De Demosthenis dictione

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.1: Opuscula, Volume 1. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1899.

ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε 29 τὸ μέγεθος, ἐξετάσωμεν· Ὧι κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος.ʼ εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένων ‘κάλλιστα καὶ ἄρισταʼ εἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο. Τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλʼ ἔνειμε καὶ τοῖς ἄλλοις.ʼ εἴ τις βουλήσεται παράδειγμα λαβεῖν --- μένῃς λέξεως, ἡ τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται; ἐμοὶ μὲν γὰρ δοκεῖ. ἡ δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲν ‘μὴ φθονῆσαι τοῖς πέλαςʼ οὐδὲ μεμνῆσθαι τοῖς πέλας [*](4 cf Cratini fr VII M. 7 Menexeni 237e 10 ibid 238a) [*](14 ibid 238a) [*](3 καχλάζων BP 5 κατασκεβῆς ἐλὼν B 8 ἐξἧς B 11 ἀνθρώπεινον P 12 μαι, mg χαμαί P 13 ἂν om Pv ἐκείνησε B 14 τοῦ om P 15 βούλεται βουλήσεται B 16 ante μένης lac XV fere litt M, VII litt B, II—III litt P: suppleas ψυχρῶς ἐσχηματισμένης μένην Pv 17 οὐχὶ mg Bodl: οὐχ ἡ MBPv 20 γῆν MB: γῆ Pv 22 τοῖς ἄλλοις: immo τοῖς πέλας 23 φθονῆναι B1 τοῖς πέλας: immo τοῖς ἄλλοις | τοῖς πέλας seclusit Reiskius)

192
παντάπασιν ἐχρῆν, τὸ δὲ ‘νεῖμαι τοῦ καρποῦʼ σεμνοτέρῳ ὀνόματι δωρεᾶς ἢ χάριτος ἢ ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν· ‘Μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις.ʼ περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν; δι᾿ ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δʼ ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ὁ ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.|

30 ἃ δὲ δὴ κράτιστα εἰρῆσθαι τῷ ἀνδρὶ δοκοῦσί τινες ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, κἀγὼ σύμφημι, ταῦτα παραθεὶς ἐπὶ τὸν Δημοσθένην τρέψομαι. ὁ δὴ τὸν ἔπαινον αὐτῶν διεξιὼν φησὶν ἐπισκῆψαι τοῖς παροῦσιν ἐν τῷ πολέμῳ τοὺς μέλλοντας τελευτᾶν, ἃ χρὴ πρὸς τοὺς ἑαυτῶν παῖδάς τε καὶ πατέρας ἀπαγγέλλειν, εἴ τι παθεῖν αὐτοὺς συμβαίη κατὰ τὴν μάχην. ἔστι δὲ τάδε· ‘Φάσω δὲ ὑμῖν, τε ἤκουσα αὐτῶν ἐκείνων καὶ οἷα [*](23 Menexeni 246c—248e) [*](1 παντάπασιν ἐχρῆν, τὸ δὲ dedi Reiskium secutus: παν- τάπασι κέχρηνται (κέχρηται P) οὐδὲ τοῦ καρποῦ] τοὺς καρποὺς MBPv 4 εἴρηκε v τοῦτο Π τὴν ἐλαίου Pv 5 ἀνῆκεν MB ἐγγώνοις P ἐγγωνὸν in mg ἐκγόνοις B ἐγγόνοις v 6 διθύραμβοι περιφ P 8 μειρακιώδης μοιρακιωδῶς P 9 ἰσχὺν—χαρίτων, τὰ om Pv 11 γεναῖα P 14 δευτερίων P 15 διαμελησο- μένοις P διαμεληγομένοις B 16 δοκοῦσίν P 17 τῇ λευτῇ P) [*](18 δὴ] δὲ Pv 19 δ[ιε]ξιὼν cum ras M 21 ἑαυτοὺς ἑαυ- τῶν B | παγγελλεῖν B 23 ἡμῖν P | αὐτῶν ἥκουσα vΠ | πλά- των in mg B)

193
νῦν ἡδέως ἂν εἴποιεν ὑμῖν ἀναλαβόντες δύναμιν, τεκμαιρόμενος ἐξ ὧν τότʼ ἔλεγον. ἀλλὰ χρὴ νομίζειν ἀκούειν αὐτῶν ἐκείνων, ἃ ἂν ἀπαγγέλλω. ἔστι δὲ τάδε· ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, αὐτὸ μηνύει τὸ νῦν παρόν. ἡμῖν γὰρ ἐξὸν ζῆν μὴ καλῶς, καλῶς αἱρούμεθα μᾶλλον τελευτᾶν, πρὶν ὑμᾶς τε καὶ τοὺς ἔπειτα εἰς ὀνείδη καταστῆσαι καὶ πρὶν τοὺς ἡμετέρους πατέρας καὶ πᾶν τὸ πρόσθεν γένος αἰσχῦναι, ἡγούμενοι τῷ τοὺς αὑτοῦ αἰσχύνοντι ἀβίωτον εἶναι καὶ τῷ τοιούτῳ οὔτε τινὰ ἀνθρώπων οὔτε θεῶν φίλον εἶναι, οὔτʼ ἐπὶ γῆς οὔθʼ ὕστερον τελευτήσαντι. χρὴ οὖν μεμνημένους τῶν ἡμετέρων λόγων, ἤν τι καὶ ἄλλο ἀσκῆτε, ἀσκεῖν μετʼ ἀρετῆς, εἰδότας ὅτι τούτου λειπόμενα πάντα καὶ κτήματα καὶ ἐπιτηδεύματα αἰσχρὰ καὶ κακά. οὔτε γὰρ πλοῦτος κάλλος φέρει τῷ κεκτημένῳ ἀνανδρίαν (ἄλλοις γὰρ ὁ τοιοῦτος πλουτήσει καὶ οὐχὶ ἑαυτῷ), οὔτε κάλλος σώματος οὔτʼ ἰσχὺς δειλῷ καὶ κακῷ συνοικοῦντα πρέποντα φαίνεται, ἀλλʼ ἀπρεπῆ καὶ ἐπιφανεστέραν ἔχοντα τὴν δειλίαν, πᾶσά τε ἐπιστήμη χωριζομένη δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πανουργία, ἀλλʼ οὐ σοφία φαίνεται. ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν [*](1 ἂν om MBP | λαβόντες δύναμιν Π 2 νομίζειν χρὴ αὐτῶν ἀκούειν Π 3 post ἐκείνων in P καὶ οἷα νῦν—ἐκεί- νων repetitur | ἃ ἂν ΜΠ: ἂν P ἃ B ἀπαγγέλω B ἔστι] ἔλε- γον Π 5 ἡμεῖν P | γὰρ] δὲ Π | καλῶς om MBP 9 αὑτοῦ vΠ: αὐτοὺς MBP 11 ὕστερον] ὑπὸ γῆς v Π 13 λειπόμενος B λειπό- μεναι corr in λειπόμενα P 15 κάλλος vΠ: οὐκάλλος M οὐκ ἄλλος BP 16 ἀνδρίαν MBPv μετʼ ἀνανδρίας Π | ἄλλῳ Π | οὐχὶ M: οὐχʼ BP οὐχ Πν 17 κάλος BP σώματος κάλλος Π 18 συν- οικοῦντας B ξυνοικοῦντα vΠ | φαίνεται—ἔχοντα om B 19 ἐπιφανέστερον ποιεῖ τὸν ἔχοντα καὶ ἐκφαίνει τὴν δειλίαν Π) [*](21 ἀλλʼ om Π σοφίας P φαίνεται ΜΒΠ: γίνεται Pv | καὶ πρῶτον καὶ ὕστατον ΠΔ p 1936: πρῶτα καὶ ὕστατα MBPv )
194
μίαν πειρᾶσθε ἔχειν, ὅπως μάλιστα μὲν ὑπερβαλεῖσθε καὶ ἡμᾶς καὶ τοὺς πρόσθεν εὐκλείᾳ, εἰ δὲ μή, ἴστε, ὡς ἡμῖν, ἂν μὲν νικῶμεν ὑμᾶς ἀρετῇ, ἡ νίκη αἰσχύνην φέρει, ἡ δὲ ἧττα, ἐὰν ἡττώμεθα, εὐδαιμονίαν. μᾶλλον δʼ ἂν νικῴμεθα καὶ ὑμεῖς νικῴητε, εἰ παρασκευάσαισθε τῇ τῶν προγόνων δόξῃ μὴ καταχρησόμενοι μηδʼ ἀναλώσοντες ταύτην, γνόντες ὅτι ἀνδρὶ οἰομένῳ τι εἶναι οὐκ ἔστιν αἴσχιον οὐδὲν ἢ παρέχειν ἑαυτὸν τιμώμενον μὴ δἰ αὑτόν, ἀλλὰ διὰ δόξαν προγόνων. εἶναι μὲν γὰρ τιμὰς γονέων ἐκγόνοις καλὸς θησαυρὸς καὶ μεγα- λοπρεπής, καταχρήσασθαι δὲ χρημάτων καὶ τιμῶν θησαυρῷ καὶ μὴ τοῖς ἐκγόνοις παραδιδόναι αἰσχρὸν καὶ ἄνανδρον ἀπορίᾳ ἰδίων αὐτοῦ κτημάτων τε καὶ εὐδοξιῶν. καὶ ἢν μὲν ταῦτα ἐπιτηδεύσητε, φίλοι παρὰ φίλους ἡμᾶς ἀφίξεσθε, ὅταν ὑμᾶς ἡ προσήκουσα μοῖρα κομίσῃ, ἀμελήσαντας δὲ ὑμᾶς καὶ κακισθέντας οὐδεὶς εὐμενῶς ὑποδέξεται. τοῖς μὲν οὖν παισὶ ταῦτʼ εἰρήσθω. πατέρας δὲ ἡμῶν, οἷς εἰσι, καὶ μητέρας ἀεὶ χρὴ παραμυθεῖσθαι ὡς ῥᾷστα φέρειν τὴν συμφοράν, ἢν ἄρα συμβῇ γενέσθαι, καὶ μὴ συνοδύρεσθαι. οὐ γὰρ τοῦ λυπήσοντος προσδεήσονται· ἱκανὴ γὰρ ἔσται καὶ ἡ γενομένη τύχη τοῦτο πορίζειν. ἀλλʼ ἰωμένους καὶ [*](1 πειρᾶσθαι B | ὑπερβαλῆσθε MP ὑπερβαλῆσθαι B 3 νικῶμεν] κινῶμεν P | αἰσχύνειν M 4 ἧττα M: ἥττον BP | κτώμεθα BP | μάλιστα δʼ Π 5 ἡττῴμεθα Π |νικτῴητε B | παρα- σκευάσαισθε Π: παρασκευάσεσθε Pv παρασκευάσασθε M2 παρα- σκευάσασθαι M1B 6 B mg rubro ὑμεῖς καταχρησόμενοι Π: καταχρησάμενοι MBPv | ἀναλώσοντες Π: ἀναλώσαντες MBPv) [*](7 αὐτὴν Π 8 οὐκ ἔτιν B 9 δἰ αὐτόν MBP 10 γάρ τινας MBP 11 καταχρήσασθαι δὲ] χρῆσθαι δὲ καὶ Π | θησαυρῷ Πv: θησαυρὸν MBP 14 ἢν] ἐὰν Π 15 ὑμᾶς] ἡμᾶς P 18 δʼ B | δὲ ἡμῶν—μητέρας om P | παραμυθεῖσθε P 19 ῥᾷσται B ἢν—οὐ γὰρ om P | ἢν B: ἣν M ἐὰν vΠ 20 ξυμβῇ vΠ συνοδύνεσθαι B ξυνοδύρεσθαι vΠ 21 λυπήσαντος BPv 22 ἰωμένου B )
195
πραΰνοντας ἀναμιμνήσκειν αὐτούς, ὅτι, ὧν εὔχοντο, τὰ μέγιστα αὐτοῖς οἱ θεοὶ ἐπήκοοι γεγόνασιν. οὐ γὰρ ἀθανάτους σφίσι τοὺς παῖδας εὔχοντο γενέσθαι, ἀλλʼ ἀγαθοὺς καὶ εὐκλεεῖς, ὧν ἔτυχον μεγίστων ἀγαθῶν ὄντων. πάντα δʼ οὐ ῥᾴδιον θνητῷ ἀνδρὶ κατὰ νοῦν ἐν τῷ σφετέρῳ βίῳ ἐκβαίνειν. καὶ φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι καὶ αὐτοὶ τοιοῦτοι, ὑπείκοντες δʼ ὑποψίαν παρέξουσιν ἢ μὴ ἡμέτεροι εἶναι ἢ ἡμῶν τοὺς ἐπαινοῦντας καταψεύδεσθαι. χρὴ δὲ οὐδέτερα τού| των, ἀλλʼ ἐκείνους μάλιστα ἐπαινέτας ἡμῶν εἶναι ἔργῳ, παρέχοντας αὑτοὺς φαινομένους τῷ ὄντι πατέρας ὄντας ἄνδρας ἀνδρῶν. πάλαι γὰρ τὸ μηδὲν ἄγαν λεγόμενον καλῶς δοκεῖ λέγεσθαι· τῷ ὄντι γὰρ εὖ λέγεται. ὅτῳ γὰρ ἀνδρὶ εἰς ἑαυτὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα ἢ ἐγγὺς τούτου, καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν ἢ εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἠναγκάσθη καὶ τὰ ἐκείνου, τούτῳ ἄριστα παρεσκεύασται ζῆν, οὗτός ἐστιν ὁ σώφρων καὶ οὗτος ἀνδρεῖος καὶ φρόνιμος, οὗτος γιγνομένων παίδων καὶ χρημάτων καὶ διαφθειρομένων καὶ μάλιστα πείθεται τῇ παροιμίᾳ· οὔτε γὰρ χαίρων οὔτε λυπούμενος ἄγαν φανήσεται διὰ τὸ αὑτῷ πεποιθέναι. τοιούτους δὴ ἡμεῖς ἀξιοῦμεν καὶ τοὺς ἡμετέρους εἶναι καὶ βουλόμεθα καὶ [*](1 πραίνοντας P, B in textu corr in mg ἀνιμιμνήσκειν P εὔχοντο Πv: ἔτυχον MBP 6 σφετέρῳ] ἑαυτοῦ Π 7 ἀνδρείως τὰς συμφορὰς Π 9 ἐπαιλιοῦντας B 11 ἐκείνου BP | ἡμῶν ἐπαινέτας Π πάντων ἐπαινέτας ἡμῶν v 12 αὐτοὺς MBP αὐτοὺ—ὄντας in mg M 13 γὰρ δὴ Πv 14 τῷ γὰρ ὄντι Π) [*](15 ἀνήρτηται] ἀνήρητται BP 18 ἠνάγκασται Π τούτου B ἄριστος P 19 παρεσκευάσθαι B in textu (corr in mg) παρα- σκεύασθαι P 20 ὁ ἀνδρεῖος Π 21 καὶ μάλιστα πείθεται] μάλιστα πείσεται Π 23 αὐτῷ MBP | δὲ Π | ἡμεῖς γε Πv )
196
φαμέν. καὶ ἡμᾶς αὐτοὺς νῦν παρέχομεν τοιούτους, οὐκ ἀγανακτοῦντας οὐδὲ φοβουμένους ἄγαν, εἰ δεῖ τελευτᾶν ἐν τῷ παρόντι. δεόμεθα δὲ καὶ πατέρων καὶ μητέρων, τῇ αὐτῇ ταύτῃ διανοίᾳ χρωμένους τὸν ἐπίλοιπον βίον διάγειν καὶ εἰδέναι, ὅτι οὐ θρηνοῦντες οὐδʼ ὀλοφυρόμενοι ἡμᾶς ἡμῖν μάλιστα χαριοῦνται. ἀλλʼ εἴ τίς ἐστι τοῖς τετελευτηκόσιν αἴσθησις τῶν ζώντων, οὕτως ἀχάριστοι εἶεν ἂν μάλιστα, ἑαυτούς τε κακοῦντες καὶ βαρέως φέροντες τὰς συμφοράς, κούφως δὲ καὶ μετρίως μάλιστʼ ἂν χαρίζοιντο. τὰ μὲν γὰρ ἡμέτερα τελευτὴν ἤδη ἕξει, ἥπερ καλλίστη γίγνεται ἀνθρώποις· ὥστε πρέπει αὐτὰ μᾶλλον κοσμεῖν ἢ θρηνεῖν. γυναικῶν δὲ τῶν ἡμετέρων καὶ παίδων ἐπιμελούμενοι καὶ τρέφοντες καὶ ἐνταῦθα τὸν νοῦν τρέποντες τῆς τε τύχης μάλιστʼ ἂν εἶεν ἐν λήθη καὶ ζῷεν κάλλιον καὶ ὀρθότερον καὶ ἡμῖν προσφιλέστερον. ταῦτα δὴ ἱκὰνὰ τοῖς ἡμετέροις παρʼ ἡμῶν ἀπαγγέλλειν. τῇ δὲ πόλει παρακελευόμεθα, ὅπως ἡμῖν καὶ πατέρων καὶ υἱῶν ἐπιμελήσονται, τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως. νῦν δʼ ἴσμεν, ὅτι, κἂν μὴ ἡμεῖς παρακελευώμεθα, ἱκανῶς ἐπιμελήσεται. ταῦτʼ οὖν, ὦ γονεῖς καὶ παῖδες τῶν τελευτησάντων, ἐκεῖνοί τʼ ἐπέσκηπτον ὑμῖν ἀπαγγέλλειν κἀγὼ ὡς δύναμαι προθυμότατα [*](2 ἀνγανακτοῦντας B 3 δὲ] δὴ Π 4 μὴ τέρων P |ταύ- της P 6 ὁλοφερόμενοι BP 7 τελευτηκόσιν P 8 εἶναι εἶεν P | ἑαυτούς — 10 μάλιστʼ ἂν om P 9 ξυμφοράς Πv 10 μετρίας B μάλιστα χαρ- MB | χαροιζοιντο corr in χαρι- ζοιντο P χαρίζειντο B 12 τρηνεῖν BP 13 καὶ τρέφοντες Πv om MSP 14 τρέποντας B 16 ὑμῖν P 17 ἀπαγχέλλειν B ἀγγέλλειν Π 18 παρακελευοίμεθʼ ἂν Π 19 κοσμίους P 20 γηουτροφοῦντες P | καὶ ἐὰν Π 21 παρακελουώμεθα B | τοῦτʼ P 22 ὦ παῖδες καὶ γονῆς Π 23 ἡμῖν Π | ἀπαγγέλ- λειν—προθυμότατα om P)
197
ἀπαγγέλλω.᾿ αὕτη δοκεῖ κάλλιστα ἔχειν Πλάτωνι ἡ λέξις ἐν τούτῳ τῷ λόγῳ. ἔχει μέντοι τὰ πλείω καλῶς (οὐ γὰρ δοκεῖ ψεύδεσθαι), πλὴν ὅτι πολιτικόν γε τὸ σχῆμα αὐτῆς ἐστιν, οὐκ ἐναγώνιον.

ἀντιπαρεξετάσωμεν οὖν ταύτῃ Δημοσθένους λαβόντες λέξιν ἐκ τοῦ ὑπὲρ Κτησιφῶντος λόγου. ἔστι δʼ οὐ παράκλησις Ἀθηναίων ἐπὶ τὸ καλὸν καὶ τὴν ἀρετήν, ὥσπερ παρὰ τῷ Πλάτωνι, ἀλλʼ ἐγκώμιον τῆς πόλεως, ὅτι πάντα ἡγεῖται τἆλλα ἐλάττω τιμῆς καὶ δόξης, ἧς φέ|ρουσι καλαὶ πράξεις, κἂν εἰ μή τις αὐτὰς μέλλοι κατορθοῦν. ἔστι δʼ ἡ λέξις ἥδε· Ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν, καί μου, πρὸς Διὸς καὶ θεῶν, μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας, ἃ λέγω, θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν ἅπαντες καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν, εἴπερ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον. νῦν μέν γε ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις, ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν Ἑλλήνων, εἶτα ἀποστᾶσα τούτου, Φιλίππῳ προδεδωκέναι πάντως ἂν ἔσχεν [*](11 Demosthenes περὶ στεφάνου 199—209) [*](1 μάλιστα PB, sed mg κάλιστα B | Πλάτων MP | post Πλάτων P inserit κάλλιστα μάλιστα ἔχειν Πλάτων ἡ λέξις 2 πλείο P 6 ὑπὲρ corr M: κατὰ BPM1 8 ὥσπερ] ὡς B) [*](9 τιμῆς δόξης Pv 10 μέλλοι] μέλλῃ MBPv an μέλλει? cf p 1060 11 πολὺς m rec M: πολοῖς B πολλοῖς M1P 15 γενέσθαι B 16 προύλεγε BP | post προὔλεγες addit Αἰσχίνη v 18 εἴπερ ἢ Dv 19 τοῦ] ποῦ P | λόγων B 20 γ᾿ Pv 21 ἀνθρώπους M | δοκεῖ B 22 εἶτʼ v 23 πάν- τας D)

198
αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτο ἀκονιτί, περὶ ὧν οὐθένα κίνδυνον ὁντινοῦν οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἄν σου; μὴ γὰρ τῆς πόλεώς γε μηδʼ ἐμοῦ. τίσι δʼ ὀφθαλμοῖς, πρὸς Διός, ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματα εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτα ἀγῶνα ἕτεροί τινες χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς πρόσθε χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης; τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν τούτων ἔτι πρότερον ἰσχυρῶν γενομένων Δακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται, λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι; ἀλλʼ οὐκ ἦν, ὡς ἔοικε, ταῦτα τοῖς τότε Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδ᾿ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μὲν μὴ δίκαια δὲ πράττουσι προστιθεμένην ἀσφαλῶς δουλεύειν. ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διετέλεσε. καὶ ταῦθʼ οὕτως σεμνὰ καὶ καλὰ καὶ [*](1 πριεῖτο B | ἀκονητί MP 2 ὁντινοῦν] τἱνοὖν P 3 κατέπτισεν B 7 ὁρέθη B 8 τινες om D seelusit v 10 ἔμπροσθεν D 13 ἔτι τούτων v D 14 τοῦ] τῶν P 15 πο- λῆς B 16 καὶ τὰ] καὶ μετὰ B 17 ἐὰν MBP | προστάναι B) [*](18 ταῦθʼ ὡς ἔοικε D | τότε om D seclusit v 21 ἰσχύθυσιν BP | προσθεμένην D 22 ἀγωιζομένη P ἀγανωιζομένη B 23 ὑπὲρ τιμῆς v 24 ἀῶνα, mg αἰῶνα B διατετέλεκε D | καὶ ταῖς καὶ ταῦθʼ B | οὕτω D | καὶ καλὰ om D seclusit v )
199
προσήκοντα τοῖς ὑμετέροις ἤθεσιν ὑμεῖς ὑπολαμβάνετε εἶναι, ὥστε καὶ τῶν προγόνων τοὺς ταῦτα πράξαντας μάλιστα ἐπαινεῖτε, εἰκότως. τίς γὰρ οὐκ ἂν ἀγάσαιτο τῶν ἀνδρῶν ἐκείνων τῆς ἀρετῆς, οἳ καὶ τὴν χώραν καὶ τὴν πόλιν ἐκλιπεῖν ὑπέμειναν, εἰς τὰς τριήρεις ἐμβάντες, ὑπὲρ τοῦ μὴ τὸ κελευόμενον ποιῆσαι, τὸν μὲν ταῦτα συμβουλεύσαντα θεμιστοκλέα στρατηγὸν ἑλόμενοι, τὸν δʼ ὑπακούειν ἀποφηνάμενον τοῖς ἐπιταττομένοις Κυρσίλον καταλιθώσαντες οὐ μόνον αὐτόν, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ ὑμέτεραι τὴν γυναῖκα αὐτοῦ; οὐ γὰρ ἐζήτουν οἱ τότε Ἀθηναῖοι οὔτε ῥήτορα οὔτε στρατηγόν, δἰ ὅτου δουλεύσουσιν εὐτυχῶς, ἀλλʼ οὐδὲ ζῆν ἠξίουν, εἰ μὴ μετʼ ἐλευθερίας ἐξέσται τοῦτο ποιεῖν. ἡγεῖτο γὰρ αὐτῶν ἕκαστος οὐχὶ τῷ πατρὶ καὶ τῇ μητρὶ μόνον γεγενῆσθαι, ἀλλὰ καὶ τῇ πατρίδι. διαφέρει δὲ τί; ὅτι ὁ μὲν τοῖς γονεῦσι μόνον γεγενῆσθαι νομίζων τὸν τῆς εἱμαρμένης καὶ τὸν αὐτόματον θάνατον περιμένει, ὁ δὲ καὶ τῇ πατρίδι, ὑπὲρ τοῦ μὴ ταύτην ἐπιδεῖν δουλεύουσαν ἀποθνῄσκειν ἐθελήσει καὶ φοβερωτέρας ἡγήσεται τοῦ θανάτου τὰς ὕβρεις καὶ τὰς ἀτιμίας, ἃς ἐν δουλευούσῃ τῇ πόλει φέρειν ἀνάγκη. εἰ μὲν τοίνυν τοῦτʼ ἐπεχείρησα νῦν λέγειν, ὡς ἐγὼ προήγαγον ὑμᾶς ἄξια τῶν προγόνων φρονεῖν, τίς οὐκ ἂν εἰκότως ἐπετίμησέ μοι; νῦν δʼ ἐγὼ μὲν ὑμετέρας τὰς τοιαύτας προαιρέσεις ἀποφαίνω καὶ δείκνυμι, ὅτι καὶ πρὸ ἐμοῦ τοῦτʼ εἶχε τὸ φρόνημα ἡ πόλις. τῆς μέντοι διακονίας [*](3 ἐπαινεῖται BP ἀγώσαιτο P1 7 ταὐτα B 8 ἐπιττατο- μένοις P 11 τότʼ v 12 δἰ ὅτου bis B 13 ἐλευθερίας αὐτοῖς v ἐξαίσται P 15 γεγενῆσθε B 16 τὸν τῆς] τοὺς τῆς MBP 17 τὸν] τῆν B περιμένη B 19 ἐθελήσῃ M 20 τοῦ θανάτου om P 22 ἐπεχείρησα νῦν] ἐπεχείρουν D 23 τίς] οὐκ ἴσθ’ ὅστις D 25 δείγνυμι BP)
200
τῆς ἐφʼ ἑκάστοις τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετ|εῖνα φημι. οὗτος δὲ ὁ τῶν ὅλων κατηγορῶν καὶ κελεύων ὑμᾶς ἐμοὶ πικρῶς ἔχειν ὡς φόβων καὶ κινδύνων αἰτίῳ τῇ πόλει τῆς μὲν εἰς τὸ παρὸν τιμῆς ἐμὲ ἀποστερῆσαι γλίχεται, τὰ δʼ εἰς ἅπαντα τὸν χρόνον ἐγκώμια ὑμῶν ἀφαιρεῖται. εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ πολιτευσαμένου καταψηφιεῖσθε, διημαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνη τὰ συμβάντα παθεῖν. ἀλλʼ οὐκ ἔστιν, ὅπως ἡμάρτετε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κρατήσαντας αὐτῶν οὐδὲ τοὺς κατορθώσαντας μόνους, δικαίως. ὃ μὲν γὰρ ἦν ἀγαθῶν ἀνδρῶν ἔργον, ἅπασι πέπρακται, τῇ τύχῃ δέ, ἣν ὁ δαίμων ἔνειμεν ἑκάστοις, ταύτῃ κέχρηνται.ʼ

32 οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν [*](2 ὁ om D seclusit v 4 γεγενημένῳ post πόλει addit v) [*](5 τὰ δὲ B | τὸν λοιπὸν χρόνον Dv | ἐςκώμια B 7 τουδὶ post πολιτευσαμένου add Dv | κατειψηφιεισθοῦ B | ἡμαρτη- κέναι D 9 οὐκ ἔστʼ οὐκ ἔστιν D | οἱ τὸν Pv 12 καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους om B 14 πολοὺς B 17 τοὺς κατορθώσαντας αὐτῶν οὐδὲ τοὺς κρατήσαντας D 18 δικαίους P | ὃ M: οὐ BP 19 ἀνδρῶν ἀγαθῶν D | πέπακται B | ἣν] ἦν M ἥ BP 22 λόγους Sylburgius: λόγου | εἴη Krüger: ᾖ 23 δύσυρίς BP | τις fort delendum est (τισούτω?) τοσούτω?) | τοσούτω M²: οὔτω M1BP )

201
λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. ἣ μὲν γὰρ οὐδὲν ἔξω τῆς εἀμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτʼ ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, ἣ δὲ οὐδέν, ὅ τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δʼ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν ἡ Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειον (τοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι), ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ ὃ μάλιστα δεινὸς ὁ Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος· ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ [*](1 διαλάττει B 2 πομπετηρίων B | ὄψεις Sylburgius: ὄψις ante ὄψεις lac V litt M 4 σκιὰς] σκιῶ// una littera erasa B διακόνιων P 6 αὐτοῖς Pv | καλὸν Toupius: κακὸν |ἀναλη- θέσιν oupius: ἀληθέσιν MS ἀληθεύιν P ἀληθεύσιν v 12 περιττὸν P σπανιζούσῃ Sylburgius: σπανίζουσαν 13 ἑκα- τέρας Reiskius ἑκατέρου Sylburgius: ἑκάτερα 16 τὸ om BP καὶ πρω καὶ πρὸς B | τοῦτο γὰρ] τοῦτο μὲν M τοῦτο μὲν γὰρ BPv 17 πρὸς εἰδότας Sylburgius: προειδότας | ἅπαντας B: ἀπαντᾶς P ἅπασαν M 18 κατὰ τὸ] κατὸ P 19 δοκεῖ εἶναι BPv comma post δοκεῖ posui, καὶ secluserim 21 περιέσται] προσέσται MBPv )
202
δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, ᾧ τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην τὴν θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέ| σεως ἦν, τῇδέ. μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθʼ, ὅσα ὑυπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν.