Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

47. Εἶτα ἔστι Ἑρμώνασσα Φαναγόρειὰ τε, ἣν Τηίους λέγουσιν οἰκίσαι ποτέ· καὶ Σινδικὸς λιμὴν, ἔχων

413
οἰκήτορας Ἕλληνας ἀπὸ τῶν ἐγγὺς ἥκοντας τόπων. Ταύτας περιέχει τὰς πόλεις διακειμένας ἡ νῆσος κατὰ τὴν Μαιῶτιν ἄχρι τοῦ Βοσπόρου, χώραν ἀπολαμβάνουσα πολλὴν πεδιάδα, ἥτις τὰ μὲν τοῖς ἕλεσι καὶ τοῖς ποταμοῖς ἀδιάβατος, τενάγεσί τε τοῖς ἐν τῷ πέραν, ἃ δὲ τῆ θαλάσσῃ τῆ τε λίμνῃ γίνεται. Τὸ δὲ στόμα ἐκπλέοντι Κιμμερὶς πόλις, ἀπὸ Κιμμερίων μέν βαρβάρων κεκλημένη, κτίσις δὲ τυράννων οὖσα τῶν ἐν Βοσπόρῳ, Κῆπός τε ἀποικισθεῖσα διὰ Μιλησίων. Καὶ ταῦτα μέν ἐν τῷ τῆς Ἀσίας μέρει.

49. Τῆς δὲ Εὐρώπης ἐπʼ αὐτοῦ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ἐπωνομασμένον. Ἄνωθεν δὲ τούτων ἡ Σκυθικὴ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσά ἐστι γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. Πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω, Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον· πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν, τοὺς τήν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι, Γεωργοὺς δʼ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον. πέρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος. Ἐπέκεινα [δὲ] πάλιν ἔρημον εἶναι ἐχομένην. Τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος, ἕτερά τε πλείονα οὐ διωνομασμένα, Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ· ὧν οὐδὲ εἷς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν· οἰκοφόρα δὲ ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι, Σκυθικαῖς ἱππομολγίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινήν ἀπάντων, τήν θʼ ὅλην [συν]ουσίαν. Καὶ τὸν σοφὸν δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων· καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. Εὐσημότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν καὶ Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος. Ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναῖς, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμα Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφʼ οὑρετριεύς· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινὸς, ἧς τὸ πέρας ἐστὶν ἄφραστον. ἐξίησι δὲ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τήν λεγομένην Μαιῶτιν, ἐς τὸν Κιμμερικόν τε Βόσπορον.

50. Τὸ δὲ στόμα τῆς λίμνης λέγεται Βόσπορος. Ἀπὸ δὲ Πορθμίου χωρίου ἤτοι τοῦ στομίου τῆς μαιώτιδος

414
λίμνης εἰς πολίχωιον Μφρμηκιῶνα λεγόμενον στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Μυρμηκιῶνος εἰς Παντικάπαιον, πόλιν ἐπίσημον Βοσπόρου στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἔχει δὲ καὶ λιμένα μέγαν καὶ νεώρια. Ἐπ᾿ εὐθείας δὲ πλέοντι ἀπὸ Βοσπόρου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Παντικαπαίου πόλεως εἰς Τυριστάκην πόλιν στάδιοι ξ΄, μίλια η΄. Ἀπὸ δὲ Τυριστάκης πόλεως εἰς Νυμφαῖον πόλιν στάδιοι κε΄, μίλια γ΄, γ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς Ἄκρας κωμίον στάδιοι ξε΄,
415
μίλια η΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ ἄκρας εἰς Κύτας πόλιν, τὴν πρώην λεγομένην Κυδεάκαι, στάδιοι λ΄, μίλια δ΄. Ἀπὸ οὖν Ἀθηναιῶνος μέχρι Κυτῶν Σκῦθαι κατοικοῦσιν. Μετὰ δὲ ταῦτα Βόσπορος ὁ Κιμμερικός ἐστιν. Ἀπὸ δὲ Κυτῶν ἐς Κιμμερικὸν πόλιν στάδιοι ξ΄, μίλια η΄· ἐνταῦθα ὅρμος ναυσὶ τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις. Ἄντικρυς δὲ ἐν τῆ θαλάσσῃ νῆσοι πετρώδεις οὐ πάνυ μεγάλαι δύο, ἀπέχουσαι ὀλίγον τῆς ἠπείρου. Ὁμοῦ ἀπὸ τοῦ στομίου τῆς Μαιώτιδος λίμνης ἕως τοῦ Κιμμερικοῦ στάδιοι τ΄, μίλια μ΄· ἀπὸ δὲ Παντικαπαίου πόλεως ἕως Κιμμερικοῦ στάδιοι σμ΄, μίλια λβ΄.

51. Ἀπὸ δὲ Κιμμερικοῦ εἰς κώμην Καζέκας ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Καζέκας εἰς Θευδοσίαν, πόλιν ἔρημον, ἔχουσαν καὶ λιμένα, στάδιοι σπ΄, μίλια λζ΄, γ΄· καὶ αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις, τῶν Μιλησίων ἔποικος, καὶ μνήμη αὐτῆς ἐστὶν ἐν πολλοῖς συγγράμμασι. Νῦν δὲ λέγεται ἡ Θευδοσία τῆ Ἀλανικῇ ἤτοι τῆ ταυρικῇ διαλέκτῳ Ἀρδάβδα, τουτέστιν ἑπτάθεος. Ἐν ταύτῃ δὲ τῇ Θευδοσίᾳ λέγεταί ποτε καὶ φυγάδας ἐκ τοῦ Βοσπόρου οἰκῆσαι.

52. Ἀπὸ δὲ Θευδοσίας εἰς Ἀθηναιῶνα λιμένα ἤτοι Σκυθοταύρων λιμένα ἔρημον στάδιοι σ΄, μίλια κϚ΄, ∠΄ Ϛ΄.΄ ἐνταῦθα ὅρμος ναυσὶν ἄκλυστος. Ἀπὸ οὖν Ἀθηναιῶνος λιμένος ἤτοι Σκυθοταύρων εἰς Λαμπάδα στάδιοι χ΄, μίλια π΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Λαμπάδος εἰς τὸ Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς, ὑψηλὸν ὄρος, στάδιοι σκ΄, μίλια κθ΄, γ΄.

53. Ἐν ταύτῃ τῇ χώρα τῆς Ταυρικῆς τινες λέγουσιν ἀφικέσθαι ποτὲ κλαπεῖσαν τὴν Ἰφιγένειαν ἐκ τῆς Αὐλίδος. Εἰσὶν δὲ τοῖς ὄχλοις οἱ Ταῦροι συχνοὶ, βίον δʼ ἐνόρειον νομάδα τʼ ἐζηλωκότες, τὴν δʼ ὠμότητα βάρβαροί τε καὶ φονεῖς, ἱλασκόμενοι τὰ θεῖα τοῖς ἀσεβήμασι.

416

54. Ἡ Ταυρικὴ δὲ χερρόνησος λεγομένη τούτοις συνάπτει, πόλιν ἔχουσα Ἑλληνίδα, ἢν Ἡρακλεῶται Δήλιοί τʼ ἀπῴκισαν, τοῖς Ἡρακλεώταις γενομένου χρησμοῦ τινὸς τοῖς τὴν Ἀσίαν οἰκοῦσιν ἐντὸς Κυανέων ἅμα Δηλίοις χερρόνησον οἰκίσαι.

55. Ἀπὸ δὲ Κριοῦ μετώπου εἰς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, ἤτοι Συμβόλων λεγόμενον, στάδιοι τ΄, μίλια μ΄· ἐνταῦθα λιμὴν ἄκλυστος. Ἀπὸ δὲ Συμβόλου λιμένος εἰς Χερρόνησον πόλιν ἤτοι Χερσόνησον τῆς Ταυρικῆς, ἔποικον Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ, στάδιοι ρπ΄, μίλια κδ΄. Ἐνταῦθα ὅρμος καὶ λιμένες καλοί.

56. Ἔχει δὲ παράπλουν τὰ ὅρια τῆς Ταυρικῆς Χερρονήσου ἀπὸ Ἀθηναιῶνος λιμένος μέχρι Καλοῦ λιμένος, σταδίους βχ΄, μίλια τμϚ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ κώμης τῆς Πορθμίτιδος τῆς ἐν τῷ τέλει τῆς Εὐρώπης τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι τοῦ Τανάεως κειμένης, ἕως Χερσῶνος στάδιοι βσξ΄, μίλια τα΄, γ΄, Ὁμοῦ ἀπὸ βοσπόρου ἤτοι Παντικαπαίου ἕως πόλεως Χερσῶνος στάδιοι βσ΄, μίλια σϟγ΄, γ΄.