ἆρά γε ἀπαιτήσει μέ τις ἐνταυθοῖ λόγον μελῶν τε 49 καὶ ῥυθμῶν καὶ τῶν ἐν ταῖς μεταβολαῖς σχημάτων καὶ τοῦ ἐν ἑκάστῳ πρέποντος, ἀξιῶν ἀκοῦσαι, τίνα τε [*](2 παρέχων BP 3 ῥοπὴν Sylburgius: τρόπον | πλείονα BPv) [*](4 αὐτῷ MBPv | τῇ κατασκευῇ] τὴν κατασκευὴν MBPv | τάς τε ἐμμελεῖ P τά τε μέλη Sylburgius v 5 μεγαλωπρεπεῖς B | ῥηθμοὺς in ῥυθμοὺς corr B ῥηθμοὺς P 7 λέξις postea add M) [*](8 μετεβίβαζεν Usener 9 ὑπολάβηθη B | τῇ πεζῇ λέξει Syl- burgius: τὴν πεζὴν λέξιν 10 ἐμμελείων B 12 λέξεων B 13 καινουργεῖν Kiessling | με om v | τὰ μὴ προσόντα Sylburgius) [*](15 κατεσκευσμένη B 18 συνέφθαρται cum signo P | in mg ἀντὶ τοῦ συγκέκραται (συγκίκραται P) MBP | δὲ ἄλλῳ BP 19 αὐτὸν BPv 23 τοῦ πρέποντος Reiskius: τοὺς πρέποντας )
236
αὐτῶν ἐστιν, οἷς ἡ φιλάρχαιος ἁρμονία κοσμεῖται, καὶ τίνα τῆς κωτίλης γένοιτʼ ἂν ἁρμονίας; ἢ οἰκειοτέραν τὴν ἐκ παιδὸς ἐπιφερόμενος εὐμουσίαν, ἣν ἔκ τε μουσικῆς καὶ γραμματικῆς ἔσχηκεν, αἣ ταῦτʼ ἔχουσι τὰ θεωρήματα, ἐπιλαβόντα τὸ χρονίζειν ἐν τοῖς κοινοῖς καὶ γνωρί|μοις τὸν λόγον οὐ συκοφαντήσει, ἄλλως τε καὶ τοῦ καιροῦ τὰ μέτρα ὁρῶν; οἴομαι μὲν οὖν, ὡς καὶ δόξαν ἐπιεικῆ περὶ τῶν ἄλλων ἔχω, ἀρξάμενος ἀπὸ σοῦ, φίλτατε Ἀμμαῖε, καὶ ἐκ τῆς εὐμουσίας τῆς σῆς λαμβάνων. εἰ δέ τις ἀπαιτήσει καὶ ταῦτʼ ἔτι μαθεῖν ὅπη ποτʼ ἔχει, τοὺς ὑπομνηματισμοὺς ἡμῶν λαβών, οὓς περὶ τῆς συνθέσεως τῶν ὀνομάτων πεπραγματεύμεθα, πάντα ὅσα ποθεῖ τῶν ἐνθάδε παραλειπομένων εἴσεται. ἐγὼ δὲ τῇδέ πῃ περιγράψας τὸν ὑπὲρ τούτων λόγον ἐπὶ τὸ περιλειπόμενον ἐλεύσομαι μέρος.
50 ὑπεσχόμην γὰρ καὶ τοῦτο δείξειν ἔτι, πῶς ἄν τις διαγνοίη τὸν χαρακτῆρα τῆς Δημοσθένους συνθέσεως καὶ ποίοις χρώμενος σημείοις ἀπὸ τῶν ἄλλων διορίσειεν. ἓν μὲν οὖν οὐδέν ἐστι παράσημον αὐτῆς ἐκφανὲς οὕτως, ὥστε μόνη ταύτῃ καὶ μηδεμιᾷ τῶν ἄλλων παρακολουθεῖν, ἡ δὲ συνδρομή τε καὶ πλεονασμός, οἷς ἐλέγχεσθαι πέφυκε παντὸς πράγματος καὶ σώματος [*](1 ʼστιν P 3 ἐπιφερόμενος M: εὐφερόμενος B ευφαιρό- μενος Pv 4 ἔσχηκεν, αἳ] ἐσχηκέναι Mpv ἐσχησαμένη B | ταῦτα M 5 ἐπιλαβόντα] περιλαβόντα MBPv 7 καιροῦ MB: ροῦ Pv | οἴομαι—περὶ τῶν om Pv | οὖν ὡς| οὕτως MB cf de Isaeo c 12 10 λαμβάνω MBPv | ἔτι] ἔστι 3 11 ὅπῃ M²: ὃ μὴ M1BP 12 πεπραγμάτευθα P πεπραγματεύμεθα — τῶν om B 13 ἐνθάδε B 15 λόγων in λόγον corr P | περιλειπομένων Sylburgius: παραλειπομένων 16 δείξειν ἔτι postea add M 17 διανοίη BP 18 χρώμενος σημείοις] χρω- μένοις B 19 ἓν] ἐν M | οὐδενὶ B 20 μόνῃ ταύτῃ scil τῇ συνθέσει 21 ὁ πλεονασμός Reiskius 22 ἐλέγχεσθαι uix sanum est, ἐνέχεσθαι ci Usener )
237
γνῶσις, ἴδιος | αὐτῆς γίνεται χαρακτήρ. χρήσομαι δʼ εἰκόνι φανερῷ τῆς σαφηνείας ἕνεκα τοῖς σώμασι τῶν ἀνθρώπων. ἅπασι δή που συμβέβηκε μέγεθός τε καὶ χρῶμα καὶ σχῆμα καὶ μέλη καὶ ῥυθμός τις τῶν μελῶν καὶ τὰ παραπλήσια τούτοις. εἰ δή τις ἀφʼ ἑνὸς τούτων ἀξιώσει τὸν χαρακτῆρα σκοπεῖν, οὐδὲν ἀκριβὲς εἴσεται. ἐν πολλαῖς γὰρ ἂν εὕροι μορφαῖς τοιοῦτόν τι ἕτερον, οἷον ἔθετο τῆς μιᾶς μορφῆς σύμβολον. ἐὰν δὲ πάντα συνθῇ τὰ συμβεβηκότα τῇ μορφῇ ἢ τὰ πλεῖστα ἢ τὰ κυριώτατα, ταχεῖάν τε πάνυ τὴν γνῶσιν λήψεται καὶ οὐκ ἐπι
--- σεται ταῖς ὑμοιότησι. τοῦτο δὴ ποιεῖν ἀξιώσαιμʼ ἂν καὶ τοὺς βουλομένους τὴν σύνθεσιν ἀκριβῶς εἰδέναι τὴν Δημοσθένους, ἐκ πολλῶν αὐτὴν δοκιμάζειν ἰδιωμάτων, λέγω δὴ τῶν κρατίστων τε καὶ κυριωτάτων· πρῶτον ἐκ τῆς ἐμμελείας, ἧς κριτήριον ἄριστον ἡ ἄλογος αἴσθησις. δεῖ δὲ αὐτῇ τριβῆς πολλῆς καὶ κατηχήσεως χρονίου· οὐ γὰρ δὴ πλάσται μὲν καὶ ζωγράφων παῖδες, εἰ μὴ πολλὴν ἐμπειρίαν λάβοιεν, χρόνῳ τρίψαντες τὰς ὁράσεις μακρῷ περὶ τὰς τῶν ἀρχαίων δημιουργῶν τέχνας, οὐκ ἂν εὐπετῶς αὐτὰς διαγνοῖεν καὶ οὐκ ἂν ἔχοιεν εἰπεῖν βεβαίως, ὅτι τῇ φήμῃ παραλαβόντες τουτὶ μέν ἐστι Πολυκλείτου τὸ ἔργον, τουτὶ δὲ Φειδίου, τουτὶ δὲ Ἀλκαμένους, καὶ τῶν γραφῶν Πολυγνώτου μὲν αὕτη, Τιμάνθους δὲ
[*](2 σαφεινίας P σαφικίας in mg σαφηνείας B | ἕνεκα τοῖς M ci Reiskius: ἐν ἑκάστοις BP | σημείωσαι in mg B 5 an ἐφʼ ἑνὸς? 7 τι M: δὴ BPv 9 συνθῇ τὰ Reiskius] τὰ συνήθη) [*](10 κυριώτερα B 11 οὐκ ἐπϊ . . . σεται (III l) M οὐκ ἐτι . . . σεται (III l) et in mg οὐκ επϊ B οὐκ ἐπισεται P fort οὐκ ἐπι- σπάσεται uelut παρακρούσεται de Isaeo p 559 13 Δημοσθένους postea add M 14 δὲ Küger 15 πρῶτον μὲν? 16 αἰσθή- σησις B 17 οὐδὲ γάρ ci Usener 21 διανοῖεν BP 22 τῇ φήμῃ παραλαβόντες seclusi φήμι P ) 238
ἐκείνη, αὕτη δὲ Παρρασίου. λόγων δὲ ἆρα τινὲς ἀκριβῶς ἐξ ὀλίγων παραγγελμάτων καὶ προσκαίρου | κατηχήσεως ἐμμελοῦς ἁρμονίας εἴσονται φύσιν; πολλοῦ γε καὶ δεῖ. τοῦτο μὲν δὴ πρῶτον οἴομαι δεῖν σκοπεῖν ἐπιστήμῃ γε καὶ ἔθει, μετὰ δὲ τοῦτο τὴν εὐρυθμίαν. οὐ γὰρ ἔστι λέξις οὐδεμία Δημοσθένους, ἥτις οὐκ ἐμπεριείληφε ῥυθμοὺς καὶ μέτρα τὰ μὲν ἀπηρτισμένα καὶ τέλεια, τὰ δʼ ἀτελῆ, τοιαύτην ἐπιπλοκὴν ἔχοντα ἐν ἀλλήλοις καὶ οὕτως συνηρμοσμένα, ὥστε μὴ δῆλον εἶναι, ὅτι ἐστὶ μέτρα. οὐ γὰρ ἂν ἄλλως γένοιτο πολιτικὴ λέξις παρʼ αὐτὴν τὴν σύνθεσιν ἐμφερὴς ποιήμασιν, ἂν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατακεχωρισμένους ἀδήλως. οὐ μέντοι γε προσήκει αὐτὴν ἔμμετρον οὐδʼ ἔρρυθμον εἶναι δοκεῖν, ἵνα μὴ γένηται ποίημα ἢ μέλος, ἐκβᾶσα τὸν αὐτῆς χαρακτῆρα, ἀλλʼ εὔρυθμον αὐτὴν ἀπόχρη φαίνεσθαι καὶ εὔμετρον. οὕτω γὰρ ἂν· εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ μελίζουσα μέν, οὐ μὴν μέλος. | τίνα δʼ ἔχει ταῦτα διαφοράν, οὐ χαλεπὸν ἰδεῖν. ἡ μὲν ὅμοια παραλαμβάνουσα μέτρα καὶ ῥυθμοὺς τεταγμένους εἴτε κατὰ στίχον εἴτε κατὰ περίοδον, ἣν καλοῦσιν οἱ μουσικοὶ στροφήν, κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν αὐτῶν στίχων ἢ
[*](1 δὲ post αὕτη om P | παρασίου MPv | λόγον B | ἄρα B) [*](2 παραγελμάτων B | προσκαίρους P 3 φύσιν postea add M item 4 πρῶτον et σκοπεῖν | πολοῦ B 4 εἴομαι B 5 εὐ- ρηθμίαν B 7 μέτρα τὰ M: μέτρα BP 9 μὴ δῆλον εἶναι] μηδʼ ἡμῖν νοεῖν M (postea additum) BPv 10 καὶ οὐ γάρ B ceterum cf de comp 196, 6 sq 11 ἐμφορὴς P 13 ἀδήλως M: ἀδήλου P δηλοῦ B 15 μέλλος P | αὐτῆς MP αὐτὴν B εὔρυθμον] οὐ ρυθμὸν B 18 ἔχει P: ἔχοι M ἔχει οι B fort igitur τίνα δʼ ἂν ἔχοι. hinc cf de comp 196, 15 sq 21 κα- λοῦσι MP καλλοῦσι B | οἱ add Sylburgius ceterum cf de Lys 474 | στροφὴ in mg B ) 239
περιόδων, ἃς ἀντιστρόφους ὀνομάζουσι, χρωμένη καὶ τῷ σχήματι τούτῳ τῆς κατασκευῆς ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέλους προβαίνουσα ἔμμετρός τʼ ἐστὶ καὶ ἔρρυθμος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτη λέξει μέτρον καὶ μέλος, ἡ δὲ περιπεπλανημένα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν αὐτῶν φυλάττουσα μήτε ὁμοζυγίαν μήτʼ ἄλλην ὁμοιότητα τεταγμένην μηδεμίαν εὔρυθμος μέν ἐστι καὶ εὔμετρος, ἐπειδὴ διαπεποίκιλται μέτροις τε καὶ ῥυθμοῖς τισιν, οὐ μὴν ἔρρυθμός γε οὐδὲ ἔμμετρος, ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ ταὐτὰ ἔχουσι. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν πολιτικήν, ἐν ᾗ τὸ ποιητικὸν ἐμφαίνεται κάλλος. ᾗ καὶ τὸν Δημοσθένη κεχρημένον ὁρῶ. τὰς δὲ περὶ τούτου τοῦ μέρους πίστεις ἐν τοῖς περὶ τῆς συνθέσεως γραφεῖσιν ἀποδεδωκὼς οὐκ ἀναγκαῖον ἡγοῦμαι κἀνταῦθα λέγειν. τρίτον ἔτι καὶ τέταρτον ἰδίωμα τῆς συνθέσεως τοῦ ῥήτορος ἦν τό τε ἐξαλλάττειν παντοδαπῶς καὶ τὸ σχηματίζειν ποικίλως τὰ κῶλα καὶ τὰς περιόδους. οὐδὲ γὰρ ἔστιν οὐδεὶς ἀπλῶς τόπος, ὃς οὐχὶ διαπεποίκιλται ταῖς τε ἐξαλλαγαῖς καὶ τοῖς σχηματισμοῖς, ὡς ἅπαντες ἴσασι, καί μοι δοκεῖ ταῦτα μὴ λόγων δεῖσθαι γνώριμα καὶ τοῖς φαυλοτάτοις ὄντα.
[*](1 ἀντιστροφὴ in mg Β ἀντιστροφὰς Sylburgius 2 τῳ Ρ)[*](4 ἐρρυθμὸς β sequentia usque ad ῥυθμοὺς u 5 omittens)[*](6 ἐμπεριλαμβάνουσα] ἐμπεριπεπλανημενα μέτρα καὶ ῥυθμοὺς ἀτάκτους ἐμπεριλαμβάνουσα Β ἀκολουθείαν Β 7 μήτε ἄλλην Ρ μήτε — μηδεμίαν om Β 9 μέτροις τε καὶ] μέτροις τε καὶ εὔ- μετρος ἐ μέτροις τε καὶ Β 10 οὐχὴ οὐχὶ Ρ 11 δὴ de comp p 197: δὲ 13 κάλος ΒΡ 14 δρῶν Β τούτους Β 15 τῆς συνθέσεως] συντάξεως Β ἀποδεδοκὼς Β 17 τότε Μ 18 ποι- κίλλως Ρ 20 ὃς Sylburgius: σιὃς Ρ οἵος Β οἷος Μ τἐ Ρ )