τρεῖς γὰρ δὴ συνθέσεως σπουδαίας χαρακτῆρες 37 οὗτοι οἱ γενικώτατοι, οἱ δʼ ἄλλοι παρὰ τούτους τε καὶ ἀπὸ τούτων εἰσὶ κατεσκευασμένοι, πολλοὶ σφόδρα ὄντες, ἐπιτάσει τε καὶ ἀνέσει διαφέροντες ἀλλήλων. εἰλικρινὴς μὲν οὖν ἁρμονία καὶ ἀκραιφνὴς χαρακτὴρ κατὰ πᾶν οὐκ ἂν εὑρεθείη παρʼ οὐδενὶ οὔτε ἐμμέτρων οὔτε πεζῶν ποιητῇ λόγων, οὐδὲ χρὴ μαρτύρια τοιαῦτα παρʼ οὐδενὸς ἀπαιτεῖν. ὅπου γὰρ οὐδὲ τῶν στοιχείων τῶν πρώτων, ἐξ ὧν ἡ τοῦ παντὸς συνέστη φύσις, γῆς τε καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, οὐδὲν εἰλικρινές ἐστιν, ἀλλὰ πάντα μετέχει πάντων, ὠνόμασται δʼ ἕκαστον αὐτῶν κατὰ τὸ πλεονάζον, τί θαυμαστόν, εἰ αἱ τῆς λέξεως ἁρμονίαι τρεῖς οὖσαι τὸν ἀριθμὸν οὐκ ἔχουσιν εἰλικρινῆ τὴν φύσιν οὐδʼ ἀνεπίμικτον, ἀλλʼ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ συμβεβηκότων αὐτοῖς ὀνόματός [*](1 ἄττα Sylburgius: αὐτὰ 4 (καὶ φίλαν) καὶ φιλάρχαιον P) [*](5 σεμνὸν B | ἐπετήδευσαν malim 6 ἀρμονίαν B | λισυ- ρᾶν B 7 μαλακὸν Sylburgius: μάλα 8 συμφοτὸς B 9 τὰ χρησιμώτατα, τὴν Krüger: χρησιμωτάτην 12 δὲ BP 15 ἀρ- μονία B | ἀκραιφνὴν B 19 πρώτου B 21 ἕκαστων B 24 φύσην B | ἂν ἐπίμικτον BP 25 συνβεβηκότων B )
210
τε ἠξίωνται καὶ χαρακτῆρος ἰδίου; ὥσθʼ, ὅταν παρέχωμαι δείγματα ἑκάστης καὶ μαρτύρια φέρω, λέξεις τινὰς παρατιθεὶς τῶν χρησαμένων αὐταῖς ποιητῶν τε καὶ συγγραφέων, μηδεὶς συκοφαντείτω τὰς ἐπιπλοκὰς καὶ τὰς κατὰ μόρια ποιότητας αὐτῶν, ἀλλὰ κατὰ τὸ πλεονάζον ἕκαστον τῶν παραλαμβανομένων σκοπείτω, τεκμαιρόμενος, εἰ πολλαχῇ τοιοῦτόν ἐστι τὸ δεικνύμενον, οὐκ εἰ ἀπανταχῇ. |
38 τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε ὁ χαρακτήρ· ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ μακροσυλλάβοις--- καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα ἀπὸ τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων παραθέσεις, ὅταν ἥ τε προηγουμένη λέξις εἰς ἓν τούτων λήγῃ καὶ ἡ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἧν χρόνον τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ μηδεὶς εἴπῃ· ‘τί δὲ τοῦτό ἐστιν, ἢ πῶς ἄν τις γένοιτο χρόνος, ὃς --- μεταθῇ ὀνόματα ἀπ’ ἀλλήλων διεστάναι κατὰ τὰς τῶν φωνηέντων συμβολάς;’ δείκνυται γὰρ ὑπό τε μουσικῶν καὶ μετρικῶν ὁ διὰ μέσου τῶν [*](1 τʼ P | παρέχομαι BP 5 ποιήτητάς P 6 παραλαμβα- νόντων BPv 8 lege πανταχῇ 9 ὁ ἁδρὸς mg rubro M 12 μικροσυλλάβοις P | τὰς ἔδρας — βεβηκυίας Sylburgius, tum ὥστε pro καὶ Usener. an ἀσφαλέσι καὶ pro αὐτῶν εἶναι? | πλουσίως] πλατέως Sylburgius 13 δὲ BP 15 ἀπὸ om Sylburgius | αἱ τῶν ἑτέρων αἰ τῶν φωνηέντων B 16 ἥ τε] εἴ τε BP 17 τούτων] τούτων τινὸς λαμβάνη B | λήγῃ] λήγει BP | καὶ bis P 18 ἦν Usener: εἶναι | χρόνων P1 21 fort χρόνος οἷός τε συναφῆ ὀν. ἀπʼ ἀ. διιστάναι Usener an ὃς αἴτιος εἴη κτλ? 23 μουσικῶ BP )
211
φωνηέντων χρόνος ἑτέρων παρεμβολῇ γραμμάτων ἡμιφώνων ἀναπληροῦσθαι δυνάμενος. | τοῦτο δʼ οὐκ ἂν ἐγίγνετο μὴ σιωπῆς τινος ἀξιολόγου διειργούσης τὰ φωνήεντα ἀπʼ ἀλλήλων. πρῶτον μὲν δὴ τοῦτο τῆς ἁρμονίας ταύτης ἐστὶν ἰδίωμα ὡς ἐπὶ τὸ πολύ. ἕτερον δὲ τοιοῦτον· ἀνακοπὰς καὶ ἀντιστηριγμοὺς λαμβάνειν καὶ τραχύτητας ἐν ταῖς συμπλοκαῖς τῶν ὀνομάτων ἐπιστυφούσας τὴν ἀκοὴν ἡσυχῇ βούλεται. ἐνταῦθα πάλιν ἡ τῶν ἀφώνων τε καὶ ἡμιφώνων γραμμάτων δύναμις αἰτία, ὁπότʼ ἂν τὰ λήγοντα τῶν ἡγουμένων μορίων ἦ γράμματα
--- τοῖς ἡγουμένοις ὡς μηδὲν τῶν ἐπιφερομένων μήτε συναλείφεσθαι μήτε συγχεῖσθαι φύσιν ἔχῃ. πολὺ γὰρ δὴ τὸ ἀντίτυπον ἐν ταῖς τούτων συμβολαῖς γίνεται, ὥσπερ γε καὶ ἐν αὐτοῖς τοῖς ὀνόμασιν, ὅταν ἐκ τῶν τραχυνόντων τὴν φωνὴν γραμμάτων αἱ καλούμεναι συλλαβαὶ συντεθῶσι. πολλῆς δέ τινος ἐνταῦθα δεῖ τῆς τεχνήσεως, ἵνα μὴ κακόφωνοι μηδὲ ἀηδεῖς μηδὲ ἄλλην τινὰ ὄχλησιν ἐπενεγκάμεναι ταῖς ἀκοαῖς λάθωσιν αἱ τοιαῦται συζυγίαι, ἀλλʼ ἐπανθῇ τις αὐταῖς χνοῦς ἀρχαιοπινὴς καὶ χάρις ἀβίαστος. ἀρκεῖ γάρ, ὡς ἐν εἰδόσι λέγοντας, ὅτι φύσιν ἔχει μηδὲν τῶν σπουδαίων ῥημάτων ἄμοιρον ὥρας εἶναι καὶ χάριτος ἰδίας, τοσοῦτον μόνον εἰπεῖν.
ἐν μὲν δὴ τοῖς ἐλαχίστοις τε καὶ στοιχειώδεσι μορίοις 39 τῆς λέξεως ταῦτα χαρακτηρικὰ τῆς πρώτης ἐστὶν [*](6 ἀντιστηρισμοὺς P 7 τραχύτητα BP 9 ἡμιφώνων Sylburgius: ἐμφώνων MB ἐμφύνων P 11 μηρίων B | la- cunam indicauit, ὡς seclusit Usener 12 συνχεῖσθαι B συγχρεῖσθαι P 14 (λαμβανομένων) συμβολαῖς P | τοῖς om v) [*](17 κακόφωνον μηδʼ ἀηδὲς Sylburgius v 18 ἐνεγχάμεναι B in textu, Pv 19 an φανῶσιν? 20 χνοῦς] γνοῦς BP 21 εἰδόσιν BP)
212
ἁρμονίας, ἐν δὲ τοῖς καλουμένοις κώλοις, ἃ συντίθεται μὲν ἐκ τῶν ὀνομάτων, συμπληροῖ δὲ τὰς περιόδους, οὐ μόνον ταῦτα, ἀλλὰ καὶ ⟨τὸ⟩ τοὺς ῥυθμοὺς τοὺς καταμετροῦντας αὐτὰ μὴ τραπεινοὺς μηδὲ μαλθακοὺς μηδʼ ἀγεννεῖς εἶναι, ὑψηλοὺς δὲ καὶ ἀνδρώδεις καὶ μεγαλοπρεπεῖς. οὐ γὰρ δὴ φαῦλόν τι πρᾶγμα ῥυθμὸς ἐν λόγοις οὐδὲ προσθήκης τινὸς μοῖραν ἔχον οὐκ ἀναγκαίας, ἀλλʼ εἰ δεῖ τἀληθές, ὡς ἐμὴ δόξα, εἰπεῖν, ἀπάντων κυριώτατον τῶν γοητεύειν δυναμένων καὶ κηλεῖν τὰς ἀκοάς. πρὸς δὲ τοῖς ῥυθμοῖς καὶ τὸ τοὺς σχηματισμοὺς τῶν ἐννοιῶν γενναίους εἶναι καὶ ἀξιωματικοὺς οὐ μόνον τοὺς κατὰ τὰς νοήσεις ἀλλὰ καὶ κατʼ αὐτὴν τὴν λέξιν συνισταμένους. ἐξαριθμεῖσθαι δὲ νῦν, ὅσα γένη σχηματισμῶν ἐστι τῶν τε κατωνομασμένων καὶ τῶν ἀκατονομάστων, καὶ τίσιν αὐτῶν ἡ τοιαύτη μάλιστα πέφυκεν ἁρμονία χαίρειν, οὐκ ἔχω καιρόν. ἔτι τῆς ἁρμονίας ταύτης οἰκεῖόν ἐστι καὶ τὸ τὰς περιόδους αὐτουργούς τινας εἶναι καὶ ἀφελεῖς καὶ μήτε συναπαρτιζούσας ἑαυταῖς τὸν νοῦν μήτε συμμεμετρημένας τῷ πνεύματι τοῦ λέγοντος μηδέ γε παραπληρώμασι τῶν ὀνομάτων οὐκ ἀναγκαίοις ὡς πρὸς τὴν ὑποκειμένην διάνοιαν χρωμένας μηδʼ εἰς θεατρικούς τινας καὶ γλαφυροὺς καταληγούσας ῥυθμούς. καθόλου δέ γε οὐδὲ ἀσπάζεται τὸ ἐμπερίοδον ἥδε ἡ σύνθεσις ὡς τὰ πολλά, ἀποιήτως δέ πως καὶ ἀφελῶς καὶ τὰ πλείω
[*](1 συντίθεται Sylburgius: συντίθενται 3 τὸ add Reiskius) [*](4 μετὰ πεινοὺς B 5 εἰγεννεῖς BP ἀγενεῖς v 7 προσθή- κας BP | μοίραν M ἔχων BP 9 καὶ om P | καλεῖν BP 10 χηματισμοὺς BP 11 τῶν ἐννοιῶν deleuit Krüger | ἀξιω- ματισμοὺς ἀξιωματικοὺς P 12 καὶ κατʼ] καὶ τ᾿ P 15 ἀκα- τονομάτων B 16 ἁρμονία B ut plerumque 17 ἔτι] ἐπεὶ MBPv | ἁρμονία B 19 συναπαρτιζούσας L. Dindorf: συναρ- παζούσας τοινοῦν P | συμμετρομένας P συμμετρουμένας v ) 213
κομματικῶς κατεσκευάσθαι βούλεται, παράδειγμα ποιουμένη τὴν ἀκατάσκευον φύσιν. εἰ δέ ποτε ἀκολουθήσειεν τοῖς ἀνεπιτηδεύτως συντιθεμένοις κώλοις ἢ | περιόδοις ἢ βάσεσιν εἄρυθμος, τὸ συμβὰν ἐκ τῆς αὐτομάτου τύχης οὐκ ἀπωθεῖται. καὶ ταῦτα δʼ ἔτι τῆς ἀρχαίας καὶ αὐστηρᾶς ἁρμονίας ἐστὶ χαρακτηρικά· τὸ μήτε συνδέσμοις χρῆσθαι πολλοῖς μήτʼ ἄρθροις συνεχέσιν ἀλλʼ ἔστιν ὅτε καὶ τῶν ἀναγκαίων ἐλάττοσιν, τὸ μὴ χρονίζειν ἐπὶ τῶν αὐτῶν πτώσεων τὸν λόγον ἀλλὰ θαμινὰ μεταπίπτειν, τὸ τῆς ἀκολουθίας τῶν προεξενεχθέντων ὑπεροπτικῶς ἔχειν τὴν φράσιν μηδὲ κατʼ ἄλληλα, τὸ περιττῶς καὶ ἰδίως καὶ μὴ κατὰ τὴν ὑπόληψιν ἢ βούλησιν τῶν πολλῶν συζεύγνυσθαι τὰ μόρια. καὶ παραδείγματα δὲ αὐτῆς ποιητῶν μὲν καὶ μελοποιῶν ἥ τʼ Αἰσχύλου λέξις ὀλίγου δεῖν πᾶσα καὶ ἡ Πινδάρου, χωρὶς ὅτι μὴ τὰ Παρθένεια καὶ εἴ τινα τούτοις ὁμοίας ἀπαιτεῖ κατασκευάς· διαφαίνεται δέ τις ὑμοία κἀν τούτοις | εὐγένεια καὶ σεμνότης ἁρμονίας τὸν ἀρχαῖον φυλάττουσα πίνον. συγγραφέων δὲ λαμπρότατός τε καὶ μάλιστα τῶν ἄλλων κατορθῶν περὶ ταύτην τὴν ἰδέαν Θουκυδίδης. εἰ δέ τῳ δοκεῖ μαρτυρίων ἔτι δεῖν
[*](1 κατεσκευάσθαι] τὴν ἀκατασκεύασθον B 2 εἰ] ἐ B | ἀκολουθή|εν B in extrema pagina 3 ἀνεπιτηδεύτως συντιθε- μένοις M: ἀνευπιτηδεύτως συντιθεμένοις β ἀνευ πιτοθεμένοις Pv 4 περίοδος ἢ βάσις Usener | εὔρυθμον Reiskius: εὐρύθμοις συμβᾶν B 8 ἐλάττοσι Pv | τὸ Sylburgius: τοῦ 9 πτόσεων P) [*](10 μεταπίπτειν Sylburgius: μεταπέμπειν | τὸ Sylburgius: τῶ | ἀκολουθείας B 11 ὑπεροπτικῶς ἔχειν τὴν φράσιν, μηδὲ κατάλληλον, τὸ περιττῶς] ὑπεριττῶς B | κατʼ ἄλληλα] κατάλλη- λον Mv ἀκατάλληλον P 12 τὸ Sylburgius: τῶ | post κατὰ in P spatium fere VI litt 13 συνεύγνυσθαι B 14 μὲν] τὲ sed in mg μὲν B 15 τε BP | λέξις ὀλίξις P 16 μὴ τὰ M: μετὰ BPv | τινα Sylburgius: τινας | ὁμοίας — δέ τις omisit Pv 17 ὁμοία] ὅμοια P 19 πῖνον MBPv 21 μαρτύρων B ) 214
τῷ λόγῳ, παρελθὼν τοὺς ποιητὰς ἐκ τῆς Θουκυδίδου λέξεως ταυτί
--- Τούτου δὲ τοῦ πολέμου μῆκός τε μέγα προὔβη, παθήματά τε ξυνέβη γενέσθαι τῇ Ἑλλάδι πολλὰ οἷα οὐχ ἕτερα ἐν ἴσῳ χρόνῳ. οὕτε γὰρ πόλεις τοσαίδε ληφθεῖσαι ἠρημώθησαν αἳ μὲν ὑπὸ βαρβάρων, αἳ δὲ ὑπὸ σφῶν αὐτῶν ἀντιπολεμούντων, εἰσὶ δὲ αἳ καὶ οἰκήτορας μετέβαλον ἁλισκόμεναι, οὔτε φυγαὶ τοσαίδε ἀνθρώπων καὶ φόνος ὃ μὲν κατʼ αὐτὸν τὸν πόλεμον, ὃ δὲ διὰ τὸ στασιάζειν. τά τε πρότερον ἀκοῇ μὲν λεγόμενα, ἔργῳ δὲ σπανιώτερον βεβαιούμενα οὐκ ἄπιστα κατέστη σεισμῶν τε πέρι, οἳ ἐπὶ πλεῖστον ἅμα μέρος γῆς καὶ ἰσχυρότατοι οἱ αὐτοὶ ἐπέσχον, ἡλίου τʼ ἐκλείψεις, | αἳ πυκνότεραι παρὰ τὰ ἐκ τοῦ πρὶν χρόνου μνημονευόμενα συνέβησαν, αὐχμοί τʼ ἔστιν παρʼ οἷς μεγάλοι καὶ ἀπʼ αὐτῶν καὶ λιμοὶ καὶ ἡ οὐχ ἥκιστα βλάψασα καὶ μέρος τι φθείρασα ἡ λοιμώδης νόσος.ʼ ἡ μὲν δὴ πρώτη τῶν ἁρμονιῶν ἡ γεννικὴ καὶ αὐστηρὰ καὶ μεγαλόφρων καὶ τὸ ἀρχαιοπρεπὲς διώκουσα τοιάδε τίς ἐστι κατὰ τὸν χαρακτῆρα.
40 ἡ δὲ μετὰ ταύτην ἡ γλαφυρὰ καὶ θεατρικὴ καὶ τὸ κομψὸν αἱρουμένη πρὸ τοῦ σεμνοῦ τοιαύτη· ὀνομάτων αἰεὶ βούλεται λαμβάνειν τὰ λειότατα καὶ μαλακώτατα, τὴν εὐφωνίαν θηρωμένη καὶ τὴν εὐμέλειαν, ἐξ αὐτῶν δὲ τὸ ἡδύ. ἔπειτα οὐχ ὡς ἔτυχεν ἀξιοῖ ταῦτα [*](2 Thucydides I 23, 14) [*](2 λέξεων B | hiatum Reiskius sensit 3 ξυνηνέχθη Θ et ∠ de Thuc p 860 | ἐν αὐτῷ post γενέσθαι inserit v ex Θ et ∠ p 860 4 πολλά om Θ et ∠ p 860 5 λειφθεῖσαι P | ὑπὸ om v ὑπὸ B 14 συνέβησαν v M p 861 15 καὶ οὐχ ἥκιστα καὶ ἡ v ἡ in Θ om ABEF 16 βλέψασα B 17 γε- νικὴ MBPv 20 ἡ inseruit Krüger 23 εὐμέλειαν Syl- burgius: ἐκμέλειαν P ἐμμέλειαν MB)
215
τιθέναι οὐδὲ ἀπερισκέπτως συναρμόττειν θάτερα τοῖς ἑτέροις, ἀλλὰ διακρίνουσα τὰ ποῖα τοῖς ποίοις καὶ παρα|τιθέμενα μουσικωτέρους ποιεῖν δυνήσεται τοὺς ὔχους, καὶ σκοποῦσα κατὰ ποῖον σχῆμα ληφθέντα χαριεστέρας ἀποτελέσει τὰς συζυγίας, οὕτως συναρμόττειν ἕκαστα πειρᾶται, πολλὴν σφόδρα ποιουμένη φροντίδα τοῦ συνεξέσθαι καὶ συνηλεῖφθαι καὶ προπετεῖς ἀπάντων αὐτῶν εἶναι τὰς ἁρμονίας. καὶ διὰ τοῦτο φεύγει μὲν ἁπάσῃ σπουδῇ τὰς τῶν φωνηέντων συμβολὰς ὡς τὴν λειότητα καὶ τὴν εὐέπειαν διασπώσας, φεύγει δέ, ὅση δύναμις αὐτῇ, τῶν ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων τὰς συζυγίας, ὅσαι τραχύνουσι τοὺς ἤχους καὶ ταράττειν δύνανται τὰς ἀκοάς. ἐπειδὴ γὰρ οὐκ ἐνδέχεται πᾶσαν σημαίνουσαν σῶμα ἢ πρᾶγμα λέξιν ἐξ εὐφώνων συγκεῖσθαι γραμμάτων καὶ μαλακῶν, ἀλλʼ ἐνίοτε συγκεῖσθαι τὰς αὐτὰς καὶ κακῶς ἐνδέχεται, ὃ μὴ δίδωσιν ἡ φύσις, τοῦτο πειρᾶται λαμβάνειν ταῖς συζυγίαις αὐταῖς καὶ οὕτω τὰς φωνὰς ποιεῖν ἡδίους καὶ μαλακωτέρας. καὶ δῆτα καὶ παρεμβάλλειν αὖ ταῖς ἀναγκαίαις τινὰς ἑτέρας λέξεις ὑπομένει πρὸς τὸν ὑποκείμενον νοῦν οὔτʼ ἀναγκαίας οὔτ᾿ ἴσως χρησίμας, δεσμοῦ δέ τινος ἢ κόλλης τάξιν ταῖς
[*](2 ἀλλὰ—ποίοις om B | τὰ ποῖα τοῖς ποίοις παρατιθέμενα Syl- burgius: τὰ ποιὰ τοῖς ἀποίοις καὶ παρατιθεμένη 3 μουσικωτά- τους MBP: corr Usener 6 πεινρᾶται B 7 συνειλῆφθαι MBP: corr Reiskius προσπετεῖς BPv 9 φεύγει μὲν ἂν P1 10 ἐνέ- πειαν P ἀνέπειαν B 12 post γραμμάτων lac XI litt M 13 δύνα- ται B 14 ἢ om P 15 ἐξ ἀφώνων M | συγκεῖσθαι—γραμμάτων om BPv add mg M2 16 τὰς αὐτὰς] τινὰς Usener 17 μὴ Krüger: δὴ 18 αὐτῶν Usener | post καὶ in M lac X—XII litt nulla lac in BP: suppleui 19 καὶ δῆτα—ἑτέρας om Pv | παρεμβάλλειν M: παραλαμβάνειν B 20 αὖ ταῖς] αὐταῖς MB | ἀναγκαίαις suppleui, lac VII litt M, nulla lac B cf ep ad Pomp. 785 | λέξις B) 216
πρὸ αὐτῶν καὶ μετʼ αὐτὰς κειμέναις ὀνομασίαις παρεξομένας, ἵνα μὴ συναπτόμεναι πρὸς ἀλλήλας αἱ καταλήγουσαί τε εἰς τραχὺ γράμμα καὶ αἱ τὴν ἀρχὴν ἀπό τινος τοιούτου λαμβάνουσαι σπαδονισμοὺς τῶν ἤχῶν ποιῶσι καὶ ἀντιτυπίας, τῇ δὲ παρεμπιπτούσῃ λέξει προσαναπαυόμεναι μαλακοὺς φαίνεσθαι ποιῶσι τοὺς ἤχους καὶ συνεχεῖς. τὸ γὰρ ὅλον ἐστὶν αὐτῆς βούλημα καὶ ἡ πολλὴ πραγματεία περὶ τὸ συσπασθῆναί τε καὶ συνυφάνθαι πάντα τὰ μόρια τῆς περιόδου, μιᾶς λέξεως ἀποτελοῦντα φαντασίαν, καὶ ἔτι πρὸς τούτῳ περὶ τὸ πᾶσαν εἶναι τὴν λέξιν, ὥσπερ ἐν ταῖς μουσικαῖς συμφωνίαις, ἡδεῖαν καὶ λιγυράν. τούτων δὲ τὸ μὲν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι ποιοῦσι, τὸ δʼ αἱ τῶν γραμμάτων δυνάμεις οἰκείως ἐχόντων πρὸς ἄλληλα ταῖς κατὰ τοὺς νόμους συμπαθείαις, ὑπὲρ ὧν ἑτέρας ἐπιστήμης ἡ θεωρία. ἐπιτρόχαλος δή τις γίνεται καὶ καταφερὴς ἡ ῥύσις τῆς λέξεως, ὥσπερ κατὰ πρανοῦς φερόμενα χωρίου νάματα μηδενὸς αὐτοῖς ἀντικρούοντος, καὶ διαρρεῖ διὰ τῆς ἀκοῆς ἡδέως πως καὶ ἀσπαστῶς οὐδὲν ἧττον ἢ τὰ διʼ ᾠδῆς καὶ ὀργάνου μουσωθέντα κρούματα καὶ μέλη. ἔτι τῆς συνθέσεως ταύτης ἐστὶ καὶ τὰ κῶλα δεινῶς ποιήμασιν ἐμφερῆ, μαλακόφωνα καὶ λεῖα, πολὺ τὸ κωτίλον ἔχοντα,
[*](1 μετʼ αὐτὰς Reiskius: μετὰ ταύτας 3 καταλλήγοθσαί B 4 τινοςος B 6 προσἀνναπαυόμεναι B 8 συσπαθῆναι B συσταθῆναι Usener 9 συνηφᾶνθαι M | μόρια M: μηρία B μοιρια P | τῆς περο τῆς περιόδου B 11 τοῦτο BP 13 αἱ τῶν] αὐτῶν B | ποιοῦσιν B 14 γραμμάτων Krüger: πραγμά- των | δύαμις B | οἰκείων B 15 κ[α]τὰ cum ras M κατὰ τὸ στόμα Usener 16 ἡ add Krüger | θεωρίας P | [ἐ]πιτρόχαλος cum ras M 18 νάματα Kiessling: σώματα | αὐτοῖς M: αὐτῆς BPv 19 ἀντικρούοντος Sylburgius: ἀνακρούοντος 22 ἐστὶ] ἐστὶν BP | δειν ὡς ἀποιήμασιν B δεἵν ἀποιήμασιν P δεινὰ ποιήμασιν M δεῖνα ποιήμασιν v ) 217
κατά τινα φιλότητα φυσικὴν συζευγνύμενα ἀλλήλοις. ἐξ ὧν ἡ περίοδος συνέστηκεν· οὐδὲν γὰρ ἔξω περιόδου συντίθησιν. ἔτι τῶν ῥυθμῶν, εἰς ἃς διαστέλλεται περιόδους, οὐ τοὺς ἀξιωματικοὺς βούλεται λαμβάνειν ἀλλὰ τοὺς χαριεστάτους. εὐκόρυφοι δὴ φαίνονται καὶ εὔγραμμοι διὰ τοῦτο καὶ εἰς ἕδραν ἀσφαλῆ τελευτῶσι. τῶν δὲ σχημάτων διώκει τὰ κινητικώτατα τῶν ὄχλων· καλλωπίζεται γὰρ καὶ τέθηλε τούτοις, ἃν ἄχρι τοῦ μὴ λυπῆσαι τὰς ἀκοὰς προβαίνοι, ὧν εἰσὶν αἵ τε παρισώσεις καὶ παρομοιώσεις καὶ ἀντιθέσεις καὶ τὰ παρωνομασμένα τά τε ἀντιστρέφοντα καὶ τὰ ἐπαναφερόμενα καὶ ἄλλα πολλὰ τοιαῦτα | ποιητικῆς καὶ μελικῆς λέξεως ὄργανα. τοιαῦτά τινά μοι καὶ ταύτης εἶναι φαίνεται χαρακτηριστικὰ τῆς ἁρμονίας. παραδείγματα δʼ αὐτῆς ποιοῦμαι ποιητῶν μὲν Ἡσίοδόν τε καὶ Σαπφὼ καὶ Ἀνακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων Ἰσοκράτην τε τὸν Ἀθηναῖον καὶ τοὺς ἐκείνῳ πλησιάσαντας. εἴρηνται μὲν οὖν καὶ πρότερον ἤδη λέξεις τινές, ἐν αἷς τὸν ὅλον χαρακτῆρα αὐτοῦ τῆς λέξεως ὑπέγραφον, ἐξ ὧν καὶ τὰ περὶ τὴν σύνθεσιν, εἰ τοιαῦτά ἐστιν οἷα λέγομεν ἡμεῖς, οὐ χαλεπῶς ἄν τις ἴδοι. ἵνα δὲ μὴ δόξωμεν διαρτῶν τὰς ἀκολουθίας, τοὺς ἀναγινώσκοντας ἐπὶ τὰ ἐν ἀρχαῖς ῥηθέντα παραδείγματα κελεύοντες ἀναστρέφειν, λαμβανέσθω κἀνταῦθα ἐκ τῶν Πανηγυρικῶν αὐτοῦ λόγων λέξις οὐ πολλὴν διατριβὴν παρέξουσα
[*](3 συντίθησιν ἐπὶ τῶν ῥυθμῶν. εἰς ἃς δὲ ἀποστέλλεται MBPv: διαστέλλεται medium est, sed εἰς ἃς δὴ ἀποτελεῖται π. mauolt Usener 5 ἀλλὰ τοὺς χαρακ ἀλλὰ τοὺς P, sed uitium lineola tollitur | δὴ] δὲ B 6 fort εὐθύγραμμοι Usener 7 διώκει Syl- burgius: δεῖ διώκειν M δειδιώκειν BP 8 ἃν] ἐ ἃν B ἐὰν MP ἂν v 9 προβαίνῃ MBP: corr Usener | ὧν Holwellus: ὡς 12 τοιαῦτα—ὄργανα om Pv 14 immo χαρακτηρικὰ 17 τὲ τὸν bis B 18 καὶ om Pv 20 εἴ τοι αὐτὰ B 25 λέξιν P ) 218
τοῖς ἀναγνωσομένοις, ἐν ᾗ διεξέρχεται τὰ πραχθέντα Ἀθηναίοις περὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. ἔστι δὲ ἥδε· ‘Ἐπειδὴ γὰρ οὐχ οἷοί τε ἦσαν πρὸς ἀμφοτέρας ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα τὸν ὄχλον ἐκ τῆς πόλεως | εἰς τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵν’ ἐν μέρει καὶ μὴ πρὸς ἑκάτερα κινδυνεύωσι. καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους ἢ μᾶλλον φιλέλληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε μὴ τοῖς πολλοῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν τὴν πόλιν γιγνομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ δὲ συλώμενα καὶ νεὼς ἐμπιμπραμένους, ἅπαντα δὲ τὸν πόλεμον περὶ τὴν πατρίδα τὴν αὐτῶν γενόμενον; καὶ μὴν οὐδὲ ταῦτʼ ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς διακοσίας καὶ χιλίας τριήρεις μόνοι διαναυμαχεῖν οὐκ ἐμέλλησαν, οὐ μὴν εἰάθησάν γε. καταισχυνθέντες τε γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν αὐτῶν καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέρων οὐδʼ αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δʼ εἰς ἀτιμίαν τὰς αὐτῶν πόλεις καταστήσειν, ἠναγκάσθησαν μετασχεῖν τῶν κινδύνων. καὶ τοὺς | μὲν θορύβους τοὺς ἐν τῷ πράγματι γιγνομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις, ἃ κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδʼ ὅ τι δεῖ λέγοντας διατρίβειν.
[*](3 Isocrates IV 96—99) [*](2 ναυχίαν P 4 παραλαμβόντες B 5 τὸν ἐκ τῆς πόλεως Is 6 ἵνʼ ἐν μέρει πρὸς ἑκατέραν κινδυνεύσωσιν Is Γ 8 ἐπι- δειχθέντες ἐπιδειχθεῖεν B 10 τὴν πόλιν] πόλην P 13 αὐτῶν BP | γενομένην B | καὶ μὴν οὐδὲ Ritschelius: καὶ μηδὲ MBP καὶ οὐδὲ Is | ἀποχρῆσαι MP ἀποιγρῆσαι B: corr v 15 οὐκ om Is | εἰώθησαν M 16 τε om Is seclusit v 18 αὐτοὶ M) [*](19 αὐτῶν MBPv 21 θορυβασ θορύβους B | γινομένους M) [*](23 λέγοντα Is) 219
ἃ δʼ ἔστιν ἴδια καὶ τῆς ἡγεμονίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δʼ ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ ἡ πόλις ἡμῶν διέφερεν, ὅτε ἦν ἀκέραιος, ὥστε ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος ἢ σύμπαντες οἱ ναυμαχήσαντες, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν. οὐδείς γʼ οὖν πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅστις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γεγενῆσθαι. καίτοι μελλούσης στρατείας ἐπὶ τούς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τούς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστα εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν | δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν καταλιπόντας περὶ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό γε παλαιὸν οἰκιστὰς πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δʼ οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἔλαττον ταῖς τιμαῖς ἔχειν ἀξιωθείημεν καὶ τότε προταχθέντες πρὸ τῶν ἄλλων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθείημεν;᾿