Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

57. Ἀπὸ δὲ Χερσῶνος εἰς Κορονῖτιν ἤτοι Κερκινῖτιν λεγομένην στάδιοι χ΄, μίλια π΄. Ἀπὸ δὲ Κορονίτιδος ἤτοι Κερκινίτιδος εἰς Καλὸν λιμένα Σκυθικὸν Χερσωνίτιδος στάδιοι ψ΄, μίλια ϟγ΄, γ΄. Ἀπὸ οὖν Καλοῦ λιμένος μέχρι τοῦ Ἴστρου ποταμοῦ ἤτοι Δανούβεως καλουμένου πάλιν Σκῦθαι κατοικοῦσιν. Ἀπὸ δὲ Καλοῦ λιμένος κόλπος ἐκδέχεται καλούμενος Καρκινίτης, διήκων [εἰς] Ταμυράκην· ἔστι δὲ ὁ κόλπος στάδιοι βσν΄, μίλια τ΄. Μὴ περιπλέοντι τοίνυν αὐτὸν, ἀλλʼ ἐπ᾿ εὐθείας διαπλέοντι τὸν ἰσθμὸν, εἰσὶ στάδιοι τ΄, μίλια μ΄. Ἔσω δὲ Ταμυράκης ἔστι λίμνη οὐ μεγάλη.

58. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου Ταμυράκης παρήκει ὁ Ἀχίλλειος δρόμος, ὅπερ ἐστὶν ᾐὼν τουτέστιν αἰγιαλὸς σφόδρα μακρὰ καὶ στενή, διήκουσα τὸν πόρον ἐπὶ

417
σταδίους αδ΄, μίλια ρξ΄, τὸ δὲ πλάτος ἔχουσα τετράπλεθρον· τὰ δὲ ἄκρα αὐτῆς νησίζοντα ἔχει· ἀφέστηκε δὲ τῆς ἡπείρου σταδίους ξ΄, μίλια η΄. Κατὰ μέσον δὲ αὐτῆς αὐχήν ἰσθμοειδὴς τουτέστι στενώδης τῆ ἠπείρῳ ἤτοι τῆ γῇ συνάπτει, ἐπὶ σταδίους μ΄, μίλια ε΄, γ΄, διήκων τὸ μῆκος. Ἀπὸ Ταμυράκης τοίνυν παραπλεύσαντι τὸν προειρημένον δρόμον ἐπὶ τὸ ἕτερον ἀκρωτήριον τοῦ Ἀχιλλέως δρόμου, ὃ καλεῖται ἱερὸν ἄλσος τῆς Ἑκάτης, εἰσὶν οἱ προειρημένοι στάδιοι ασ΄, μίλια ρξ΄. Ἀπὸ δὲ τοῦ ἱεροῦ ἄλσους τῆς Ἑκάτης εἰς Βορυσθένην ποταμὸν ναυσίπορον, τὸν νῦν Δάναπριν λεγόμενον, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄.

59. Οὗτος ὁ Βορυσθένης ποταμὸς πάντων ἐστὶ χρειω δέστατος, κήτη μεγάλα καὶ πολλὰ καὶ καρποὺς φέρων τοὺς φυομένους, νομάς τε τοῖς βοσκήμασιν· ῥεῖν δʼ αὐτὸν ἐπὶ μὲν ἡμερῶν λέγουσι πλοῦν ὡς τεσσαράκοντα πλωτόν· εἰς δὲ τοὺς ἄνω τόπους ἄπλωτός ἐστι καὶ οὐ περάσιμος ὑπὸ χιόνος γὰρ καὶ πάγων ἐξείργεται.

60. Ἐπὶ δὲ ταῖς καθʼ Ὕπανιν καὶ Βορυσθένην ταῖς τῶν δυοῖν ποταμῶν συμβολαῖς ἐστιν κτισθεῖσα πόλις, πρότερον μὲν Ὀλβία καλουμένη, μετὰ δὲ ταῦτα ὑφ᾿ Ἑλλήνων πάλιν Βορυσθένης κληθεῖσα· ταύτην δέ κατὰ τὴν Μηδικήν ἐπαρχίαν Μιλήσιοι κτίζουσιν· διακοσίων δέ καὶ τεσσαράκοντα σταδίων τὸν ἀνάπλουν ἀπὸ τῆς θαλάσσης ἔχει τῷ ποταμῷ Βορυσθένει τῷ νῦν καλουμένῳ Δανάπερι, μίλια λβ΄.

61. Ἀπὸ δὲ Βορυσθένους ποταμοῦ ἐπὶ νῆσον μικροτάτην, ἔρημον καὶ ἀνώνυμον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ νήσου μικροτάτης, ἐρήμου καὶ ἀνωνύμου εἰς Ὀδηστὸν στάδιοι π΄, μίλια ι΄, ∠΄,Ϛ΄. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς

418
Σκοπέλους χωρίον στάδιοι ρξ΄, μίλια κα΄, γ΄. Ἀπὸ δὲ Σκοπέλων εἰς Ἰστριανῶν λιμένα στάδιοι ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἰστριανῶν λιμένος εἰς Ἰσιακῶν λιμένα στάδιοι ϟ΄, μίλια ιβ΄. ἀπὸ δὲ τοῦ Ἰσιακῶν λιμένος ἐπὶ τὸ Νοκώνιον χωρίον στάδιοι τ΄, μίλια μ΄. Ἀπὸ δὲ τοῦ Νικωνίου χωρίου εἰς Τύραν ποταμὸν ναυσίπορον στάδιοι λ΄, μίλια δ΄.

62. Οὗτος ὁ Τύρας ποταμὸς, βαθύς τʼ ὢν εὔβοτος [τε] ταῖς νομαῖς, τῶν ἐχθύων ἐστὶν διάθεσιν ἐμπόροις ἔχων, ταῖς ὁλκάσι τε ναυσὶν ἀνάπλουν ἀσφαλῆ. Ὁμώνυμος δὲ τῷ ποταμῷ κεῖται πόλις Τύρας λεγομένη, ἄποικος Μιλησίων.

63. Ὁμοῦ ἀπὸ βορυσθένους ποταμοῦ ἕως Τύρα ποταμοῦ στάδιοι ωι΄, μίλια ρη΄· ἀπὸ δὲ Χερσῶνος ἕως Τύρα ποταμοῦ στάδιοι δρι΄, μίλια φμη΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ πόλεως Χερσῶνος μέχρι Τύρα ποταμοῦ, σὺν τῷ περίπλῳ τοῦ Καρκινίτου κόλπου, γράφει σταδίους δυκ΄, μίλια φπθ΄, γ΄. Ἀπὸ δὲ Τύρα ποταμοῦ ἐπὶ τὰ Νεοπτολέμου στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τῶν Νεοπτολέμου ἐπὶ Κρημνίσκους στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀρτεμίδωρος δὲ ὁ γεωγράφος ἀπὸ Τύρα ποταμοῦ ἕως τῶν Κρημνίσκων εἶναι λέγει σταδίους υπ΄, μίλια ξδ΄. Ἀπὸ δὲ τῶν Κρημνίσκων ἐπὶ τὰ Ἀντιφίλου στάδιοι τλ΄, μίλια μδ΄. Ἀπὸ δὲ [τῶν] Ἀντιφίλοῦ εἰς Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου ποταμοῦ

413
στάδιοι τ΄, μίλια μ΄. Οὗτοι Θρᾷκες καὶ Βαστάρναι ἐπήλυδες.

64. Κατὰ τοῦτο μάλιστα τὸ Ψιλὸν στόμα τοῦ Ἴστρου ἐπʼ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ὡς τὸ πέλαγος νῆσος πρόκειται, ἥντινα οἱ μέν Ἀχιλλέως νῆσον, οἱ δὲ δρόμον Ἀχιλλέως, οἱ δὲ Λευκὴν ἀπὸ τῆς χροιᾶς ὀνομάζουσιν.

65. Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων, θέαν τε ἱεροπρεπῆ τοῖς ἀφικνουμένοις. Οὐ δυνατὸν δέ ἐστιν ἀπὸ ταύτης χώραν ἰδεῖν, καίπερ ἀπεχούσης αὐτῆς ἀπὸ τῆς ἠπείρου σταδίους υ΄ μίλια νγ΄, γ΄, ὡς δή συγγράφει Δημήτριος.