνότης; ποῖον ὕψος; τί οὐ μαλακώτερον τῆς ἀξίας; τί δʼ οὐκ ἐνδεέστερον τῆς ἀληθείας; οὕτως ἐχρῆν ὑπὸ Πλάτωνος εἰρῆσθαι τὴν Ἀθηνᾶς καὶ Ποσειδῶνος ὑπὲρ τῆς Ἀττικῆς στάσιν ἔριν τε καὶ κρίσιν; οὕτως τὸν ἔρωτα, ὃν ἔσχον οἱ θεοὶ τῶν ἐν αὐτῇ τιμῶν, εἰς φαῦλόν τι καὶ μέτριον ῥῆμα ἀγαγεῖν ἣν δὲ θεοὶ ἐπῄνεσαν εἰπόντα; ἀλλὰ γὰρ ἃ μετὰ ταῦτα ἐπιτίθησιν εἰς ἔπαινον τῆς γῆς, ὅτι γένος τε τὸ ἀνθρώπων πρώτη ἐγεννήσατο καὶ καρποὺς ἡμέρους αὐτῷ συνεξήνεγκεν, ἄξιον ἰδεῖν· ἐξελέξατο δὲ τῶν ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει. οὐκ οἶδα, εἴ τι λαμπρότατον ἄλλο πρᾶγμα τούτου εὐτελέστερον εἴρηται Πλάτωνι καὶ ἰδιωτικώτερον. δῶμεν αὐτῷ τὸ τοῦ ἀνθρώπου ἐγκώμιον οὕτως εἰπεῖν ὀλιγώρως καὶ ἀσθενῶς· ἀλλὰ περί γε τῆς τροφῆς αὐτοῦ γενναίᾳ χρήσεται φράσει· μόνη γὰρ ἐν τῷ τότε καὶ πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν
p.191
καὶ κριθῶν καρπόν. ὦ θεοὶ καὶ δαίμονες, ποῦ τὸ Πλατωνικὸν νᾶμα τὸ πλούσιον καὶ τὰς μεγάλας κατασκευὰς καχλάζον; οὕτως μικρολογεῖ καὶ κατὰ στράγγα ῥεῖ τὸ δωδεκάκρουνον ἐκεῖνο στόμα τοῦ σοφοῦ; ἐταμιεύσατο νὴ Δία καὶ ὑφῆκε τῆς κατασκευῆς ἑκών, ἴσως τις ἐρεῖ. καὶ πῶς; ὃς οὐκ οἴεται τὸ γάλα σεμνὸν εἶναι ὄνομα, ἀλλὰ πηγὴν τροφῆς αὐτὸ μετονομάζει διὰ τῶν ἑξῆς.

ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε τὸ μέγεθος, ἐξετάσωμεν· ὧι κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος. εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένων κάλλιστα καὶ ἄριστα εἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο. τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλʼ ἔνειμε καὶ τοῖς ἄλλοις. εἴ τις βουλήσεται παράδειγμα λαβεῖν --- μένης λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται;ἐμοὶ μὲν γὰρ δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲν μὴ φθονῆσαι τοῖς πέλας οὐδὲ μεμνῆσθαι τοῖς πέλας

p.192
παντάπασιν ἐχρῆν, τὸ δὲ νεῖμαι τοῦ καρποῦ σεμνοτέρῳ ὀνόματι δωρεᾶς ἤ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν· μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις. περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν; δι’ ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δʼ ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

ἃ δὲ δὴ κράτιστα εἰρῆσθαι τῷ ἀνδρὶ δοκοῦσί τινες ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, κἀγὼ σύμφημι, ταῦτα παραθεὶς ἐπὶ τὸν Δημοσθένην τρέψομαι. ὁ δὴ τὸν ἔπαινον αὐτῶν διεξιὼν φησὶν ἐπισκῆψαι τοῖς παροῦσιν ἐν τῷ πολέμῳ τοὺς μέλλοντας τελευτᾶν, ἃ χρὴ πρὸς τοὺς ἑαυτῶν παῖδάς τε καὶ πατέρας ἀπαγγέλλειν, εἴ τι παθεῖν αὐτοὺς συμβαίη κατὰ τὴν μάχην. ἔστι δὲ τάδε· φράσω δὲ ὑμῖν, ἅ τε ἤκουσα αὐτῶν ἐκείνων καὶ οἷα

p.193
νῦν ἡδέως ἂν εἴποιεν ὑμῖν ἀναλαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότʼ ἔλεγον. ἀλλὰ χρὴ νομίζειν ἀκούειν αὐτῶν ἐκείνων, ἃ ἂν ἀπαγγέλλω. ἔστι δὲ τάδε· ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν. ἡμῖν γὰρ ἐξὸν ζῆν μὴ καλῶς, καλῶς αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύνοντι ἀβίωτον εἶναι καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι, οὔτʼ ἐπὶ γῆς οὔθʼ ὕστερον τελευτήσαντι. χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἤν τι καὶ ἄλλο ἀσκῆτε, ἀσκεῖν μετʼ ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά. οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ ἀνανδρίαν ἄλλοις γὰρ ὁ τοιοῦτος πλουτήσει καὶ οὐχὶ ἑαυτῷ, οὔτε κάλλος σώματος οὔτʼ ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται, ἀλλʼ ἀπρεπῆ καὶ ἐπιφανεστέραν ἔχοντα τὴν δειλίαν, πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, ἀλλʼ οὐ σοφία φαίνεται. ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν
p.194
πειρᾶσθε ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ, εἰ δὲ μή, ἴστε, ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν. μᾶλλον δʼ ἂν νικῴμεθα καὶ ὑμεῖς νικῴητε, εἰ παρασκευάσαισθε τῇ τῶν προγόνων δόξῃ μὴ καταχρησόμενοι μηδʼ ἀναλώσοντες ταύτην, γνόντες ὅτι ἀνδρὶ οἰομένῳ τι εἶναι οὐκ ἔστιν αἴσχιον οὐδὲν ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ διʼ αὑτόν, ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγαλοπρεπής, καταχρήσασθαι δὲ χρημάτων καὶ τιμῶν θησαυρῷ καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι αἰσχρὸν καὶ ἄνανδρον ἀπορίᾳ ἰδίων αὐτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. καὶ ἢν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ, ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται. τοῖς μὲν οὖν παισὶ ταῦτʼ εἰρήσθω. πατέρας δὲ ἡμῶν, οἷς εἰσι, καὶ μητέρας ἀεὶ χρὴ παραμυθεῖσθαι ὡς ῥᾷστα φέρειν τὴν συμφοράν, ἢν ἄρα συμβῇ γενέσθαι, καὶ μὴ συνοδύρεσθαι. οὐ γὰρ τοῦ λυπήσοντος προσδεήσονται· ἱκανὴ γὰρ ἔσται καὶ ἡ γενομένη τύχη τοῦτο πορίζειν. ἀλλʼ ἰωμένους καὶ
p.195
πραΰνοντας ἀναμιμνήσκειν αὐτούς, ὅτι, ὧν εὔχοντο, τὰ μέγιστα αὐτοῖς οἱ θεοὶ ἐπήκοοι γεγόνασιν. οὐ γὰρ ἀθανάτους σφίσι τοὺς παῖδας εὔχοντο γενέσθαι, ἀλλʼ ἀγαθοὺς καὶ εὐκλεεῖς, ὧν ἔτυχον μεγίστων ἀγαθῶν ὄντων. πάντα δʼ οὐ ῥᾴδιον θνητῷ ἀνδρὶ κατὰ νοῦν ἐν τῷ σφετέρῳ βίῳ ἐκβαίνειν. καὶ φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δʼ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι. χρὴ δὲ οὐδέτερα τούτων, ἀλλʼ ἐκείνους μάλιστα ἐπαινέτας ἡμῶν εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν. πάλαι γὰρ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι· τῷ ὄντι γὰρ εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠναγκάσθη καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ἀνδρεῖος καὶ φρόνιμος, οὗτος γιγνομένων παίδων καὶ χρημάτων καὶ διαφθειρομένων καὶ μάλιστα πείθεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους δὴ ἡμεῖς ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ
p.196
φαμέν. καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν, εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι. δεόμεθα δὲ καὶ πατέρων καὶ μητέρων, τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν καὶ εἰδέναι, ὅτι οὐ θρηνοῦντες οὐδʼ ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται. ἀλλʼ εἴ τίς ἐστι τοῖς τετελευτηκόσιν αἴσθησις τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς, κούφως δὲ καὶ μετρίως μάλιστʼ ἂν χαρίζοιντο. τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει, ἥπερ καλλίστη γίγνεται ἀνθρώποις· ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν. γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι καὶ τρέφοντες καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστʼ ἂν εἶεν ἐν λήθῃ καὶ ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον. ταῦτα δὴ ἱκανὰ τοῖς ἡμετέροις παρʼ ἡμῶν ἀπαγγέλλειν. τῇ δὲ πόλει παρακελευόμεθα, ὅπως ἡμῖν καὶ πατέρων καὶ υἱῶν ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως. νῦν δʼ ἴσμεν, ὅτι, κἂν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται. ταῦτʼ οὖν, ὦ γονεῖς καὶ παῖδες τῶν τελευτησάντων, ἐκεῖνοί τʼ ἐπέσκηπτον ὑμῖν ἀπαγγέλλειν κἀγὼ ὡς δύναμαι προθυμότατα
p.197
ἀπαγγέλλω. αὕτη δοκεῖ κάλλιστα ἔχειν Πλάτωνι ἡ λέξις ἐν τούτῳ τῷ λόγῳ. ἔχει μέντοι τὰ πλείω καλῶς (οὐ γὰρ δοκεῖ ψεύδεσθαι), πλὴν ὅτι πολιτικόν γε τὸ σχῆμα αὐτῆς ἐστιν, οὐκ ἐναγώνιον.

ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δʼ οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλʼ ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς φέρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δʼ ἡ λέξις ἥδε· ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν

p.198
αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδʼ ἐμοῦ. τίσι δʼ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Λακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλʼ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδʼ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθʼ οὕτως σεμνὰ καὶ καλὰ καὶ
p.199
προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα Θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δι’ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας
p.200
τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν. ἀλλʼ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.