συκοφαντεῖς τὸ πρᾶγμα, τάχʼ ἂν εἴποι τις, εὐέπειαν ἀπαιτῶν καὶ καλλιλογίαν παρὰ ἀνδρὸς οὐ ταῦτα σοφοῦ. τὰς νοήσεις ἐξέταζε, εἰ καλαὶ καὶ μεγαλοπρεπεῖς εἰσι καὶ παρʼ οὐθενὶ τῶν ἄλλων κείμεναι. περὶ ταύτας ἐκεῖνος ἐσπούδαζεν, ἐν ταύταις δεινὸς ἦν. τούτων εὐθύνας παρʼ αὐτοῦ λάμβανε, τὸν δὲ τρόπον τῆς λέξεως [*](2 Menexeni 236 d) [*](1 ἀληθῶς Sylburgius: ἀληθὲς ὡς 3 νόμοις νόμος P | τάτ- τει postea add M τούτοις P, B in mg: om cum lac VI litt M, B in textu Π (Plato) 4 lac X litt MP, VI litt B: suppl Syl- burgius κείμενον κόσμον ὅτε κείμενον B: corr rubricator 6 ποιήσει ci Usener 7 προθέσεως B εἴγ’ v 9 ἐπέμψατο B) [*](13 ἀλʼ B 14 αἰσθήσασιν BP ἅπαντας P1 τὰ om B) [*](15 δεῖ] δῆ B οὔτε διδαχῆς om Pv, ci Reiskius 17 τύχʼ ἂν εἴποιος B εὐέπειραν εὐεπειαν P 20 οὐδενὶ Sylburgius: οὐθὲν M, B mg οὐδὲν P, B text v )
184
ἔα. καὶ πῶς ἔνι ταῦτʼ εἰπεῖν; τοὐναντίον γὰρ ἅπαντες ἴσασιν, ὅτι πλείονι κέχρηται φιλοτιμίᾳ περὶ τὴν ἑρμηνείαν ὁ φιλόσοφος ἢ περὶ τὰ πράγματα. μυρία τούτου τεκμήρια φέρειν ἔχοι τις ἄν, ἀλλʼ ἀπόχρη λόγος εἷς οὗτος ἐπιδείξασθαι τὴν κενοσπουδίαν τοῦ ἀνδρός, ᾗ κέχρηται περὶ τὸν περιττὸν καλλωπισμὸν τῆς ἀπαγγελίας. αὐτίκα γε οὖν τοῖς προειρημένοις ἐπιτιθεὶς διάνοιάν τινα οὔτε περιττὴν οὔτε θαυμαστὴν ἀλλʼ ὑπὸ πολλῶν εἰρημένην καὶ πολλάκις (ὅτι γὰρ ὁ τῶν καλῶν ἔργων ἔπαινος ἀθανάτους τὰς τιμὰς καὶ τὰς μνήμας δύναται ποιεῖν τοῖς ἀγαθοῖς, μυρίοις τῶν ἔμπροσθεν εἴρηται), συνιδὼν οὐθὲν οὔτε σοφὸν οὔτε περιττὸν τὴν γνώμην ἔχουσαν, ὅπερ οἶμαι λοιπὸν ἦν, τῷ κάλλει τῆς ἑρμηνείας αὐτὴν ἡδύνειν βούλεται. ἔπειθʼ ὥσπερ τὰ μειράκια καταβὰς ἀπὸ τῶν γενναίων καὶ μεγαλοπρεπῶν ὀνομάτων τε καὶ σχημάτων ἐπὶ τὰ θεατρικὰ τὰ Γοργίεια ταυτὶ παραγίνεται, τὰς ἀντιθέσεις καὶ τὰς παρισώσεις λέγω, καὶ διὰ τῶν λήρων τούτων κοσμεῖ τὴν φράσιν.
ἀκούσωμεν δὲ αὐτοῦ, πῶς λέγει· ‘Ἔργων γὰρ εὖ πραχθέντων λόγῳ καλῶς ῥηθέντι μνήμη καὶ κόσμος τοῖς πράξασι γίνεται παρὰ τῶν ἀκουσάντων.’ ἐνταῦθα τοῖς μὲν ἔργοις ὁ λόγος ἀντίκειται, τῷ δὲ πραχθῆναι τὸ ῥηθῆναι, μετωνόμασται δὲ ἀντὶ τοῦ εὖ [*](20 Menexeni 236e cf Dionys. de comp p 49 R) [*](1 ταυ . . . επεῖν in mg ταυτον εἴ B 2 πλείωνι P | ἐρμε- νείαν P1 4 εἷς] εἴς το B 6 περιττὸν M: περὶ τὸν P περὶ τὸν περιττὸν B τῆς bis P 13 lac IV litt M, V— VI B, VI P: suppleuit Sadaeus 17 Γοργίεια Reiskius: γόργεια 18 παρα- σώσεις P | λόγω BP 20 ἔργων Π: τῶν MP τῶν τῶν B 21 λόγῳ om P 22 πράξασι] πρασι B 24 μετονόμασθαι M1 | δ᾿ Pv)
185
τὸ καλῶς, παρισοῦται δὲ τὰ τρία μόρια τοῦ λόγου τοῖς τρισί. τοῦ δὲ ἀσφαλῶς βῆναι τὴν περίοδον ἕνεκα καὶ οὐθενὸς ἀναγκαίου, τέλος ἤδη τῆς διανοίας ἐχούσης, προσείληπται τὸ παρὰ τῶν ἀκουσάντων. ἆρά γε ὁμοίως ἡρμήνευται ὁ αὐτὸς νοῦς οὑτοσὶ τοῖς ποιηταῖς, οὓς περιφρονεῖ καὶ ἀπελαύνει τῆς πολιτείας ὁ φιλόσοφος, ἢ κάλλιον καὶ γενναιότερον; ‘Πρέπει δ᾿ ἐσλοῖσιν ὑμνεῖσθαι
--- καλλίσταις ἀοιδαῖς. τοῦτο γὰρ ἀθανάτοις τιμαῖσι ποτιψαύει μόνον· ῥηθὲν
--- θνᾴσκει δὲ σιγαθὲν καλὸν ἔργον.’ Πίνδαρος τοῦτο πεποίηκεν εἰς Ἀλέξανδρον τὸν Μακεδόνα, περὶ τὰ μέλη καὶ τοὺς ῥυθμοὺς μᾶλλον ἢ περὶ τὴν λέξιν ἐσπουδακώς. Πλάτων δέ, ὃς ἐπαγγέλλεται σοφίαν, τρυφεροῖς καλλωπίζει καὶ περιέργοις σχήμασι τὴν φράσιν. καὶ οὔπω τοῦθʼ κανόν, ἀλλὰ καὶ ἐν τῇ μετ᾿ αὐτὴν περιόδῳ τὰ αὐτὰ ποιῶν φανήσεται. φησὶ γάρ· Δεῖ δὴ τοιούτου τινὸς λόγου, ὅστις τοὺς μὲν τετελευτηκότας ἱκανῶς ἐπαινέσει, τοῖς δὲ ζῶσιν εὐμενῶς παραινέσει.᾿ οὐκοῦν ἐπίρρημα ἐπιρρήματι ἀντιπαράκειται καὶ ῥήματι ῥῆμα, τὸ μὲν ἱκανῶς τῷ εὐμενῶς, τῷ δʼ ἐπαινέσει τὸ παραινέσει, καὶ ταῦτα πάρισα· οὐ Λικύμνιοι ταῦτ᾿ εἰσὶν οὐδʼ Ἀγάθωνες
[*](7 Pindari fr 121 Bergkii 16 Menexeni 236e) [*](1 παρισοῦται Kiessling in mg, Sadaeus: παρισοῦνται MB παροισοῦνται P μήρια P 4 ἐχούσας P 5 οὑτοσὶ] οὐ τισὶ B) [*](8 δʼ ἐσλοῖσιν Sylburgius: δὲ ὅλοισιν lacunam post ὑμνεῖ- σθαι metrum insimulat, alii alia supplent 9 τιμαῖς Boeckh μόνον ῥηθέν· MBP ῥηθέν delent Bothe et Boeckh. fort ποτι- ψαύει μόνον· ῥηθὲν 〈μένει,〉 θνᾴσκει δὲ κτλ θνάσκει MBPv) [*](10 δὲ σιγαθὲν Barnes: δʼ ἐπιταθὲν 13 ὃς] ὣς B ὡς P ἐπαγγέ[λλ]εται cum ras M καλλωπίζειν BP 15 ἱκανόν] ἰμα- νιὸν B μεταυτὴν M μετὰ ταύτην Sadaeus 17 τετελευκότας B τελευτηκότας ἐπαινέσεται Π 18 παραινέσεται Π 19 ἀντιν- παράκειται] παράκειται MBPv 21 ο . . . κύμνιοι M ) 186
οἱ λέγοντες ‘ὕβριν ἤ κύπριν μισθῷ ποθὲν ἢ μόχθον πατρίδων,ʼ ἀλλʼ ὁ δαιμόνιος ἑρμηνεῦσοι Πλάτων. καὶ οὐ τοῖς σχήμασιν ἐπιτιμῶ· φέρει γάρ ποτε καὶ ταῦτα τοῖς λόγοις ὥραν. οὗ χάριν οὐ ψέγω οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν μόνην μέμφομαι καὶ μάλιστα ὅταν ὑπὸ τοιούτου γίνηται ἀνδρός, ᾧ κανόνι ὀρθοεπείας χρήσασθαι ἀξιοῦμεν. ἐν γὰρ δὴ τῷ αὐτῷ λόγῳ τούτῳ κἀκεῖνά ἐστιν· Ὧν δʼ οὔτε ποιητής πω δόξαν ἀξίαν ἐπʼ ἀξίοις λαβὼν ἔχει,ʼ καὶ αὖθις· ‘Τειχισαμένη καὶ ναυπηγησαμένη, ἐκδεξαμένη τὸν πόλεμον,ʼ καὶ ἔτι· Ὧν ἕνεκα καὶ πρῶτον καὶ ὕστατον καὶ διὰ παντὸς πᾶσαν πάντως προθυμίαν πειρᾶσθε ἔχειν,ʼ καὶ πάλιν· ‘Φέροντες μὲν τὰς συμφορὰς ἀνδρείως δόξουσι τῷ ὄντι ἀνδρείων παίδων πατέρες εἶναι,ʼ κἀκεῖνά γε ἔτι· ‘Τοὺς μὲν παιδεύοντες κοσμίως, τοὺς δὲ γηροτροφοῦντες ἀξίως,ʼ καὶ πάλιν που· ‘Καὶ αὐτὸς δέομαι ὑυπὲρ ἐκείνων, τῶν μὲν μιμεῖσθαι
[*](1 cf tragg fr p 769, 31 N 8 Menexeni 239c 10 ibid 245b) [*](11 ibid 247d 13 ibid 247d 15 ibid 248d 17 ibid 248e) [*](1 ἢ κύπριν M. Schmidt: ἢ . . . πριν M ἦν . . . . . . . πρὶν B ἢ πριν Pv μισθὸν πόθων (πόθεν B) ἢ μόχθον Ἀτρειδῶν? (πραπίδων M. Schmidt) alia Schmidt Jos. Klein Gompertz Weil) [*](2 δ . . . νιος M 3 ἐπιτιμῶ] ἐπι cum lac V litt M 4 ὥραν οὐ χαρ lac X—XII litt τὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαι lac XIV—XVI litt μαι· καὶ μάλιστα M ὥραν οὐ χαρι lac VI litt οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν αὐτῶν καί μαι μάλιστα B ὥραν οὐ χαρ lac XI litt οὐδʼ αὐτὴν τὴν ἐπιτήδευσιν αὐτῶν καὶ τὴν ἀκαιρίαν αὐτῶν μαι καὶ μάλιστα P ex quo pendet v solum μαι omittens: restitui et suppleui) [*](6 γένηται Pv 10 τειχισάμενος corr in τειχισαμένη P δὲ post τειχισαμένη Πv 14 δόξουσι ΠΔ p 1047: δοξάζουσι MBP 15 καὶ κεῖνα corr in κἀκεῖνα B ἔτι Sylburgius: ὅτι παιδεύοντες —17 τῶν μὲν om B 16 κοσμίους P 17 μιμεῖσθαι Π: μισεῖσθαι MBP) 187
τοὺς ἑαυτῶν, τῶν δὲ καρτερεῖν ὑπὲρ ἑαυτῶν,ʼ καὶ ταυτί· ʼΠολιτεία γὰρ ἀνθρώπων τροφή ʼστι καὶ ἡ μὲν ἀγαθὴ ἀγαθῶν, μὴ καλὴ δὲ κακῶν.ʼ κἀκεῖνα δʼ ἔτι· ‘Νικήσαντες μὲν τοὺς πολεμίους, λυσάμενοι δὲ τοὺς φιλίους, ἀναξίου τύχης τυχόντες.ʼ πολύς ἐστι τῶν τοιούτων σχημάτων ὄχλος δἰ ὅλου τοῦ ἐπιταφίου. ἀλλʼ ἐάσας τὸ περὶ τούτων ἀκριβολογεῖν ἐπʼ ἐκεῖνά τʼ ἐλεύσομαι καί μοι πάνυ μὲν αἰδουμένῳ καὶ ὀκνοῦντι εἰπεῖν, ὅμως δʼ εἰρήσεται, ὅτι παχύτητος καὶ ἀδυνασίας ἔδοξεν εἶναι μηνύματʼ αὐτά.