De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

33 ἡ πρόθεσις ἦν μοι καὶ τὸ ἐπάγγελμα τοῦ λόγου, κρατίστη λέξει καὶ πρὸς ἅπασαν ἀνθρώπου φύσιν ἡρμοσμένη μετριώτατα Δημοσθένη κεχρημένον ἐπιδεῖξαι, καὶ τοῦτό γε συνάγειν ἐπειρώμην οὐκ ἐξ αὐτῆς ἐκείνης μόνης τὰς πίστεις διδούς (ᾔδειν γὰρ ὅτι οὐδὲν αὔταρκές ἐστιν ἐφʼ ἑαυτοῦ θεωρούμενον, οἷόν ἐστιν, ὀφθῆναι καὶ καθαρῶς), ἀλλʼ ἀντιπαρατιθεὶς αὐτῇ τὰς τῶν ἄλλων ῥητόρων τε καὶ φιλοσόφων λέξεις τὰς κράτιστα δοκούσας ἔχειν καὶ τῇ διʼ ἀλλήλων βασάνῳ φανερὰν ποιῶν τὴν ἀμείνω. ἵνʼ οὖν τὴν φυσικὴν ὁδὸν ὁ λόγος μοι λάβη, τοὺς χαρακτῆρας τῶν διαλέκτων τοὺς ἀξιολογωτάτους κατηριθμησάμην καὶ τοὺς πρωτεύσαντρας ἐν αὐτοῖς ἄνδρας ἐπῆλθον, ἔπειτα δείξας ἀτελεῖς [*](10—11 cf anonymus W VII 880, 9) [*](1 εἴρειται P 2 πρωτεία M 3 λόγον Krüger: χρόνον 4 τὴν add Sadaeus ἐπιλελησμένου M: ἐπιλελησμένον BPv 5 ἀνακεφαῶν mg B 7 τοῦ λεκτρινοῦ τοῦ λεκτικοῦ P 9 καὶ Mv: κατὰ BP ἐπάγγελημα BP τοῦ λόγου] τοῦτο τοῦ MBP τοῦτο τῇ Sylburgius v 11 ἡρμοσμένην B 12 ἐπιρώμην P 13 μόνος B ᾔδειν] ᾔειν P 14 εἰλικρινῶς post ἐστιν excidisse Sylburgius putat 15 ἀντιπαραθεὶς M 16 καὶ τῆ φιλοσοφία καὶ φιλοσόφων B λέξις P 18 ἵνʼ οὖν Reiskius: ἵνα 19 χα- ρακτῆρας—ἀξιολογωτάτους om B 20 πρωτεύσαντας Kiessling: πρώτους ὄντας 21 ἐπεῖλθον P )

203
ἅπαντας ἐκείνους καὶ καθʼ ὃ μάλιστα ἀστοχεῖν ἕκαστον ὑπελάμβανον τοῦ τέλους ἐκλογισάμενος διὰ βραχέων, ἦλθον ἐπὶ τὸν Δημοσθένη. τοῦτον δὲ ἑνὸς μὲν οὐδενὸς ἀποφηνάμενος οὔτε χαρακτῆρος οὔτʼ ἀνδρὸς ζηλωτὴν γενέσθαι, ἐξ ἁπάντων δὲ τὰ κράτιστα ἐκλεξάμενον κοινὴν καὶ φιλάνθρωπον τὴν ἑρμηνείαν κατεσκευακέναι καὶ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων, πίστεις ὑπὲρ τοῦδε παρειχόμην, διελόμενος μὲν τὴν λέξιν εἰς τρεῖς χαρακτῆρας τοὺς γενικωτάτους τόν τε ἰσχνὸν καὶ τὸν ὑψηλὸν καὶ τὸν μεταξύ τούτων, ἀποδεικνύς δʼ αὐτὸν ἐν τοῖς τρισὶ γένεσι κατορθοῦντα τῶν ἄλλων μάλιστα, λέξεις τινὰς αὐτοῦ λαμβάνων, αἷς ἀντιπαρεξήταζον ἑτέρας ὁμοειδεῖς λόγου μὲν ἀξίας, οὐ μὴν ἀνεπιλήπτους γε τελέως οὐδʼ, ὥσπερ ἐκείνη, πάσας τὰς ἀρετὰς ἐχούσας. καὶ γὰρ ἥ τε Ἰσοκράτους καὶ Πλάτωνος καίτοι θαυμασιωτάτων ἀνδρῶν μνήμη καὶ σύγκρισις οὐκ ἔξω τοῦ εἰκότος ἐγίγνετό μοι, ἀλλʼ, ἐπεὶ τοῦ μέσου καὶ κρατίστου χαρακτῆρος οὗτοι ζηλωταὶ γενόμενοι μεγίστης δόξης ἔτυχον, ἵνα δείξαιμι, κἂν εἰ τῶν ἄλλων ἀμείνους εἰσί, Δημοσθένει γε οὐκ ἀξίους ὄντας ἁμιλλᾶσθαι περὶ τῶν ἀριστείων.

ὀλίγα τούτοις ἔτι προσθεὶς περὶ τῆς λέξεως, ἐπὶ τὸ καταλειπόμενον τῆς --- θεωρίας μέρος μεταβήσομαι, ταῦτα δὲ ἕστιν, ἃ τοῖς τρισὶ πλάσμασιν [*](1 ἀστοχεῖν ἕκαστον Vliet: ἀδέκαστον 3 τοῦτο B 5 γε- ναίσθαι P 6 ἑρμηνίαν B | κατασκευακέναι B 7 καὶ κατὰ] κατὰ BP 8 πίστοις P | τοῦτοδε P 12 λέξις P 14 πάσας τάς] πάσας M 16 καίτοι Kiessling: καὶ τῶν 17 εἰκότως B | ἐγίγνεταί μοι B 19 γενόμενοι B: γινόμενοι MP 20 δη- μοσθένη P 21 ἀξίοις B | ἀρίστων B initio | post ἀριστείων grauius, ante ταῦτα v 24 lenius interpunxi 23 lac X fere litt M προκειμένης suppl Usener 24 δὲ M: δ᾿ BPv | πλάγμασιν B)

204
ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην --- --- ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους ἢ Λυσίου, ἵνʼ εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος. δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένη λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης. τού|των γὰρ ἐν πάση κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ· ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσμτυς παρʼ αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον· κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον [*](1 ὁμοίως παρέπεται καὶ ἐπὶ παντὸς λόγου M B: ἔφην ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Pv | δημοσθενικοῦ BP: δὴ δημοσθενι- κοῦ M 2 lege χαρακτηρικὰ ἀναφαίρετα M1 ἀνυφέρετα BP sed ἀνυφαίρετα mg B 3 lacunam indicaui 4 ἤρειν P |τ[οοῖς] cum ras M Δημοσθένους om B ἢ Λυσίου seclusit Reiskius) [*](5 ἵν εῦνεὐ σύνοπτοἱ B | ἐν τῶ ἀνδρῶ (l ἁδρῷ) mg B 6 ἐξηλαγμένῃ B 10 χαρακτηρικωτάτους B χαρακτηριστικωτά- ταις V 11 ἀρετὰς B | ὑψιλῆς P 12 ἰσχὴν B 13 ἀπέριπ- τον B | in mg rubro ἐν τῶ ἰσχνῶ B 14 διαλάττειν B | βάρει] βάρυ P βαρβάρει B 15 στρυφνότητι v | τὸ] τῶ BP 16 χαρακτηριστικὰ v | πλάσματα P 18 ἐσκηκότων B ἠσκητων corr in ἠσκηκότων P ἐν τῶ μέσω B in mg rubro 19 ταυτὶ] ταύτην MBP ταῦτα Sylburgius 21 τε] τι B )
205
καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὅ τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν εὴν Δημοσθένους δύναμιν --- πεφυκότα??μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθʼ ὅ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν οὐχ ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάζεσθαι τὰς ἀρετὰς ταύτας (πάνυ γὰρ ἄτοπον), ἀλλʼ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.

φέρε δὴ τούτων εἰρημένων ἡμῖν λέγωμεν ἤδη καὶ 35 περὶ τῆς συνθέσεως τῶν ὀνομάτων ᾗ κέχρηται ὁ ἀνήρ. ὅτι μὲν οὖν περιττή τίς ἐστιν ἡ τῆς λέξεως τῆς Δημοσθένους ἁρμονία καὶ μακρῷ δή τινι διαλλάττουσα τὰς τῶν ἄλλων ῥητόρων, οὐκ ἐμὸς ὁ μῦθος. ἅπαντες γὰρ εὖ οἶδ᾿ ὅτι ταύτην αὐτῷ τὴν ἀρετὴν ἂν [*](1 δραστείριον corr in δραστήριον P 2 οὖν] πὖ B 4 hiatum notaui, supplementa incerta, ea uero quae secuntur haudquaquam interpolanda sunt 5 πλάσμασιν P 7 τοῖς χρόνοις τοῖς χωρίοις B, sed τοῖς χρόνοις lineola subducta deletur ἀξιώσειε Usener 8 κοινὴ B 9 πλάσμασι B τρίχας B 11 τε M: δὲ BP om v 12 χρῆσιν M2: χρὴ M1BP 15 οὐχ add Reiskius 17 ἀλλʼ ὡς Reiskius: ἄλλως | δέον Reiskius: δὲ 18 δὴ] δὲ Pv | λέγομεν MB 19 περὶ τῆς συνθέσεως addit Reiskiana ἧ] ἢ B 21 ἀρμονία B | μακρῶν B 23 ἀρε- τὴν] λέξιν sed in mg m rec ἀρετὴν BP | ἂν om BPv )

206
μαρτυρήσειαν, ὅσοι μὴ παντάπασι πολιτικῶν εἰσιν ἄπειροι λόγων, ὅπου γε καὶ οἱ κατὰ τὴν αὐτὴν ἡλικίαν ἀκμάσαντες ἐκείνῳ θαυμάζοντές τε δῆλοί εἰσιν αὐτὸν καὶ ζηλοῦντες ταύτης μάλιστα τῆς εὐτεχνίας, καίτοι τινὲς οὐδʼ οἰκείως διακείμενοι πρὸς αὐτόν, ὥστε κολακείας ἐξενέγκασθαι δόξαν, ἀλλʼ ἔνιοί γε καὶ σφόδρα ἀπεχθεῖς καὶ ἀδιαλλάκτους ἐπανῃρημένοι πολέμους. ὧν ἦν Αἰσχίνης ὁ ῥήτωρ, ἀνὴρ λαμπροτάτῃ φύσει περὶ λόγους χρησάμενος, ὃς οὐ πολὺ ἂν ἀπέχειν δοκεῖ τῶν ἄλλων ῥητόρων καὶ μετὰ Δημοσθένην μηδενὸς δεύτερος ἀριθμεῖσθαι. οὗτος μὲν δὴ τῆς ἄλλης δεινότητος, ἣ περὶ τὸν ἄνδρα τοῦτον ἐγένετο κατὰ τὸ λεκτικόν, ἔστιν ἃ διακνίζει καὶ συκοφαντεῖ, πρᾶγμα ἐχθροῦ ποιῶν. καὶ γὰρ καινότητα ὀνομάτων καὶ ἀηδίαν καὶ περιεργίαν καὶ τὸ σκοτεινὸν δὴ τοῦτο καὶ πικρὸν καὶ ἄλλα πολλὰ τοιαῦτα προστρίβεται αὐτῷ, βασκαίνων μέν, ὥσπερ ἔφην, καὶ ταῦτα, ὅμως δʼ οὖν ἀφορμάς γέ τινας τοῦ συκοφαντεῖν εὐλόγους λαμβάνων. περὶ δὲ τῆς συνθέσεως τῶν ὀνομάτων οὐδὲν οὔτε [*](1 μαρτηρήσειαν BP 2 ἄποἵροι Β 3 θαυμάζοντές τε Reiakius: θαυμάζοντες δὲ ΜΡ θαυμάζοντες Bv 4 αὐτοῦ v καὶ ζηλοῦντες Reiskius: καλοῦντες ταύτης Μ: ταύτην BPv | τὴν εὐτεχνίαν v 5 καίτοι τινὲς] καί τινες καί τινες 3 sed prius lineola sublatum οἰκείως] οἴκοι B ὀκειουδίως (ex uaria lectione οἰκείως ἰδίως?) P sed διως lineola deletur 6 ἄλλοι γε P1 καὶ σφόδρα ἐπαχθεῖς bis P 7 ἐπαχθεῖς MBPv | διαλ- λάκτους P 8 in imo mg codicis B, cum ὧν uocabulo pagina finiatur, corrector rubro haec uerba quasi uersum suppleturus scripsit: ὥσπερ ξένοι χαίρουσιν ᾔδειν πατρίδα καὶ οἱ βασϊ)) [*](9 οὐ πολὺ ἂν ἀπέχειν uerba frustra temptantur | δοκῆ MBP δοκοίη Kiessling 10 ῥήματα ῥητόρων B 11 οὗτος δὴ τῆς μὲν Reiskius 12 comma, quod post ἐγένετο erat, post λεκτικόν promoui 13 ἔστιν ἃ Reiskius: ἔτι 14 ἐχροῦ P ἀηδίαν M: ἀηδεῖαν P ἀθείαν in mg ἀηδίαν B 15 σκοτινὸν B δὴ] δεῖ B 19 post οὕτε μεῖζον deesse οὔτʼ ἔλαττον Sylburgius uidit praeterea uerbum uelut ἁλίσκεται desideratur )
207
μεῖζον --- ἢ καταγέλωτα φέρων. καὶ οὐχὶ τοῦτό πω θαυμάζειν ἄξιονγ, ἀλλʼ ὅτι καὶ μαρτυρῶν πολλαχῇ τὴν ἀρετὴν τῷ ῥήτορι κατάδηλός ἐστι καὶ ζηλῶν. φανερὸν δὲ τοῦτο γένοιτʼ ἂν ἐξ ὧν αὐτὸς εἴρηκε, τότε μὲν οὕτω πως γράφων· Ὅταν δὲ ἄνθρωπος ἐξ ὀνομάτων συγκείμενος καὶ τούτων πικρῶν καὶ περιέργωνʼ (ἐν γὰρ δὴ τούτοις οὐ τὴν ἐκλογὴν ἐπαινεῖ τῶν ὀνομά αὐτοῦ, μὰ Δία· τίς γὰρ ἂν γένοιτο πικρᾶς | καὶ περιέργου ζῆλος ὀνομασίας;), ἐν ἀηδία ἑτέρῳ δὲ τόπῳ οὑτωσὶ λέγων· ‘Ὡς ὑμᾶς ὀρρωδῶ κακῶς πάσχοντας, τὴν σύνθεσιν τῶν Δημοσθένους ὀνομάτων ἀγαπήσαντας.ʼ καὶ γὰρ ἐνταῦθα πάλιν οὐ δέδοικε, μὴ τὸ κάλλος καὶ τὴν μεγαλοπρέπειαν αὐτοῦ τῶν ὀνομάτων ἀγαπή σωσιν Ἀθηναῖοι, ἀλλὰ μὴ λάθωσιν ὑπὸ τῆς συνθέσεως γοητευθέντες, ὥστε καὶ τῶν φανερῶν αὐτὸν ἀδικηἀφεῖναι διὰ τὰς σειρῆνας τὰς ἐπὶ τῆς ἁρμονίας. ἐκ δὲ τούτων οὐ χαλεπὸν ἰδεῖν, ὅτι δεινότητα μὲν αὐτῷ, ὅσην οὐχ ἑτέρῳ, μαρτυρῶν καὶ ταῖς σειρῆσιν ἀπεικάζων αὐτοῦ τὴν μουσικήν, ἀγάμενος δὲ οὐ τῆς [*](5 Aeschines III 229 10 ibid 142) [*](1 καταγέλωτα B: κατὰ γέλωτα M καγέλωτα P | φέρων Sylburgius: φέρον καὶ Reiskius: ἢ 2 ἄξιον addit mg Bodl sed malim ἱκανόν 3 ταύτην addit Krüger κατάδηλας B et P initio 4 αὐτοῖς P εἴρηκεν BP 6 πικρῶς P 7 οὐ τὴν] αὐτὴν v 8 νὴ Δία v 9 post ὀνομασίας Kiessling interpunxit ἀηδία (═ μὰ δία vitio repetitum) seclusi τόπῳ] λόγῳ πως MBP λόγῳ οὑτωσί πως Sylburgius v. locum ex memoria lau- dare uidetur Dionysius, idem errans infra u 18 cf Aesch III 228) [*](14 μὴ] μὸ P λάθωσι SP ὁπὸ Sylburgius: ἀπὸ 15 γονη- τευθεν γοητευθέντες P sed illud linea subducta deletur γουτευ- θέντος B 16 ἀρῆναι B σειρήνας M 17 δὲ] δὴ Krüger ἰδεῖν] δεῖν B 18 uerbis οὐχ ἑτερῳ fol 64 codicia P terminatur, cuius in imo mg δοκείμειων τοῦ κον|διλίου καὶ τοῦ | σειρή- σιν M)
208
ἐκλογῆς τῶν ὀνομάτων αὐτόν, ἀλλὰ τῆς συνθέσεως, ἀναμφιλόγως αὐτῷ ταύτην παρακεχώρηκε τὴν ἀρετήν.

τουτὶ μὲν οὖν τὸ μέρος, ὡς οὐ πολλοῦ λόγου δεόμενον, λέγω δὴ τὸ περιττὸν εἶναι συνθέτην ὀνομάτων τὸν Δημοσθένην, μαρτυρίαις τε ἀξιοχρέοις καὶ τῷ μηδένα τἀναντία ἔχειν εἰπεῖν βεβαιούμενον ἐάσω. τίς δὲ ὁ τῆς ἁρμονίας αὐτοῦ χυαρακτὴρ καὶ ἀπὸ ποίας γέγονεν ἐπιτηδεύσεως τοιοῦτος καὶ πῶς ἄν τις αὐτὸν διαγνοίη παρεξετάζων ἑτέροις, ταυτὶ πειράσομαι λέγειν, ἐκεῖνα προειπών. Πολλή τις ἐγένετο ἐν τοῖς ἀρχαίοις ἐπιθυμία καὶ πρόνοια τοῦ καλῶς ἁρμόττειν τὰ ὀνόματα ἔν τε μέτροις καὶ δίχα μέτρων, καὶ πάντες, ὅσοι σπουδαίας ἐβουλήθησαν ἐξενεγκεῖν γραφάς, οὐ μόνον ἐζήτησαν ὀνομάσαι τὰ νοήματα καλῶς, ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα εὐκόσμῳ συνθέσει περιλαβεῖν· πλὴν οὐ τὴν αὐτήν γε πάντες ἐπετήδευσαν ἁρμονίαν, ὥστʼ οὐδὲ κατὰ τὰς αὐτὰς ἦλθον ἅπαντες ὁδούς. τούτου δʼ αἰτίας οἴομαι γενέσθαι πολλάς. πρώτην μὲν τὴν ἑκάστου φύσιν, ἧ ἄλλοι πρὸς ἄλλα πεφύκαμεν εὖ, δευτέραν δὲ τὴν ἐκ λόγου καὶ προαιρέσεως ἐμφυομένην δόξαν, δι’ἣν τὰ μὲν ἀσπαζόμεθα, τοῖς δʼ ἐπαχθόμεθα, τρίτην δὲ τὴν ἐκ συνηθείας χρονίου κατασκευαζομένην ὑπόληψιν ὡς σπουδῆς ἀξίων, ὧν ἂν τοὺς ἐθισμοὺς λάβωμεν, τετάρτην ἔτι τὴν πρὸς οὓς ἂν φι| λοτιμούμενοι τυγχάνωμεν, [*](2 ταύτην] τά| την B sed ταύτην in mg, ταύτην παρὰ ταύ- την P κεχώρικε P 4 δὴ] δὲ Krüger 5 ἀξιονχρέοις P 6 ἔχει εἰπει P 7 ἁρμονίας B 9 ταυτὶ Sadaeus: ταύτη 12 ὅσοι Krüger: οι supra addito ὅσ M οἱ BP οἳ v 15 τὰ ὀνό- ματα addidi ἐν κόσμῳ B 16 ὡς Usener ὥστε BP 17 ελθον B) [*](18 οἶομαι B γεναίσθαι P πρώτην Krüger: πρῶτον 19 εὖ] οὖ P 21 ἐπαχθόμεθα Vliet: ἀπεχθόμεθα 23 σπουδῆς] που- δᾶς B ἐθισμορ B 24 ἔτι Sylburgius: ἐπὶ πρὸς οὓς ἂν mg Bodl: προσοῦσαν τυγχάνωμεν Krüger: τυγχάνομεν )

209
ὁποῖʼ ἄττα ἂν ἐκεῖνοι ζηλῶσιν, ἀναφοράν τε καὶ μίμησιν· ἔχοι δʼ ἂν τις καὶ ἄλλα λέγειν, ἀλλὰ ἐγὼ τὰ φανερώτατα εἰπὼν ἐῶ τὰ λοιπά. ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἲ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, ἧ πανηγύρεις τε κηλοῦνται καὶ ὁ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφʼ ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.