προειπὼν γὰρ ὁ ἀνήρ, ποῖόν τι σχῆμα λαβεῖν ἁρμόττει 27 τὸν λόγον, ἐπιτίθησι ταυτί· ‘Ἐπὶ τούτοις τὴν τῶν ἔργων πρᾶξιν ἐπιδείξωμεν, ὡς καλὴν καὶ ἀξίαν τούτων ἀπεφήναντο.ʼ ἔργων πρᾶξιν ἀξίαν ἀποφηναμένους οὐκ οἶδα εἴ τις ἂν ἠξίωσεν εἰπεῖν τῶν τὴν λεπτὴν καὶ ἀκριβῆ καὶ καθαρὰν διάλεκτον ἐπιτηδευόντων. πράττεται μὲν γὰρ τὰ πράγματα, ἐργάζεται δὲ τὰ ἔργα, ἀποφάνσεως δὲ ἀξιοῦται τὰ λεκτά. τουτὶ [*](2 Menexeni 238e 4 ibid 243c 12 ibid 237b) [*](1 αὑτῶν Π δʼ ἐκκαρτερεῖν BP δʼ ἐγκαρτερεῖν v θαρρεῖν Π αὑτῶν Π 2 τροφῆς ἐστι MBP: corr Usener τροφὴ ἀνθρώπων ἐστι Π 3 καλὴ μὲν ἀγαθῶν, ἡ δʼ ἐναντία κακῶν Π ac fort apud Dionysium in καὶ ἡ latet καλὴ, ut ἀγαθὴ tamquam dittogra- phia natum delendum sit 5 φιλίους Π: φίλους MBPv 8 τʼ ἐλεύσομαι Sylburgius: τελεύσομαι BP ἐλεύσομαι M 9 ταχύ- τητος P ἀδυναστίας Pv 10 μηνύματʼ αὐτά] μήνυμα ταῦτα M μήνυτα ταῦτα B μήνυτα τοι ταῦτα P μηνύματα τὰ τοιαῦτα Reiskius 12 ἐτίθησι P | ἐπὶ MBP: ἐπὶ δὲ Πν 13 καὶ om BP) [*](14 τούτων — ἀξίαν om Pv ἀπεφήναντο M Π: ἀποφήναν ὧνB ἀποφηναμένους] ἀποφηναμένην MPv ἀποφηναγκένην B) [*](17 πράτεται P 18 ἀποφάνσεως Kruger: ἀποφάσεως | δὲ add Reiskius om BPM sed in M spatium est II litt | ἀξιοῦν- ται v | λεκτὰ Sylburgius: ἄληπτα | ταυτὶ B )
188
μὲν δὴ παχὺ εἴρηται, τὸ δ᾿ ἐπὶ τούτῳ λεγόμενον ἐνθύμημα ἀσθενέστερον· διὰ μακροῦ τε γὰρ καὶ ἀκατάλληλον καὶ οὔτε δεινότητα ἔχον οὔτε σύνταξιν· ‘Τῆς δʼ εὐγενείας πρῶτον ὑπῆρξε τοῖσδε ἡ τῶν προγόνων γένεσις, οὐκ ἔπηλυς οὖσα οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφηναμένη μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας καὶ τῷ ὄντι πατρίδα οἰκοῦντας καὶ ζῶντας καὶ τρεφομένους οὐχ ὑπὸ μητρυιᾶς, ὡς οἱ ἄλλοι, ἀλλʼ ὑπὸ μητρὸς τῆς χώρας, ἐν ᾗ ᾤκουν, καὶ νῦν κεῖσθαι τελευτήσαντας ἐν οἰκείοις τόποις τῆς τεκούσης τε καὶ θρεψάσης καὶ ὑποδεξαμένης.ʼ ποῖον ἔθνος ἀνθρώπων καθαρᾷ διαλέκτῳ χρώμενον ἐρεῖ γένεσιν τὴν μὲν αὐτόχθονα τὴν δὲ ἐπήλυδα; ἡμῖν γὰρ δή τι συμβεβηκός ἐστι τὸ εἶναι αὐτόχθοσιν ἢ μὴ ἐπιχωρίοις, οὐχὶ τῇ γενέσει. δύναται γοῦν τις ἀλλαχῇ γενόμενος ἀνὴρ ἑτέρωσε μετοικῆσαι, ἡ δὲ γένεσις αὐτὴ τοῦτο παθεῖν οὐ δύναται. τίς δʼ ἂν ἀξιώσειε τῶν εὖ διαλέγεσθαι σπουδαζόντων εἰπεῖν, ὅτι ἡ γένεσις ἡ τῶν προγόνων τοὺς ὕστερον γενησομένους ἀπεφήνατο αὐτόχθονας καὶ μὴ μετοίκους εἶναι τῆς
[*](4 Menexeni 237b 6 scholion ἀντὶ τοῦ (ἀντι B) ἐπιδείξας φανερόν (φανερῶν B)) [*](1 τὸ δʼ ἐπὶ τούτῳ Sylburgius: τὸ lac V litt τοῦ τούτῳ MB τὸ τὸν τούτῳ Pv λεγό postea add M 2 ἀσθενότερον Pv post διὰ lac III litt M 3 σύνταξιν om M in lac IX litt | post σύνταξιν lac V uel VI litt B 4 τῶν προγόνων Π: lac XII litt M, XVII litt B, XXXX fere litt P 6 scholion in mg om P ἄλοθεν B 7 τῶν ὄντι B 8 ἐν πατρίδι Π 10 τελευτήσαντος B τελευτήσαντες P ἐν οἰκείοις] ἐκείνοις B 11 τε om Π | θρα- ψάσης B 14 δʼ Πv τι] που Sadaeus 15 ἐπιχωρίοις delet Vliet 17 ἡδʼ P γένεσις — τίς δʼ om Pv 18 εὖ διαλέγε- σθαι] ἔν διαλεγεσθαι, mg διαλέγεσθαι B 20 αὐτὸ χθόνας B ) 189
χώρας, ἐν ᾗ ἐγένοντο; οὔτε γὰρ ἡ γένεσις αὐτή τι ἀποφαίνεσθαι φύσιν ἔχει, οὔτε μετοικεῖν τις, ἐν ᾗ ἂν γένηται· ἀλλʼ ἀποφαινόμεθα μὲν ἡμεῖς τὰ λεκτά, μετοικοῦσι δʼ οἱ ἐξ ἄλλης ἀφικόμενοι χώρας ἐν τῇ ὑποδεξαμένη. τίς δὲ βουλόμενος σῴζειν τὴν ἀκολουθίαν, εἰπὼν τὴν γένεσιν καὶ περὶ ταύτης τὸν λόγον ἀποδιδοὺς ἐπιζεύξειεν ἂν τὸ ἄλλοθεν σφῶν ἡκόντων, τὸ ἀρρενικὸν τῷ θηλυκῷ καὶ τῷ ἑνικῷ τὸ πληθυντικόν; ἦν γὰρ δή που κατάλληλος ὁ λόγος, εἰ πρὸς τὴν γένεσιν ἀναφέρων, ὑπὲρ ἧς ὁ λόγος ἦν, ἐπέθηκεν· ἄλλοθεν αὐτῆς ἡκούσης.’ ἐπὶ δὲ τῶν ἀνδρῶν μέλλων ποιεῖσθαι τὸν λόγον ἐξ ἀρχῆς οὕτως ἂν κατεστήσατο τὴν φράσιν· ‘τῆς δ’ εὐγενείας πρῶτον ὑπῆρξαν τοῖσδε οἱ πρόγονοι, οὐχὶ ἐπήλυδες ὄντες οὐδὲ τοὺς ἐκγόνους τούτους ἀποφήναντες μετοικοῦντας ἐν τῇ χώρᾳ, ἄλλοθεν σφῶν ἡκόντων, ἀλλʼ αὐτόχθονας.ʼ
ἄξιον δέ, ὃ καὶ περὶ τῆς εὐγενείας τῶν ἀνδρῶν 28 εἴρηκε, τὴν χώραν πρῶτον ἐπαινῶν, ἐξ ἧς ἐγένοντο, μὴ παρέργως ἰδεῖν. φησὶ δὴ θεοφιλῆ αὐτὴν εἶναι καὶ παρέχεται τούτου μάρτυρας τοὺς ἀμφισβητήσαντας περὶ αὐτῆς θεούς, κοινόν τι πρᾶγμα καὶ ὑπὸ πάντων σχεδὸν τῶν ἐπαινεσάντων τὴν πόλιν εἰρημένον. καὶ οὐ τοῦτο συκοφαντεῖν ἄξιον, ἀλλά, πῶς ἡρμήνευκεν αὐτά, καταμαθεῖν· ‘Μαρτυρεῖ δʼ ἡμῖν τῷ λόγῳ ἡ τῶν [*](24 Menexeni 237c) [*](3 τὰ λεκτά fort delendum est 6 εἰπὼν] εἶπεν MBP εἶπε v cf de comp. p 139 R 7 ἡκόν.των una littera erasa M 8 τῷ ἑνικῷ τὸ πληθυντικόν Reiskius: τὸ ἑνικὸν τῷ πληθυντικῷ) [*](12 ἂν κατεστήσατο accipe: in ordinem redegisset 16 σφᾶς v ἡκόντων M2: ἥκοντας M1 BPv ἀλʼ P 17 δὲ καὶ ὃ frustra Kruger περὶ τῆς εὐγενείας—χώραν iterat P 18 ἐπαινή[ῶ]ν cum ras M 19 δὴ M: δὲ BPv 24 αὐτά Krudger: αὐτήν | ἡμῶν Π )
190
ἀμφισβητησάντων περὶ αὐτῆς θεῶν ἔρις τε καὶ κρίσις. ἣν δὲ θεοὶ ἐπῄνεσαν, πῶς οὐχ ὑπʼ ἀνθρώπων γε συμπάντων δικαία ἐπαινεῖσθαι;’ ταπεινή μοι δοκεῖ καὶ ἄζηλος ἡ λέξις καὶ οὐδὲν ἔχουσα τῆς περιμαχήτου πόλεως ἄξιον, ὡς ἐμοὶ δοκεῖ. ποῖος γὰρ ἐνθάδε πλοῦτος ὀνομάτων; ποία σεμνότης; ποῖον ὕψος; τί οὐ μαλακώτερον τῆς ἀξίας; τί δʼ οὐκ ἐνδεέστερον τῆς ἀληθείας; οὕτως ἐχρῆν ὑπὸ Πλάτωνος εἰρῆσθαι τὴν Ἀθηνᾶς καὶ Ποσειδῶνος ὑπὲρ τῆς Ἀττικῆς στάσιν ἔριν τε καὶ κρίσιν; οὕτως τὸν ἔρωτα, ὃν ἔσχον οἱ θεοὶ τῶν ἐν αὐτῇ τιμῶν, εἰς φαῦλόν τι καὶ μέτριον ῥῆμα ἀγαγεῖν ἣν δὲ θεοὶ ἐπῄνεσανʼ εἰπόντα; ἀλλὰ γὰρ ἃ μετὰ ταῦτα ἐπιτίθησιν εἰς ἔπαινον τῆς γῆς, ὅτι γένος τε τὸ ἀνθρώπων πρώτη ἐγεννήσατο καὶ καρποὺς ἡμέρους αὐτῷ συνεξήνεγκεν, ἄξιον ἰδεῖν· Ἐξελέξατο δὲ τῶν ζῴων καὶ ἐγέννησεν ἄνθρωπον, ὃ συνέσει τε ὑπερέχει τῶν ἄλλων καὶ δίκην καὶ θεοὺς μόνον νομίζει.᾿ οὐκ οἶδα, εἴ τι λαμπρότατον ἄλλο πρᾶγμα τούτου εὐτελέστερον εἴρηται Πλάτωνι καὶ ἰδιωτικώτερον. δῶμεν αὐτῷ τὸ τοῦ ἀνθρώπου ἐγκώμιον οὕτως εἰπεῖν ὀλιγώρως καὶ ἀσθενῶς· ἀλλὰ περί γε τῆς τροφῆς αὐτοῦ γενναίᾳ χρήσεται φράσει· ‘Μόνη γὰρ ἐν τῷ τότε καὶ πρώτη τροφὴν ἀνθρωπείαν ἤνεγκεν τὸν τῶν πυρῶν
[*](15 Menexeni 237d 22 ibid 238a) [*](1 ἀμφητησάντων B | τε καὶ κρίσις addidi ex Π 2 ἣν δὴ Π | συνπάντων B ξυμπάντων Π 3 καὶ ἄζηλος bis B 8 τὴν Hrüdger: τῆς 9 στάσις P | ἔριν τε καὶ κρίσιν del Usener) [*](10 κρίσιν] κρίνην B | ὃν om B | τῶν] τὸν M 12 εἰπόντα; ἀλλὰ Reiskius: εἰπὼν τὰ ἄλλα | ἃ μετὰ] ἅμα τὰ P 13 τε τὸ] τό τε P τό τʼ v 14 πράτη B 15 αὐτῷ Capperonnier: αὐτῶν MBP αὐτοῖς Sylburgius 16 ζῶον B 18 εἴ τι Sadaeus: τἰ ἐπὶ | λαμπρότερον Usener 20 αὐτῶν B 21 περί] πυρί P) [*](22 χρήσεται Krüdger: χρήσει καὶ MBP | καὶ πρώτη bis B) 191
καὶ κριθῶν καρπόν.᾿ ὦ θεοὶ καὶ δαίμονες, ποῦ τὸ Πλατωνικὸν νᾶμα τὸ πλούσιον καὶ τὰς μεγάλας κατασκευὰς καχλάζον; οὕτως μικρολογεῖ καὶ κατὰ στράγγα ῥεῖ τὸ δωδεκάκρουνον ἐκεῖνο στόμα τοῦ σοροῦ; ἐταμιεύσατο νὴ Δία καὶ ὑφῆκε τῆς κατασκευῆς ἑκών, ἴσως τις ἐρεῖ. καὶ πῶς; ὃς οὐκ οἴεται τὸ γάλα σεμνὸν εἶναι ὄνομα, ἀλλὰ πηγὴν τροφῆς αὐτὸ μετονομάζει διὰ τῶν ἐξῆς.