Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

66. Ταύτην τὴν νῆσον λέγεται Θέτις ἀνεῖναι τῷ παιδὶ, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. Καὶ ναός ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον ἤτοι ἄγαλμα τῆς πάλαι ἐργασίας. Ἡ δὲ νῆσος ἀνθρώπων μέν ἐρήμη ἐστίν· νέμεται δὲ αἰξὶν οὐ πολλαῖς, καὶ ταύτας μὲν ἀνατιθέναι λέγονται τῶ Ἀχιλλεῖ ὅσοι ἀεὶ προσίσχουσι. Καὶ γὰρ καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ ναῷ, φιάλαι, δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων. Ταῦτα ξύμπαντα χαριστήρια τῷ Ἀχιλλεῖ ἀνάκειται, καὶ ἐπιγράμματα, τὰ μὲν ῥωμαῖκῶς, τὰ δὲ ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως.

67. Ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου εἰς [τὸ] δεύτερον στόμιον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ δευτέρου στομίου ἐπὶ τὸ Καλὸν στόμιονστάδιοι μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ τοῦ Καλοῦ στομίου ἐπὶ τὸ Νάρακον ὧδε ὀνομάζουσι στόμιον τέταρτον τοῦ Ἴστρου στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ ναράδου ἐπὶ [τὸ] Ἱερὸν λεγόμενον στόμιον πέμπτον τοῦ Ἴστρου στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἐντεῦθεν τὰ μέρη Θράκης τῆς εἰς τὸν Πόντον καθηκούσης ἐκδέχεται, καὶ ὅροι τῶν Θρακῶν. Τὰ δὲ πρότερα πάντα βάρβαρά ἐστιν ἔθνη.

68. Οὗτος ὁ Ἵστρος ποταμὸς ὁ καὶ Δανοῦβις λεγόμενος κατέρχεται ἀπὸ τῶν ἑσπερίων τόπων, τὴν ἐκβολήν πέντε στόμασι ποιούμενος δυσὶ δὲ πόροις σχιζόμενος καὶ εἰς τὸν Ἀδρίαν ῥεῖ. Ἀμέλει δὲ ἄχρι τῆς Κελτικῆς γινώσκεται καὶ τῶ θέρει τὸν πάντα διαμένων χρόνον χειμῶνι μὲν γὰρ αὔξεται πληρούμενος τοῖς γινομένοις ὄμβροισι καὶ ἀπὸ τῆς χιόνος, ὥς φασι, τὰς ἐπιρρύσεις τῶν τε τηκομένων λαμβάνων ἀεὶ πάγων, ἐν δὲ τῷ θέρει τὸ ῥεῖθρον ἐξίησιν ὡσαύτως ἴσον. Ἔχει

420
δέ καὶ νήσους ἐν αὐτῷ κειμένας πολλάς τε καὶ μεγάλας τοῖς μεγέθεσιν, ὡς λόγος· ὧν ἡ μεταξῦ τῆς θαλάττης κειμένη καὶ τῶν στομάτων, ἐστὶν οὐκ ἐλάττων μέν τῆς Ῥόδου νήσου, Πεύκη δὲ λέγεται αὕτη διὰ τὸ πλῆθος ὧν ἔχει πευκῶν. Εἶθ᾿ οὕτως· Μετʼ αὐτὴν πελαγία κειμένη ἡ προειρημένη τοῦ Ἀχιλλέως νῆσος.

69. Ἀπὸ δὲ τοῦ Ἱεροῦ στομίου τοῦ Ἴστρου ποταμοῦ εἰς πόλιν Ἴστρον στάδιοι φ΄, μίλια ξϚ΄, ∠΄,Ϛ΄.

70. Αὕτη ἡ πόλις Ἴστρος ἀπὸ τοῦ ποταμοῦ ἔλαβεν τὸ ὄνομα. Καὶ ταύτην τὴν πόλιν Μιλήσιοι κτίζουσιν, ἡνίκα Σκυθῶν εἰς τὴν Ἀσίαν στράτευμα διέβη βαρβάρων, τὸ Κιμμερίους διῶκον ἔκ τοῦ Βοσπόρου.

71. Ἀπὸ δὲ Ἴστρου πόλεως εἰς Τομέων πόλιν ἔχουσαν ὕφορμον στάδιοι τ΄, μίλια μ΄.

72. Τόμοι ἄποικοι γενομένοι Μιλησίων, ὑπὸ Σκυθῶν ἐν κύκλῳ [περι]οικούμενοι.

73. Ἀπὸ δέ Τομέων εἰς Κάλλατιν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι τ΄, μίλια μ΄.

74. Κάλλατις Ἡρακλεωτῶν ἀποικία κατὰ χρησμὸν γενομένη. ἔκτισαν δὲ ταύτην, ἡνίκα τὴν Μακεδόνων ἀρχήν Ἀμύντας παρέλαβεν.