Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

75. Ἀπὸ δὲ Καλλάτιδος εἰς Καρῶν λιμένα στάδιοι ρπ΄, μίλια κδ΄. Καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κληίζεται. Νῦν δὲ αἱ Καρίαι λέγονται Καρέα. Ἀπὸ δὲ Καρῶν λιμένος εἰς Τετρισιάδα ἤτοι Τίριζαν ἄκραν λεγομένην, ἔχουσαν καὶ ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, νῦν [δὲ] λεγομένην Ἄκραν, στάδιοι ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Τετρισιάδος ἤτοι Ἄκρας εἰς Βιζώνην πολίχνιον, ἐν σάλος, στάδιοι ξ΄, μίλια η΄.

76. Τοῦτο τὸ πολίχνιόν τινες μέν φασιν βαρβάρων, τινές δʼ ἄποικον γεγονέναι Μεσημβρίας.

77. Ἀπὸ δὲ Βιζῶνος εἰς Διονυσόπολιν στάδιοι π΄, μμίλια ι΄, ∠΄,Ϛ΄.

78. Ἄὕτη ἡ Διονυσόπολις πρῶτον ὠνομάζετο Κρουνοὶ διὰ τὰς τῶν ἐγγὺς ὑδάτων ἐκρύσεις· ἔπειτα δέ μετωνομάσθη Ματιόπολις· ὕστερον δὲ, Διονυσιακοῦ ἀγάλματος προσπεσόντος ἐκ τῆς θαλάττης τοῖς τόποις, Διονυσόπολιν λέγουσι κληθῆναι πάλιν. Ἐν μεθορίοις δὶ τῆς Κροβύζων καὶ Σκυθῶν χώρας κειμένη, μιγάδας Ἕληνας οἱκητὰς ἔχει.

421

79. Ἀπὸ δὲ Διονυσοπόλεως εἰς Ὀδησσὸν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ, στάδιοι σ΄, μίλια κϚ΄, ∠΄,Ϛ΄.

80. Ὀδησσὸν κτίζουσι Μιλήσιοι, ὅτε Ἀστυάγης ἦρχε τῆς Μηδίας ἐν κύκλῳ δὲ αὐτῆς ἔχει Κροβύζους Θρᾶκας.

81. Ἀπὸ δὲ Ὀδησσοῦ εἰς τοῦ Αἵμου τὰς ὑπωρείας, αἱ δὴ εἰς τὸν Πόντον καθήκουσιν, ἐν αἷς ὅρμος ναυσὶ, στάδιοι σξ΄, μίλια λδ΄, ∠΄,Ϛ΄.

82. Αἷμος μέγιστόν ἐστιν ὑπὲρ αὐτὴν ὄρος, τῷ Κίλικι Ταύρῳ τὸ μέγεθος προσεμφερής, τῇ τε κατὰ μῆκος τῶν τόπων παρεκτάσει ἀπὸ γὰρ Κροβύζων τῶν τε Ποντικῶν ὅρων ἄχρι τῶν Ἀδριατικῶν διεκβάλλει τόπων.

83. Ἀπὸ δὲ τοῦ Αἵμου εἰς Μεσημβρίαν πόλιν στάδιοι ϟ΄, μίλια ιβ΄.