εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτʼ ἐγὼ καὶ ἔστιν ἐν ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ὁ ἀνήρ, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν ποιεῖ κυκλογραφῶν καὶ δὶς ἢ τρὶς τὰ αὐτὰ λέγων. ἐνῆν μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷ τίς γὰρ ἂν ἄλλοθεν ἐπελθών τὸ καὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλʼ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις· δυνάμει γὰρ ἄμφω ταὐτά. καὶ ἐν τῷ οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις τὸ καὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν· τὸ γὰρ αὐτὸ
p.168
φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷ οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν τὸ ἀλλὰ πᾶν τοὐναντίον· ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν καὶ χαριεστέραν· τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα καθʼ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν ἔχοντα χώραν, ἃ ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν, τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν ἡ λέξις οὕτως ἐστὶν αὐτῷ, πλατεῖα δὲ καὶ ἀσυγκρότητος πῶς; κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καὶ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν. ταῦτα κεκολπωμένα σφίγξαι μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι· κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων
p.169
τευξόμεθα. καὶ ἡ μετὰ ταῦτα διάνοια πλατέως τε εἴρηται καὶ ἀσυγκρότητός ἐστιν· οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι τὸ πλάτος οὕτως ἐξενέγκαντα· οἳ τοσούτῳ χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν. μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα. ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον ἢ κατʼ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα ἐν πλάτει λέγεται. ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς ἐστιν ἡ λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν τοιαύτην· τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα
p.170
τοῖς στρατοπέδοις. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν στρογγυλωτέραν; ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν τῶν προγόνων, τὰ δʼ ἄλλα βελτίους, οὐ λέγω τῶν εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων. καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς ὁ μέγας. ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν ἡ διάλεκτος αὐτοῦ καὶ οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν. εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, ἅ τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι. διαδέχεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις· καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθʼ ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους
p.171
ὀλίγῳ πρότερον εἶπον, μεθʼ ὅπλων κινδυνεύουσιν. ἐν τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματος γενναία γὰρ ἡ διάνοια καὶ δυναμένη κινῆσαι πάθος, τὸ δὲ τῆς λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν· ἣ δʼ ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν ζητοῦσα τὴν ἀκοήν. ἀλλʼ εὖ τοῖς σχήμασιν ἔχει πρὸς ἀγῶνας πολλοῖς οὖσι καὶ ποικίλοις καὶ διὰ τούτων παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα τὴν ἀκοὴν ταῦτʼ ἔστι τὰ μειρακιώδη πάρισα καὶ τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων ἑκάστη διʼ ἀντιθέτων κατεσκεύασται, ὥστʼ ἀποκναίειν τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν· οἳ μὲν γὰρ ἡμεῖς δέ, καί· κἀκεῖνοι μὲν ἡμεῖς δέ, καί· τότε μὲν νῦν δέ, καί· ὅσον οἳ μὲν ἡμεῖς δέ, καί· τοῦτο μὲν τοῦτο δέ. ταῦτʼ ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς
p.172
κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι σχημάτων, ἃ πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.
εἰσαγέσθω δὴ μετὰ τοῦτον ὁ Δημοσθένης, καὶ λαμβανέσθω κἀκείνου λέξις ἐκ μιᾶς τῶν κατὰ Φιλίππου δημηγορίας, διʼ ἧς καὶ αὐτὸς συγκρίνει τὰ καθʼ ἑαυτὸν ἔργα τοῖς ἐπὶ τῶν προγόνων καὶ τοὺς νέους δημαγωγοὺς τοῖς παλαιοῖς, οὐ καθʼ ἓν ἔργον ἕκαστον ἀρχαῖον ἔργῳ καινῷ παρατιθεὶς οὐδὲ πάντα μικρολογῶν συγκρίσει, ἀλλὰ ὅλῃ τῇ θέσει ποιούμενος ὅλην τὴν ἀντίθεσιν διεξοδικὴν οὕτως· καίτοι σκέψασθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαια εἰπεῖν ἔχοι τῶν τε ἐπὶ τῶν προγόνων ἔργων καὶ τῶν ἐφʼ ὑμῶν. ἔσται δὲ βραχὺς καὶ γνώριμος ὑμῖν ὁ λόγος. οὐ γὰρ ἀλλοτρίοις χρωμένοις ὑμῖν παραδείγμασιν ἀλλʼ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαίμοσιν ἔξεστι γίγνεσθαι. ἐκεῖνοι τοίνυν, οἶς οὐκ ἐχαρίζοντο οἱ λέγοντες, οὐδʼ ἐφίλουν αὐτούς, ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντα ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων· πλείω δʼ ἢ μύρια τάλαντα εἰς τὴν ἀκρόπολιν συνήγαγον·
p.173
ὑπήκουε δὲ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι· πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια αὐτοὶ στρατευόμενοι· μόνοι δʼ ἀνθρώπων· κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι, ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθε ὁποῖοι ἔν τε τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις. δημόσια μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοσαῦτα καὶ τοιαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λειφθῆναι. ἰδίᾳ δὲ οὕτω σώφρονες ἦσαν καὶ σφόδρα ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου καὶ Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρʼ οἶδεν ὑμῶν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. οὐ γὰρ εἰς περιουσίαν αὐτοῖς ἐπράττετο τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν ἕκαστος αὔξειν ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δʼ ἐν αὑτοῖς ἴσως διοικεῖν μεγάλην εἰκότως. ἐκέκτηντο εὐδαιμονίαν. τότε μὲν δὴ τοῦτον τὸν τρόπον εἶχε τὰ πράγματα ἐκείνοις χρωμένοις, οἷς εἶπον, προστάταις. νυνὶ δὲ πῶς ἡμῖν ὑπὸ τῶν χρηστῶν τῶν νῦν τὰ πράγματα ἔχει; ἆρά γε ὁμοίως καὶ παραπλησίως; καὶ τὰ μὲν ἄλλα σιωπῶ
p.174
πολλὰ ἔχων εἰπεῖν· ἀλλʼ ὅσης πάντες ὁρᾶτε ἐρημίας ἐπειλημμένοι καὶ Λακεδαιμονίων μὲν ἀπολωλότων, Θηβαίων δʼ ἀσχόλων ὄντων, τῶν δʼ ἄλλων οὐδενὸς ὄντος ἀξιόχρεω περὶ τῶν πρωτείων ὑμῖν ἀντᾶραι, ἐξὸν ἡμῖν καὶ τὰ ἡμέτερα αὐτῶν ἀσφαλῶς ἔχειν καὶ τὰ τῶν ἄλλων δίκαια βραβεύειν, ἀπεστερήμεθα μὲν χώρας οἰκείας, πλείω δʼ ἢ χίλια καὶ πεντακόσια τάλαντα ἀνηλώκαμεν εἰς οὐδὲν δέον, οὓς δὲ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, εἰρήνης οὔσης ἀπολωλέκασιν οὗτοι, ἐχθρὸν δʼ ἐφʼ ἡμᾶς αὐτοὺς τηλικοῦτον ἠσκήκαμεν. ἢ φρασάτω τις ἐμοὶ παρελθών, πόθεν ἄλλοθεν ἰσχυρὸς γέγονεν ἢ παρʼ ἡμῶν αὐτῶν ὁ Φίλιππος; ἀλλʼ ὦ τᾶν εἰ ταῦτα φαύλως, τά γε ἐν αὐτῇ τῇ πόλει νῦν ἄμεινον ἔχει. καὶ τί ἂν εἰπεῖν τις ἔχοι τὰς ἐπάλξεις, ἃς κονιῶμεν, καὶ τὰς ὁδούς, ἃς ἐπισκευάζομεν, καὶ κρήνας καὶ λήρους; ἀποβλέψατε δὴ πρὸς τοὺς ταῦτα πολιτευομένους, ὧν οἳ μὲν ἐκ πτωχῶν πλούσιοι γεγόνασιν, οἳ δʼ ἐξ ἀδόξων ἔντιμοι, ἔνιοι δὲ τὰς ἰδίας οἰκίας τῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας εἰσὶ κατεσκευασμένοι, ὅσῳ δὲ τὰ τῆς πόλεως ἐλάττω γέγονε, τοσούτῳ τὰ τούτων ηὔξηται. τί δὴ τὸ πάντων αἴτιον τούτων; καὶ τί δή ποτʼ εἶχεν ἅπαντα καλῶς τότε καὶ νῦν οὐκ ὀρθῶς; ὅτι τὸ μὲν πρῶτον καὶ στρατεύεσθαι τολμῶν αὐτὸς ὁ δῆμος δεσπότης τῶν πολιτευομένων
p.175
ἦν καὶ κύριος αὐτὸς ἁπάντων τῶν ἀγαθῶν, καὶ ἀγαπητὸν ἦν παρὰ τοῦ δήμου τῶν ἄλλων ἑκάστῳ καὶ τιμῆς καὶ ἀρχῆς καὶ ἀγαθοῦ τινος μεταλαβεῖν. νῦν δὲ τοὐναντίον κύριοι μὲν τῶν ἀγαθῶν οἱ πολιτευόμενοι καὶ διὰ τούτων ἅπαντα πράττεται, ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι καὶ περιῃρημένοι χρήματα, συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει γεγένησθε, ἀγαπῶντες, ἂν μεταδῶσι θεωρικὸν ὑμῖν ἢ βοΐδια πέμψωσιν οὗτοι. καὶ τὸ πάντων ἀνανδρότατον· τῶν ὑμετέρων αὐτῶν χάριν προσοφείλετε. οἳ δʼ ἐν αὐτῇ πόλει καθείρξαντες ὑμᾶς ἐπάγουσιν ἐπὶ ταῦτα καὶ τιθασεύουσι, χειροήθεις αὑτοῖς ποιοῦντες. ἔστι δʼ οὐδέποτʼ, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας. ὁποἶ ἄττα γὰρ ἂν τὰ ἐπιτηδεύματα τῶν ἀνθρώπων ᾖ, τοιοῦτον ἀνάγκη καὶ τὸ φρόνημα ἔχειν. ταῦτα μὰ τὴν Δήμητρα οὐκ ἂν θαυμάσαιμι εἰ μείζων εἰπόντι μοι γένοιτο παρʼ ὑμῶν βλάβη ἢ τῶν πεποιηκότων αὐτὰ ἑκάστῳ. οὐδὲ γὰρ παρρησία περὶ πάντων ἀεὶ παρʼ ὑμῖν ἐστιν, ἀλλʼ ἔγωγʼ ὅτι καὶ νῦν γέγονε, θαυμάζω. ταύτην τὴν διάλεξιν τίς οὐκ ἃν ὁμολογήσειε καὶ κατὰ τἆλλα μὲν πάντα διαφέρειν τῆς Ἰσοκράτους; καὶ γὰρ εὐγενέστερον ἐκείνης καὶ μεγαλοπρεπέστερον ἡρμήνευκε τὰ πράγματα καὶ
--- περιείληφεν
p.176
ὀνόμασι συγκεκρότηταί τε καὶ συνέσπασται καὶ περιτετόρνευται τοῖς νοήμασιν ἄμεινον ἰσχύϊ τε πλείονι κέχρηται καὶ τόνοις ἐμβριθεστέροις καὶ πέφευγε τὰ ψυχρὰ καὶ μειρακιώδη σχήματα, οἷς ἐκείνη καλλωπίζεται πέρα τοῦ μετρίου· μάλιστα δὲ κατὰ τὸ δραστήριον καὶ ἐναγώνιον καὶ ἐμπαθὲς ὅλῳ καὶ τῷ παντὶ κρεῖττον ἔχει ἐκείνης. ἐγὼ γοῦν, ὃ πρὸς ἀμφοτέρας πάσχω τὰς λέξεις, ἐρῶ· οἴομαι δὲ κοινόν τι πάθος ἁπάντων ἐρεῖν καὶ οὐκ ἐμὸν ἴδιον μόνου.
ὅταν μέν τινα τῶν Ἰσοκράτους ἀναγινώσκω λόγων, εἴτε τῶν πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας γεγραμμένων ἢ τῶν --- ἐν ἤθει σπουδαῖος γίνομαι καὶ πολὺ τὸ εὐσταθὲς ἔχω τῆς γνώμης, ὥσπερ οἱ τῶν σπονδείων αὐλημάτων ἢ τῶν Δωρίων τε κἀναρμονίων μελῶν ἀκροώμενοι. ὅταν δὲ τῶν Δημοσθένους τινὰ λάβω λόγων, ἐνθουσιῶ τε καὶ δεῦρο κἀκεῖσε ἄγομαι, πάθος ἕτερον ἐξ ἑτέρου μεταλαμβάνων, ἀπιστῶν, ἀγωνιῶν, δεδιώς, καταφρονῶν, μισῶν, ἐλεῶν, εὐνοῶν, ὀργιζόμενος, φθονῶν, ἅπαντα τὰ πάθη μεταλαμβάνων, ὅσα κρατεῖν πέφυκεν ἀνθρωπίνης γνώμης· διαφέρειν τε οὐδὲν ἐμαυτῷ δοκῶ τῶν τὰ μητρῷα καὶ τὰ κορυβαντικὰ καὶ ὅσα τούτοις παραπλήσιά ἐστι, τελουμένων, εἴτε ὀσμαῖς ἐκεῖνοί γε --- εἴτε ἤχοις εἴτε τῶν δαιμόνων πνεύματι αὐτῶν κινούμενοι τὰς πολλὰς καὶ ποικίλας
p.177
ἐκεῖνοι λαμβάνουσι φαντασίας. καὶ δή ποτε καὶ ἐνεθυμήθην, τί ποτε τοὺς τότε ἀνθρώπους ἀκούοντας αὐτοῦ λέγοντος ταῦτα πάσχειν εἰκὸς ἦν. ὅπου γὰρ ἡμεῖς οἱ τοσοῦτον ἀπηρτημένοι τοῖς χρόνοις καὶ οὐθὲν πρὸς τὰ πράγματα πεπονθότες οὕτως ὑπαγόμεθα καὶ κρατούμεθα καί, ὅποι ποτʼ ἂν ἡμᾶς ὁ λόγος ἄγῃ, πορευόμεθα, πῶς τότε Ἀθηναῖοί τε καὶ οἱ ἄλλοι Ἕλληνες ἤγοντο ὑπὸ τοῦ ἀνδρὸς ἐπὶ τῶν ἀληθινῶν τε καὶ ἰδίων ἀγώνων, αὐτοῦ λέγοντος ἐκείνου τὰ ἑαυτοῦ μετὰ τῆς ἀξιώσεως, ἧς εἶχε, τὴν αὐτοπάθειαν καὶ τὸ παράστημα τῆς ψυχῆς ἀποδεικνυμένου, κοσμοῦντος ἅπαντα καὶ χρωματίζοντος τῇ πρεπούσῃ ὑποκρίσει, ἧς δεινότατος ἀσκητὴς ἐγένετο, ὡς ἅπαντές τε ὁμολογοῦσι καὶ ἐξ αὐτῶν ἰδεῖν ἔστι τῶν λόγων, ὧν ἄρτι προηνεγκάμην, οὓς οὐκ ἔνι τῷ βουλομένῳ ἐν ἡδονῇ ὡς ἀνάγνωσμα διελθεῖν, ἀλλʼ αὐτοὶ διδάσκουσι, πῶς αὐτοὺς ὑποκρίνεσθαι δεῖ, νῦν μὲν εἰρωνευόμενον, νῦν δὲ ἀγανακτοῦντα, νῦν δὲ νεμεσῶντα, δεδιττόμενόν τε αὖ καὶ θεραπεύοντα καὶ νουθετοῦντα καὶ παρορμῶντα καὶ πάνθʼ, ἃ βούλεται ποιεῖν ἡ λέξις, ἀποδεικνύμενον ἐπὶ τῆς προφορᾶς. εἰ δὴ τὸ διὰ τοσούτων ἐτῶν ἐγκαταμισγόμενον τοῖς βυβλίοις πνεῦμα τοσαύτην ἰσχὺν ἔχει καὶ οὕτως ἀγωγόν ἐστι τῶν ἀνθρώπων,
p.178
ἦ που τότε ὑπερφυές τι καὶ δεινὸν χρῆμα ἦν ἐπὶ τῶν ἐκείνου λόγων.
ἀλλὰ γάρ, ἵνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γʼ ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξῃ τἀνδρὸς προστιθεὶς οὔτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσαι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἤκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ᾗ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεὺς ὤν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς Πλάτων. πρὸς δὴ τοιαύτας ὑπολήψεις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἳ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἥ τίς ποτʼ ἐστὶν οὐδὲ δύνανται, πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί
p.179
τε καὶ τεθαύμακα, τῆς δʼ ἀπειροκαλίας αὐτὸν οὐδεπώποτʼ ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρʼ Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων·
οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο
Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήτορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινοὺς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἁπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δʼ ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρʼ ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτʼ ἔδοξ̓ εἶναι δίκαιον, καὶ ἐπʼ αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν
p.180
λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατʼ ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτʼ ἐν λόγοις τόπον ἔχων οὔτʼ ἐν διαλόγοις. τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δʼ ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἓν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι
--- τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρʼ αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ ἐπιταφίου· τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπʼ ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλʼ ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δʼ ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως.
p.181
λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου· ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν. ἡ μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δʼ ἐπιλεγόμενα οὐκέθʼ ὅμοια τοῖς πρώτοις, αὐτίκα τό· προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων. ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματʼ αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε οὐκ ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν· εἰ μὴ κράτιστον ἁπάντων τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ὁ ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς ἡ πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι
p.182
τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπέμπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε ἡ προσθήκη. ἀλλʼ ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε ἢ τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ· ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθʼ αὑτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθʼ ἑαυτὸ γενόμενον οὔτε ἦθος ἢ πάθος ἕξει μὰ Δία οὔτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν ἡ προσθήκη παρείληπται μήτε τοῦ περιττοῦ περὶ ταῦτα δὲ καὶ ἐν τούτοις ἡ τῆς λέξεως κατασκευή, τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθʼ
p.183
ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ὁ ἀνήρ· λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει τούτοις ἀποδοῦναι τοῖς ἀνδράσι καὶ χρή. τὸ καὶ χρὴ πάλιν ἐνταῦθα κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε· λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὁ νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι, τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλʼ ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὔτε διδαχῆς οὔτε παραμυθίας.
συκοφαντεῖς τὸ πρᾶγμα, τάχʼ ἂν εἴποι τις, εὐέπειαν ἀπαιτῶν καὶ καλλιλογίαν παρὰ ἀνδρὸς οὐ ταῦτα σοφοῦ. τὰς νοήσεις ἐξέταζε, εἰ καλαὶ καὶ μεγαλοπρεπεῖς εἰσι καὶ παρʼ οὐθενὶ τῶν ἄλλων κείμεναι. περὶ ταύτας ἐκεῖνος ἐσπούδαζεν, ἐν ταύταις δεινὸς ἦν. τούτων εὐθύνας παρʼ αὐτοῦ λάμβανε, τὸν δὲ τρόπον τῆς λέξεως
p.184
ἔα. καὶ πῶς ἔνι ταῦτʼ εἰπεῖν; τοὐναντίον γὰρ ἅπαντες ἴσασιν, ὅτι πλείονι κέχρηται φιλοτιμίᾳ περὶ τὴν ἑρμηνείαν ὁ φιλόσοφος ἢ περὶ τὰ πράγματα. μυρία τούτου τεκμήρια φέρειν ἔχοι τις ἄν, ἀλλʼ ἀπόχρη λόγος εἷς οὗτος ἐπιδείξασθαι τὴν κενοσπουδίαν τοῦ ἀνδρός, ᾗ κέχρηται περὶ τὸν περιττὸν καλλωπισμὸν τῆς ἀπαγγελίας. αὐτίκα γε οὖν τοῖς προειρημένοις ἐπιτιθεὶς διάνοιάν τινα οὔτε περιττὴν οὔτε θαυμαστὴν ἀλλʼ ὑπὸ πολλῶν εἰρημένην καὶ πολλάκις ὅτι γὰρ ὁ τῶν καλῶν ἔργων ἔπαινος ἀθανάτους τὰς τιμὰς καὶ τὰς μνήμας δύναται ποιεῖν τοῖς ἀγαθοῖς, μυρίοις τῶν ἔμπροσθεν εἴρηται, συνιδὼν οὐθὲν οὔτε σοφὸν οὔτε περιττὸν τὴν γνώμην ἔχουσαν, ὅπερ οἶμαι λοιπὸν ἦν, τῷ κάλλει τῆς ἑρμηνείας αὐτὴν ἡδύνειν βούλεται. ἔπειθʼ ὥσπερ τὰ μειράκια καταβὰς ἀπὸ τῶν γενναίων καὶ μεγαλοπρεπῶν ὀνομάτων τε καὶ σχημάτων ἐπὶ τὰ θεατρικὰ τὰ Γοργίεια ταυτὶ παραγίνεται, τὰς ἀντιθέσεις καὶ τὰς παρισώσεις λέγω, καὶ διὰ τῶν λήρων τούτων κοσμεῖ τὴν φράσιν.