23 ἀλλὰ γάρ, ἴνα μὴ περὶ ταῦτα διατρίβων ἀναγκασθῶ παραλιπεῖν τι τῶν περιλειπομένων, Ἰσοκράτην μὲν καὶ τὸν χαρακτῆρα τῆς ἀγωγῆς ἐκείνης ἐάσω, περὶ δὲ Πλάτωνος ἤδη διαλέξομαι τά γʼ ἐμοὶ δοκοῦντα μετὰ παρρησίας, οὐθὲν οὔτε τῇ δόξη τἀνδρὸς προστιθεὶς οὕτε τῆς ἀληθείας ἀφαιρούμενος, καὶ μάλιστα ἐπεί τινες ἀξιοῦσι πάντων αὐτὸν ἀποφαίνειν φιλοσόφων τε καὶ ῥητόρων ἑρμηνεῦσοι τὰ πράγματα δαιμονιώτατον παρακελεύονταί τε ἡμῖν ὅρῳ καὶ κανόνι χρῆσθαι καθαρῶν ἅμα καὶ ἰσχυρῶν λόγων τούτῳ τῷ ἀνδρί. ἤδη δέ τινων ἥκουσα ἐγὼ λεγόντων, ὡς, εἰ καὶ παρὰ θεοῖς διάλεκτός ἐστιν, ἢ τὸ τῶν ἀνθρώπων κέχρηται γένος, οὐκ ἄλλως ὁ βασιλεύς ὢν αὐτῶν διαλέγεται θεὸς ἢ ὡς λάτων. πρὸς δὴ τοιαύτας ὑπολήψε εις καὶ τερατείας ἀνθρώπων ἡμιτελῶν περὶ λόγους, οἱ τὴν εὐγενῆ κατασκευὴν οὐκ ἴσασιν ἢ τίς ποτʼ ἐστὶν οὐδὲ δύνανται, πᾶσαν εἰρωνείαν ἀφείς, ὡς πέφυκα, διαλέξομαι. ὃν δὲ ἀξιῶ τρόπον ποιήσασθαι τὴν ἐξέτασιν αὐτοῦ, βούλομαι προειπεῖν. ἐγὼ τὴν μὲν ἐν τοῖς διαλόγοις δεινότητα τοῦ ἀνδρὸς καὶ μάλιστα ἐν οἷς ἂν φυλάττῃ τὸν Σωκρατικὸν χαρακτῆρα, ὥσπερ ἐν τῷ Φιλήβῳ, πάνυ ἄγαμαί [*](13 scnolion τάχα τοῦ Κικἑρωνος B cf Bruti 121) [*](1 ἦ πον B τό τε Pv ἐπὶ τῶν] τῶν Krüdger 7 δόξει P) [*](11 κανόνι ὡ| τατον καὶ κανόνι B καθαρὸν M 12 καὶ om P λόγων Sylburgius: ὁ λόγος 15 βασιλεὺς ὢν] βασι- λεύων? | διαλέται P 16 καί τε τερατείας MBP sed in M τε postea deletum est 18 ἔστιν B οὐδʼ 〈ἰδεῖν〉 ci Usener | δύ- ναται B 19 ante πᾶσαν spatium est in editionibus. συνιδεῖν excidisse Reiskius putauit εἰρωνίαν P ὥσπέρ φυκα B 22 φυλάττει P)
179
τε καὶ τεθαύμακα, τῆς δʼ ἀπειροκαλίας αὐτὸν οὐδεπώποτʼ ἐζήλωσα τῆς ἐν ταῖς ἐπιθέτοις κατασκευαῖς, ὥσπερ ἔφην καὶ πρότερον, καὶ πάντων ἥκιστα ἐν οἷς ἂν εἰς πολιτικὰς ὑποθέσεις συγκαθεὶς. ἐγκώμια καὶ ψόγους κατηγορίας τε καὶ ἀπολογίας ἐπιχειρῇ γράφειν. ἕτερος γάρ τις αὑτοῦ γίνεται τότε καὶ καταισχύνει τὴν φιλόσοφον ἀξίωσιν. κἀμοί γε πολλάκις ἐπῆλθεν εἰπεῖν ἐπὶ τῶν τοιούτων αὐτοῦ λόγων, ὃ πεποίηται παρʼ Ὁμήρῳ πρὸς τὴν Ἀφροδίτην ὁ Ζεὺς λέγων·
Οὕ τοι, τέκνον ἐμόν, δέδοται πολεμήια ἔργα, ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο Σωκρατικῶν διαλόγων, ταῦτα δὲ πολιτικοῖς καὶ ῥήορσιν ἀνδράσι μελήσει. ποιοῦμαι δὲ τῆς ἐμαυτοῦ δόξης κοινούς κριτὰς τοὺς φιλολόγους ἅπαντας, ὑπεξαιρούμενος, εἴ τινές εἰσι φιλότιμοι καὶ πρὸς τὰς δόξας ἀλλὰ μὴ πρὸς τὴν ἀλήθειαν κρίνοντες τὰ πράγματα. τὸ μὲν οὖν ἐκλέγειν ἐξ ἀπάντων αὐτοῦ τῶν λόγων, εἴ τι κάκιστον εἴρηται, ὃ ποιοῦσιν ἕτεροί τινες, κἄπειτα τούτοις ἀντιπαρατιθέναι τὴν κράτιστα ἔχουσαν Δημοσθένους λέξιν οὐκ ἐδοκίμαζον, τὸ δʼ ἐκ τῶν ἀμφοτέρων μάλιστα εὐδοκιμούντων, ταῦτα παρʼ ἄλληλα θεὶς ἐξετάζειν τὰ κρείττω τοῦτʼ ἔδοξʼ εἶναι δίκαιον, καὶ ἐπʼ αὐτὸ τοδὶ τρέψομαι τὸ μέρος. δικανικὸς μὲν οὖν
[*](10 Hom Ε 428 sq) [*](1 δὲ B 2 ʼζηλωσα P 4 συγκαθεὶς Reiskius: συγκρα- θεὶς 5 ψόφους B 6 αὐτοῦ MBP: corr v κατασχύνει P 7 κἀμοί] καί μοί M BPv 10 τέκνων B 11 γάμοιο certatim delent, sed cf Plut de superstitione 169e 15 φιλοτότιμοι B) [*](20 οὐ δοκιμάζον P παρʼ ἀμφοτέροις Sylburgius παρʼ ἀμ- φοτέρῳ Sadaeus 21 παράλληλα MBP 22 ἔδοξα Krüger: ἔδοξεν 23 τοδὶ] δὴ MBPv) 180
λόγος εἷς ἐστι Πλάτωνι, Σωκράτους ἀπολογία, δικαστηρίου μὲν ἢ ἀγορᾶς οὐδὲ θύρας ἰδών, κατʼ ἄλλην δέ τινα βούλησιν γεγραμμένος, οὔτʼ ἐν λόγοις τόπον ἔχων οὔτʼ ἐν διαλόγοις. τοῦτον μὲν οὖν ἐῶ. δημηγορία δὲ οὐδεμία, πλὴν εἴ τις ἄρα τὰς ἐπιστολὰς βούλεται δημηγορίας καλεῖν. ἀφείσθωσαν δὴ καὶ αὗται. ἐγκώμια δʼ ἐν τῷ συμποσίῳ πολλὰ μὲν ἔρωτος, ὧν ἔνια οὐκ ἄξια σπουδῆς, ἔν δὲ Σωκράτους ὁποῖον δή ποτε· οὐθὲν γὰρ δέομαι νῦν γε περὶ τούτου λέγειν. κράτιστος δὴ πάντων τῶν πολιτικῶν λόγων ὁ Μενέξενος, ἐν ᾧ τὸν ἐπιτάφιον διεξέρχεται λόγον, ὡς μὲν ἐμοὶ δοκεῖ, Θουκυδίδην παραμιμούμενος, ὡς δὲ αὐτός φησιν, Ἀρχίνῳ καὶ Δίωνι
--- τοῦτον δὴ παραλήψομαι τὸν λόγον καὶ παρʼ αὐτὸν ἐξετάσω Δημοσθένους λέξεις τινάς, οὐκ ἐκ τοῦ ἐπιταφίου· τοῦτον μὲν γὰρ οὐχ ἡγοῦμαι ὑπʼ ἐκείνου τοῦ ἀνδρὸς γεγράφθαι· ἀλλʼ. ἐκ τῶν ἄλλων αὐτοῦ λόγων, ὅσοι περί τε τοῦ καλοῦ καὶ τῆς ἀρετῆς εἴρηνται, μᾶλλον δʼ ἐξ ἑνὸς ἀγῶνος· οὐ γὰρ ἔχω καιρὸν ὅσοις βούλομαι παραδείγμασι χρήσασθαι, πάντων μάλιστα βουληθεὶς ἄν. τοιοῦτος μὲν δή τις ὁ τρόπος ἔσται μοι τῆς συγκρίσεως.
[*](13 cf Plato Menexeni 234 b)[*](3 βάλησιν P τύπον mg M 4 τοῦτον Reiskius: τοῦτο 6 ἀφίσθωσαν P ἀφίστωσαν v αὗται Krüger; αὐταὶ 7 τῷ συμφέροντι τὸ συμποσίῳ P 8 ἓν δὲ] οὐδὲ MBPv ὁποῖόν τι δή P 9 γε Sadaeus: δὲ νῦν δʼ οὐθὲν δέομαι P v κράτιστον M1BΡ 10 δὲ δὴ Krüger 12 Θουκυδίὲων B φησι B 13 ἀρχίω P Ἀρχῖνον καὶ Δίωνα v ἢ Δίωνι Usener cl Menexeni 234b lacunam indicauit ἀγωνιζόμενος siue διαμιλλώμενος add Kiessling 15 τοῦ ἐπιταφίου· τοῦτον Cobet: τούτου· τὸν 17 λόγον P 18 δὲ B 20 τοιούτοις B δὴ Sadaeus οὖν Syl- burgius: ἂν 21 συκρίσεως B )181
λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα 24 φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου· ‘Ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν.ʼ ἡ μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δʼ ἐπιλεγόμενα οὐκέθʼ ὅμοια τοῖς πρώτοις, αὐτίκα τό· προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων.ʼ ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματʼ αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε οὐκ ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν· εἰ μὴ κράτιστον ἀπάντων τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ὁ ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς ἡ πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι [*](4 Menexeni 236 d) [*](1 δὴ Pv 6 εἱμαρμένην MBPv 7 κάλους M 8 ἁρμο- νίας B 9 τό add Usener 11 τὰ om B 12 τοὺς in spatio VIII litt suppl M2 om cum lac IV litt BP προπεμφῆναι M) [*](13 σώματʼ αὐτῶν M: σώματα τῶν PB 14 lac IV litt B nulla in M P: suppl Sylburgius ἀναγκαῖον— κράτιστον] α cum spatio VI litt M cetera omittens 15 ἀπάντων Vliet: lac VI litt B, X fere P 17 δὲ Krüger 18 συμπεριλαβον M 1) [*](19 ἠλίθιος— τελευ desunt in B, qui deinde τὸ σαισι habet pro τήσασι 20 τοῖς om Pn 21 τῶν κόσμων Sylburgius: τὸν κόσμον)
182
τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπέμπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε ἡ προσθήκη. ἀλλʼ ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε ἢ τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ· πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτωνγ μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ· ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθʼ αὐτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθʼ ἑαυτὸ γενόμενον οὕτε ὖθος ἢ πάθος ἔξει μὰ Δία οὕτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν ἡ προσθήκη παρείληπται μήτε τοῦ περιττοῦ (περὶ ταῦτα δὲ καὶ ἐν τούτοις ἡ τῆς λέξεως κατασκευή), τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθʼ
[*](1 πατέρας — παιδεύεσθαι τοὺς om Pv ἀχρὶ M 2 προ- πέμεθαι P 4 Πάτων uocatiuum interpunctione saepsi: Πλά- τωνι BP v ἥδε ἡ] ἢ P 5 κάλους BP 7 πρὸς γὰρ— 9 σύν- θεσιν om Pv 8 lacunam detexit et suppleuit Sadaeus 10 αὐτοῦ Sylburgius: αὐτῆς MP αὐτὴν B 11 εὐφρώνιαν B) [*](13 καὶ bis P 14 τὸ om Pv 15 ἱστοριστικὸν B 16 τοῦτο τί B] τουτὶ τὸ ? 18 οὔτε Sadaeus: οὐ καθʼ ἑαυτὸ γενόμενον seclusit idem 19 οὔτ᾿ Pv οὔτʼ Pv 22 περὶ ταῦτα] περιαιρεῖται frustra Kiessling καὶ ἀν B] κἀν? 23 τίς ἂν] τί ἄν τις Kiessling ) 183
ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ὁ ἀνήρ· ῾Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὅ τε νόμος προστάττει τούτοις ἀποδοῦναι. τοῖς ἀνδράσι καὶ χρή.ʼ τὸ καὶ χρὴ πάλιν ἐνταῦθαγ κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε· ῾Λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον ὁ νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι,ʼ τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλʼ ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὕτε διδαχῆς οὔτε παραμυθίας.