De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

ταυτί μοι δοκεῖ μηνύματα τῆς συνθέσεως εἶναι τῆς Δημοσθένους ⟨ἀνυφαίρετα⟩ καὶ χαρακτηρικά, ἐξ ὧν ἄν τις αὐτὴν διαγνοίη πᾶσαν, ἐξετάζειν βουληθείς. εἰ δέ τις ὑποτεύξεται πρὸς ταῦτα θαυμάζειν λέγων, εἰ καὶ κακοδαίμων οὕτως ἦν ὁ τηλικοῦτος ἀνήρ, ὥσθʼ, ὅτε γράφοι τοὺς λόγους, ἄνω καὶ κάτω στρέφειν τὰ μόρια τῆς λέ ξεως καὶ τὰ ἐκ τούτων συντιθέμενα κῶλα, ἐμμελείας τε καὶ ῥυθμοὺς καὶ μέτρα, μουσικῆς οἰκεῖα θεωρίας πράγματα καὶ ποιητικῆς, εἰς τὴν πολιτικὴν ἐναρμόττων φράσιν, ᾗ τούτων οὐδενὸς μέτεστιν, πρῶτον μὲν ἐκεῖνο ἐνθυμηθήτω, ὅτι ὁ τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ἐπὶ λόγοις, ὅσης οὐδεὶς τῶν πρότερον, αἰώνια συνταττόμενος ἔργα καὶ τῷ πάντα βασανίζοντι χρόνῳ παραδιδούς, οὐδὲν ἐκ τοῦ ἐπιτυχόντος ἔγραφεν. ἀλλʼ ὥσπερ τῆς ἐν τοῖς νοήμασιν οἰκονομίας πολλὴν ἐποιεῖτο δόσιν, οὕτω καὶ τῆς ἐν τοῖς ὀνόμασιν ἁρμοιίυας, ὁρῶν γε δὴ τούτους τοὺς θαυμαζομένους ἐπὶ σοφίᾳ καὶ κρατίστων λόγων ποιητὰς νομιζομένους Ἰσοκράτην καὶ Πλάτωνα γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφέροντας ροντας λόγους, ἐνθυμούμενος δʼ, ὅτι τοῦ λέγειν εὖ διττὴ ἡ διαίρεσίς ἐστιν, εἴς τε τὸν πραγματικὸν τόπον καὶ εἰς τὸν λεκτικόν, καὶ τούτων πάλιν ἀμφοτέρων εἰς τὰς ἴσας διαιρεθέντων τομάς, τοῦ πραγματικοῦ μὲν [*](1 μηνύματι ΒΡ 2 ἀνυφαίρετα ex c 34 addidi 3 διανοίη ΒΡ πᾶσαν suspectat Usener 5 οὕτος ΒΡ 6 γράφει ΒΡ v ἄνο Β τρέ- φην τρέφειν Ρ 7 συνθεμένᾶ (sic) Ρ signo super συν addito) [*](8 οἰκεῖα — ποιητικῆς om Β 10 ἐναρμόττειν ΜΒ²Ρv ἐναρμόνιον ἐναρμόττειν Β1 13 αἰ αἰώνια αἰώνια add αι super ιω Β 16 τῆς ἁρμονίας Sylburgius: τὴν ἁρμονίαν 17 τούτους τοὺς] τούτους Ρ τοὺς v 18 νομειζομένους Ρ | ἰσοκρατίστων λόγων ποιητὰς νομιζομένους post νομιζομένους ex- hibet Β 19 γλοιπτοῖς corr in γλυπτοῖς Ρ 21 πραγματι- κῶν Β τόπον Reiskius: τρόπον πραγματικός in mg Β 22 λεκτι- κός in mg Β τὸν — 23 εἰς add Μ2 23 παρασκ πραγματικοῦ Β )

241
εἴς τε τὴν παρασκευήν, ἣν οἱ παλαιοὶ καλοῦσιν εὕρεσιν, καὶ εἰς τὴν χρῆσιν τῶν παρεσκευασμένων, ἣν προσαγορεύουσιν οἰκονομίαν, τοῦ λεκτικοῦ δὲ εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων καὶ εἰς τὴν σύνθεσιν τῶν ἐκλεγέντων, ἐν ἑκατέρῳ τούτων πλείω μοῖραν ἔχει τὰ δεύτερα τῶν προτέρων· τὸ μὲν οἰκονομικὸν ἐν τῷ πραγματικῷ, τὸ δὲ συνθετικὸν ἐν τῷ λεκτικῷ. περὶ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι μηκύνειν. ταῦτα γὰρ ἐννοηθείη ἄν, εἴ τις μὴ κομιδῇ σκαιὸς ἢ δύσερις, καὶ οὐκ ἂν θαυμάσειεν, εἰ φροντὶς ἐγένετο Δημοσθένει ἔτι μελῶν καὶ ῥυθμῶν καὶ σχημάτων, καὶ τῶν ἄλλων πάντων, οἷς ἡδεῖα καὶ καλὴ γίνεται σύνθεσις. τοὐναντίον γὰρ μᾶλλον ὑπολάβοι τιςἂν ἀνὴρ μήτε ὀλιγόπονος μήτε ἁψίκορος μήτε ἀκρόσοφος ἄπορον εἶναι καὶ ἀμήχανον, ἢ μηδεμίαν ἐπιμέλειαν πεποιῆσθαι τὸν ῥήτορα τῆς ἁρμονίας τῶν λόγων ἢ φαύλην τινά, βουλόμενον μνημεῖα τῆς ἑαυτοῦ διανοίας ἀθάνατα καταλιπεῖν. οὐ γὰρ δή τοι πλάσται μὲν καὶ γραφεῖς ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας ἐνδεικνύμενοι τοσούτους εἰσφέρονται πόνους, ὥστε καὶ φλέβια καὶ πτίλα καὶ χνοῦς καὶ τὰ τούτοις ὅμοια εἰς ἄκρον ἐξεργάζεσθαι καὶ κατατήκειν εἰς ταῦτα τὰς τέχνας, πολιτικὸς δʼ ἄρα δημιουργός, [*](2 παρεσκευασμένων Sylburgius: παρασκευασμ ένων 3 εἴς τε] εἰς Ρv 4 ἐκλογεῖν Ρ τῶν ὀνομάτων] τῶν παρασκευασ- μένων τῶν ὀνομάτων Β 7 συνθετικὸν Krüiger: συντιθέμενον 8 μηκύνειν Μ: μῆν δειν Β μῆδειν in mg μηκύειν Ρ 9 ἐννο- ήθει Β μὴ] εἴη ΜΒΡv 10 ἐγένετο de comp 209: ἐγίνετο ex ἐγένετο Μ ἔγετο corr in ἐγίνετο Ρ γίνετο Β ἐγίνετο v 11 ἔτι seclusit Reiskius 12 καὶ καλὴ] καλὴ Β 13 ἂν add Reiskius) [*](14 ἁψίκορος Casaubonus: τερψίχορος ΜΡ τερψίχροος τερψί- χορος Β 15 πεποιεῖσθαι Β 18 χειρῶν εὐστοχίας ἐνδεικνύμενοι (ἐνδεικνούμενα Β) τοσούτους εἰσφέρονται (είσφέροντες Β in textu et mg) πόνους Μ Β: χείροντες πόνους Ρ v 20 χνοῦν de comp 209 Dion Halicarn v)
242
πάντας ὑπεράρας τοὺς καθʼ αὐτὸν φύσει τε καὶ πόνῳ, τῶν ἐλαχίστων τινὸς εἰς τὸ εὖ λέγειν, εἰ δὴ καὶ ταῦτα ἐλάχιστα, ὠλιγώρησε.

52 βουλοίμην δʼ ἂν καὶ ταῦτα ἐνθυμηθῆναι διότι τοὺς ἔτι δυσπείστως ἔχοντας πρὸς τὰ εἰρημένα, ὅτι μειράκιον μὲν ἔτι ὄντα καὶ νεωστὶ τοῦ μαθήματος ἁπτόμενον αὐτὸν οὐκ ἄλογον ἦν καὶ ταῦτα καὶ τἆλλα πάντα διὰ πολλῆς ἐπιμελείας τε καὶ φροντίδος ἔχειν, ἐπειδὴ δʼ ἡ χρόνιος ἄσκησις ἔξιν αὐτῷ ἐνεποίησε πολλὴν καὶ τύπους ἰσχυροὺς ἐνειργάσατο τῶν αἰεὶ μελετωμένων, τότε ἀπὸ τοῦ ῥᾴστου τε καὶ τῆς ἕξεως αὐτὸ ποιεῖν. οἷόν τι γίνεται καὶ περὶ τὰς ἄλλας τέχνας καὶ οὐχ ἥκιστα περὶ τὴν καλουμένην γραμματικήν. ἱκανὴ γὰρ αὕτη καὶ τὰς ἄλλας τεκμηριῶσαι, φανερωτάτη πασῶν οὖσα καὶ θαυμασιωτάτη. ταύτην γὰρ ὅταν ἐκμάθωμεν, πρῶτον μὲν τὰ ὀνόματα τῶν στοιχείων τῆς φωνῆς ἀναλαμβάνομεν, ἃ καλεῖται γράμματα. ἔπειτα τοὺς τύπους τε αὐτῶν καὶ δυνάμεις. ὅταν δὲ ταῦτα μάθωμεν, τότε τὰς συλλαβὰς αὐτῶν καὶ τὰ περὶ ταύτας πάθη. κρατήσαντες δὲ τούτων τὰ τοῦ λόγου μόρια, ὀνόματα λέγω καὶ ῥήματα καὶ συνδέσμους, καὶ τὰ συμβεβηκότα τούτοις, συστολάς, ἐκτάσεις, ὀξύτητας, βαρύτητας, γένη, πτώσεις, ἀριθμούς, ἐγκλίσεις, τὰ ἄλλα παραπλήσια τούτοις μυρία ὄντα. ὅταν δὲ τὴν τούτων [*](4 διότι seclusit Sylburgius 5 δυσπείστως Sylburgius: δυσπί- στως 6 μειρούκιον Ρ et Β qui initio μειράκιον habuisse uidetur ἔτι Μ, mg Β: ἐστιν ΒΡ νεωστὴ Ρ1 παθήματος Μ 7 τᾶλαΒ 8 πο- λῆς Β 9 ἄσκησιν Ρ ἔξ[ιν] cum ras Μ 12 αὐτὰ de comp 210 16 putes ἐκμανθάνωμεν cf de comp 211 18 τοὺς add Sauppius δυνάμοις corr in δυνάμεις Ρ | ταύτας Sauppius 19 μάθομεν Β τὰς συμ τὰς συλλαβὰς Ρ καὶ — τούτω geminantur in Β ταύτας Syl- burgius: ταῦτα Μ ΒΡ τὰ ἐν ταύταις πάθη de comp 211 22 συ- στολὰς Ρ 24 τὰ π. Krüger ὄντα Krüger: ὀνόματα τὴν τὴν Β )

243
ἀπάντων ἐπιστήμην περιλάβωμεν, τότε ἀρχόμεθα γράφειν τε καὶ ἀναγινώσκειν, κατὰ συλλαβὴν μὲν καὶ βραδέως τὸ πρῶτον, ἅτε νεαρᾶς οὔσης ἔτι τῆς ἕξεως, προβαίνοντος δὲ τοῦ χρόνου καὶ τὸν νοῦν |ἰσχυρὸν τῇ ψυχῇ περιτιθέντος ἐκ τῆς συνεχοῦς μελέτης, τότʼ ἀπταίστως τε καὶ κατὰ πολλὴν εὐπέτειαν, καὶ πᾶν ὅ τι ἂν ἐπιδῷ τις βυβλίον οὐδὲν ἐκείνων ἔτι τῶν πολλῶν θεωρημάτων ἀναπολοῦντες ἅμα νοήσει διερχόμεθα. τοιοῦτον δή τι καὶ περὶ ταύτην ὑυποληπτέον γενέσθαι τὴν τέχνην, ἐκ τῶν μικρῶν καὶ γλίσχρων θεωρημάτων αὐξομένην τὴν ἕξιν σὺν χρόνῳ ῥᾳδίως αὐτῶν κρατεῖν, ὥστε ἅμα νοήσει κεκριμένον τε καὶ ἄπταιστον αὐτῆς εἶναι τὸ ἔργον. εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ πόνου πολλοῦ καὶ πραγματείας μεγάλης ἔργα εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ κατὰ τὸν Δημοσθένη· οὐδὲν γὰρ τῶν μεγάλων μικρῶν ἐστι πόνων ὤνιον. ἀλλʼ ἐὰν ἐπιλογίσηται τοὺς ἀκολουθοῦντας αὐτοῖς καρπούς, μᾶλλον δʼ ἐὰν ἕνα μόνον τὸν ἔπαινον, ὃν ἀποδίδωσιν ὁ χρόνος καὶ ζῶσι καὶ μετὰ τὴν τελευτήν, πᾶσαν ἡγήσεται τήν τε πραγματείαν ἐλάττω τῆς προσηκούσης. |