232
47 δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς --- ἁρμονίας. ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις --- ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπα|σιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν.
48 τοῖς πρώτοις μορίοις τῆς λέξεως, ἃ δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτʼ ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε τέτταρα, ὡς τοῖς περὶ Ζήνωνα τὸν [*](1 δευτέρων δὴ κεφάλεον B 3 ἐλαθη B | lac X—XII litt M nulla in BPv μικτῆς καὶ μέσης suppleuit Sadaeus 5 ὧν] ὧς P | ἡ φύσις Sylburgius δημηουργὸς B 8 τοῦ μέτρου M²: τοῦ ἐμμέτρου M1BPv | lacunam indicaui. excidit fere οὐδεὶς ἀξιόλογος ἐγένετο, εἰ μὴ 9 χορισθὲν B 12 post αὐ- στηρᾶς add ἁρμονίας Krüger 13 τὸ τέλος Pv 14 κάλ- λους] καλοῦς B 16 τοὺς] τὴς B 17 παρακολουθεῖν BP καί τι τὸ παρακολουθοῦν repetit P | πρέπον scripsi Martinii uer- sionem secutus] παραίτιον MBPv 23 εἴτε τέτταρα — στωι- κόν om Pv)
233
Στωικόν, εῖτε πλείω, δύο ταῦτα ἀκολουθεῖ μέλος καὶ χρόνος ἴσα. κατὰ μὲν δὴ τὰς ὀξύτητάς τε καὶ βαρύτητας αὐτῶν τάττεται τὸ μέλος, κατὰ δὲ τὰ μήκη καὶ τὰς βραχύτητας ὁ χρόνος. οὗτος δὲ γίγνεται ῥυθμός, εἴτε ἀπὸ δυεῖν ἀρξάμενος συνίστασθαι βραχειῶν, ὥσπερ οἴονταί τινες καὶ καλοῦσι τὸν οὕτως κατασκευασθέντα ῥυθμὸν ἡγεμόνα, πρῶτον ἔχοντα λόγον τῶν ἴσων ἄρσει τε καὶ θέσει χρόνων, εἴτε ἀπὸ τριῶν βραχειῶν, ὡς τοῖς περὶ Ἀριστόξενον ἔδοξεν, ὃς ἐν τῷ διπλασίῳ κατεσκεύασται λόγῳ πρῶτον. τοῖς δʼ ἐκ τῶν πρώτων μορίων τῆς λέξεως συντιθεμένοις τό τε μέλος εἰς | αὔξησιν ἤδη συμπροάγει καὶ οἱ ῥυθμοὶ προβαίνουσιν εἰς τὰ καλούμενα μέτρα. ὅταν δὲ μέλλῃ τούτων ἑκάτερον ὑπεραίρειν τὸ μέτρον, ἡ μεταβολὴ τότε εἰσελθοῦσα ταμιεύεται τὸ οἰκεῖον αὐτῶν ἀγαθὸν ἑκατέρου. ἐπειδὰν δὲ τὴν ἁρμόττουσαν ταῦτα χώραν λάβη, τότε ἀποδίδωσιν αὐτοῖς τὴν προσήκουσαν ὥραν τὸ πρέπον. καὶ τοῦτο οὐ χαλεπὸν ἐπὶ τῶν τῆς μουσικῆς ἔργων καταμαθεῖν. φέρε γάρ, εἴ τις ᾠδαῖς ἢ κρούμασιν ὀργάνων τὸ κάλλιστον ἐντείνας μέλος ῥυθμοῦ μηδένα ποιοῖτο λόγον, ἔσθʼ ὅπως ἄν τις ἀνάσχοιτο τῆς τοιαύτης μουσικῆς; τί δέ; εἰ τούτων μὲν ἀμφοτέρων προνοηθείη μετρίως, μένοι δʼ ἐπὶ τῆς αὐτῆς μελῳδίας
[*](4 γίνεται M | ῥηθμὸς corr in ῥυθμὸς B ῥηθμοὺς corr in ῥυθμὸς P 5 ἀποδύειν B 6 καλοῦσιν B 7 λόγων P 8 χρόνον in χρόνων corr P 9 Ἀριστόξενοις accentu super ε deleto P | ἔδοξαν BP 10 κατεσκεύασθαι BP | πρώτων] πρῶ- τον B 11 μέρος BPv 12 αὔξεισιν B 14 τὸ μέτρον M: τὸν μέτρον in mg B τῷ μέτρῳ B in textu, Pv 15 εἰκεῖον B 16 ταῦτα χώραν — προσήκουσαν bis scribuntur in P 20 ῥυθ- μοῦ μοὺ B sed μοὺ corrector sustulit 21 ποιοῖτο Krüger ποιήσαιτο Sadaeus: ποιῆται | ὁπῶς B | ἀνσχοιτο P ο et accentu super νσ addito 22 τί δ(ὲ — μένοι δʼ) inclusa bis scripsit P ) 234
καὶ τῶν αὐτῶν ῥυθμῶν, οὐδὲν ἐξαλλάττων οὐδὲ ποικίλλων, ἆρʼ οὐχ ὅλον ἂν διαφθείροι τὸ ἀγαθόν; εἰ δὲ καὶ τούτου στοχάσαιτο, μηδεμίαν δὲ πρόνοιαν ἔχων φαίνοιτο τοῦ πρέποντος τοῖς ὑποκειμένοις, οὐκ ἀνόνητος αὐτῷ πᾶς ὁ περὶ ἐκεῖνα ἔσται πόνος; ἐμοί γʼ οὖν δοκεῖ. ταῦτα δὴ καταμαθὼν ὁ Δημοσθένης τά τε μέλη τῶν ὀνομάτων καὶ κώλων καὶ τοὺς χρόνους αὐτῶν ἐπι|λογιζόμενος οὕτω συναρμόττειν αὐτὰ ἐπειρᾶτο, ὥστʼ ἐμμελῆ φαίνεσθαι καὶ εὔρυθμα, ἐξαλλάττειν τε καὶ ποικίλλειν ἑκάτερον αὐτῶν ἐπειρᾶτο μυρίοις ὅσοις σχήμασι καὶ τρόποις καὶ τοῦ πρέποντος ὅσην οὐδεὶς τῶν περὶ λόγους σπουδαζόντων ἐποιεῖτο δόσιν. ἐνθυμηθεὶς δέ, ὥσπερ ἔφην, ὡς διὰ τῶν αὐτῶν τούτων θεωρημάτων ὅ τε ἡδὺς γίνεται λόγος καὶ ὁ καλός, ἐσκόπει πάλιν, τί ποτε ἦν τὸ αἴτιον, ὅτι τὰ αὐτὰ οὐ τῶν αὐτῶν ἦν ποιητικά. εὕρισκε δὴ τῶν τε μελῶν οὔσας διαφοράς, αἰ ποιοῦσιν ἃ μὲν ἀξιωματικὰ φαίνεσθαι αὐτῶν ἃ δὲ γλαφυρά, ὥσπερ ἐν τοῖς μουσικοῖς ἔχει πρὸς τὴν ἁρμονίαν τὸ χρῶμα, κἀν τοῖς ῥυθμοῖς δὲ τὸ παραπλήσιον γινόμενον, ὥστε τοὺς μὲν ἀξιωματικοὺς αὐτῶν φαίνεσθαι καὶ μεγαλοπρεπεῖς, τοὺς δὲ τρυφεροὺς καὶ μαλακούς. ἔν τε ταῖς μεταβολαῖς τοτὲ μὲν τὸ ἀρχαιοπρεπὲς | καὶ αὐστηρόν, τοτὲ δὲ τὸ μελιχρὸν
[*](1 post ῥυθμῶν in P folio 73⁰ incipiente ἀνάσχοιτο (sic) — ῥυθμῶν uerba repetuntur | πικίλλων B 2 ἂν, quod in li- bris post οὐδὲν est, post ὅλον posuit Sadaeus | διαφθείροι Syl- burgius: διαφθείρη 3 στοχούσαιτο BP 7 αὐτῶ 3 qui ἐπι- λογιζόμενος οὕτω omittit 8 αὐτὰ Sylburgius: αὐτὰς 9 ἐμελῆ B εὐμελῆ Sylburgius | εὔρυθμα Sylburgius: εὔρυθμον 10 τε] δὲ Krüger 11 σχήμασιν BP | τρόπονις B | τρέποντος P 14 θεο- ρηματων BP | ὁ καλὸς] ὁ λο καλὸς P 16 τε] τι P 18 μου- σικῆς B 20 παραπλήσιοον P 22 τροφεροὺς P 23 τὸ om v | τοτὲ δὲ τὸ μελιχρὸν Usener: τό τε λεγόμενον ἐχθρὸν ) 235
καὶ φιλόκαινον ἐμφαινόμενον. τό τε δὴ πρέπον ἀπάντων μάλιστα μεγάλην παρέχον εἰς ἑκάτερον αὐτῶν ῥοπήν. συνιδὼν δὴ ταῦτα, ὑπότε μὲν τοῦ καλοῦ πλείονος δεῖν αὐτῷ τῇ κατασκευῇ ὑπολάβοι, τάς τε ἐμμελείας ἐποίει μεγαλοπρεπεῖς καὶ τοὺς ῥυθμοὺς ἀξιωματικοὺς καὶ τὰς μεταβολὰς γενναίας. ὁπότε δὲ τῆς ἑτέρας αὐτῷ φανείη δεῖσθαι συνθέσεως ἡ λέξις, πάντα ταῦτα κατεβίβαζεν ἐπὶ τὸ μουσικώτερον. καὶ μηδεὶς ὑπολάβῃ θαυμαστὸν εἶναι τὸν λόγον, εἰ καὶ τῇ πεζῇ λέξει φημὶ δεῖν ἐμμελείας καὶ εὐρυθμίας καὶ μεταβολῶν, ὥσπερ ταῖς ᾠδαῖς καὶ τοῖς ὀργάνοις, εἰ μηδενὸς τούτων ἀντιλαμβάνεται τῆς Δημοσθένους ἀκούων λέξεως, μηδὲ κακουργεῖν με ὑπολάβῃ τὰ προσόντα τῇ ψιλῇ λέξει προσμαρτυροῦντα. | ἔχει γὰρ ταῦτα ἡ καλῶς κατεσκευασμένη λέξις καὶ μάλιστά γε ἡ τοῦδε τοῦ ῥήτορος. τῇ δʼ εὐκαιρίᾳ καὶ τῇ ποσότητι τὴν αἴσθησιν διαλανθάνει· τὰ μὲν γὰρ συγκέχυται, τὰ δὲ συνέφθαρται, τὰ δʼ ἄλλῳ τινὶ τρόπῳ τὴν ἀκρίβειαν ἐκβέβηκεν τῆς κατασκευῆς, ὥστε αὐτὴν ἐξηλλάχθαι δοκεῖν τῷ παντὶ καὶ κατὰ μηδὲν ἐοικέναι τοῖς ποιήμασιν.