Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

3. Ἀπὸ δὲ τοῦ Ἑεροὺ Διὸς Οὐρίου πλέοντι ἐν τῇ δεξιᾷ εἰς Ῥήβαν ποταμὸν, στάδια ϟ΄· γίνονται δὲ μίλια ιβ΄. Ἀπὸ δὲ Ῥήβα ποταμοῦ εἰς Μέλαιναν, τὴν νῦν λεγομένην Καλὴν ἄκραν, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Καλῆς ἄκρας εἰς Ἀρτάνην ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄. Ἐνταῦθα ὄρμος ναυσὶ μικραῖς πρὸς ἱερῷ Ἀφροδίτης παράκειται δὲ καὶ νησίον, ὅπερ σκεπάζει τὸν λιμένα.

4. Ἀπὸ δὲ Ἀρττάνου ποταμοῦ εἰς Ψιλλίδα ποταμὸν καὶ χωρίον στάδια ρν΄, μίλια κ΄· καὶ πλοῖα μικρὰ ὁρμίζοιτο ἂν πρὸς τῆ πέτρα τῇ ἀνεχούσῃ οὐ πόρρω τοῦ ποταμοῦ τῶν ἐκβολῶν.

5. Ἀπὸ δὲ τοῦ Ψιλλίδος ποταμοῦ εἰς Κάλπην λιμένα καὶ ποταμὸν στάδια σι΄, s μίλια κη΄· τοῦτο τὸ ἐμπόριόν ἐστιν Ἡρακλεωτῶν. Ὁ δὲ Κάλπης λιμήν ὁποῖόν τι χωρίον ἐστὶ, καὶ ὁποῖος ὅρμος, καὶ ὅτι πηγὴ ἐν αὐτῷ ψυχροῦ καὶ καθαροῦ ὅδατος, καὶ ὅτι ὗλαι πρὸς τῆ θαλάσσῃ ξύλων ναυπηγησίμων, καὶ αὗται ἔνθηροι, ταῦτα Ξενοφῶντι τῷ πρεσβυτέρῳ λέλεκται.

6. Ἀπὸ δὲ Κάλπης λιμένος εἰς Ῥόην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κ΄, μίλια β΄, [∠΄ Ϛ΄]. Ἀπὸ δὲ Ῥόης εἰς Ἀπολλωνίαν, νῆσον μικρὰν τὴν νῦν λεγομένην Δάφνην, ὀλίγον ἀπέχουσαν ἀπὸ τῆς ἠπείρου, ἐν ᾗ λιμὴν ὑπὸ νήσῳ, στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Αὕτη δὲ ἡ Ἀπολλωνιὰς νῆσος ἔχει ἐν αὑτῇ πόλιν λεγομένην Θυνιάδα, Ἡρακλεωτῶν ἄποικον. Ἀπὸ δὲ Ἀπολλωνιάδος νήσου τῆς καὶ Δαφνουσίας εἰς Χηλὰς στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄· αὕτη ἐστὶν ἡ λεγομένη Χηλαὶ Μηδιανῶν.

7. Ἀπὸ δὲ Χηλῶν εὶς Σαγγάριον, ποταμὸν πλωτὸν, στάδια ρπ΄, μίλια κδ᾿.

404
Οὗτος ὁ ποταμὸς ἐκ τῆς ὑπὲρ Θυνῶν τε καὶ Φρυγίας φερόμενος ἐξίησι διὰ τῆς Θυνιάδος.

8. Ἀπὸ δὲ Σαγγαρίου ποταμοῦ εἰς Ὕπιον ποταμὸν στάδια ρπ , μίλαι κδ΄. Οὗτος ὁ ποταμὸς ἔχει ἐφ᾿ αὑτῷ μεσηγὺς πόλιν Προυσιάδα λεγομένην.

9. Ἀπὸ δὲ πίου ποταμοῦ εἰς Δίαν πόλιν, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Δίας πόλεως εἰς Λιλεὸν ἐμπόριον στάδια μ΄, μίλια ε΄ Ἀπὸ δὲ τοῦ Λιλεοῦ εἰς Ἔλαιον ἐμπόριον καὶ ποταμὸν στάδια ξ΄, μίλια η΄. [Ἀπὸ δὲ Ἐλαίου εἰς Κάλητα, ἐμπόριον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ις΄.] Ἀπὸ δὲ Κάλητος ποταμοῦ εἰς Λύκον ποταμὸν στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Λύκου ποταμοῦ εἰς Ἡράκλειαν, πόλιν Ἑλληνίδα Δωρικὴν, Μεγαρέων ἔποικον, στάδια ιθ΄, μίλια β΄,∠΄ Ϛ΄.

10. Ἡράκλεια Βοιωτῶν κτίσις καὶ Μεγαρέων· ἐντὸς δὲ ταύτην Κυανέων κτίζουσιν ὁρμηθέντες ἀπὸ τῆς Ἑλλάδος καθ᾿ οὓς χρόνους ἐκράτησε Κῦρος Μηδίας.

11. Ὁμοῦ ἀπὸ τοῦ Ἱεροὺ ἕως Ἡρακλείας στάδια αφν΄, μίλια σς΄, ∠΄ Ϛ΄ ἐπ᾿ εὐθείας δὲ πλέοντι στάδια ασ΄, μίλια ρξ΄ Ἀπὸ δὲ Ἡρακλείας εἰς Ἀπολλωνίαν τὴν ἐν Εὐρώπη ἐν τῷ Θρᾳκίῳ ἔθνει καὶ καταντικρὺ κειμένην τήν νῦν λεγομένην Σωζόπολιν, στάδια α· γίνονται μίλια ρλγ΄, ∠΄ Ϛ΄.

12. Ἀπὸ δὲ Ἡρακλείας πόλεως ἐπὶ τὸ Μητρῷον καλούμενον, τὸ νῦν λεγόμενον Αὐλία, στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τοῦ Μητρῴου εἰς Ποσείδειον, τὸ νῦν λεγόμενον τὰ Ποτίστεα, στάδια μ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Ποσειδείου εἰς Τυνδαρίδας, τὸ νῦν λεγόμενον Κυρσαιτὰ, στάδια με΄, μίλια Ϛ΄. Ἀπὸ δὲ Τυνδαριδῶν ἕως τοῦ Νυμφαίου στάδια με΄, μίλια Ϛ΄. Ἀπὸ δὲ τοῦ Νυμφαίου εἰς τὸν Ὀξίναν ποταμὸν στάδια λ΄, μίλια δ΄.

405

13. Ἀπὸ δὲ τοῦ Ὀξίνα εἰς Σανδαράκην, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια μ΄, μίλια ε΄. Ἀπὸ δὲ Σανδαράκης εἰς Κρηνίδας, ἐν ᾗ ὅρμος ναυσὶ μικραῖς, στάδια κ΄, μίλια β΄, ∠΄ ς΄. Ἀπὸ δὲ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Ψύλλης εἰς Τίον πόλιν Ἑλληνίδα Ἰωνικὴν, ἐπὶ θαλάσσῃ οἱκουμένη Μιλησίων καὶ ταύτην ἔποικον, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τίου εἰς Βιλλαῖον ποταμὸν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄ οὗτος ὁ Βιλλαῖος ποταμὸς, ὥς τινές φασιν, ὁρίζει Βιθυνίαν· τὰ δὲ ἐχόμενα Παφλαγονίας ἐστί. Τινὲς δὲ νῦν τὸν Παρθένιον ποταμὸν ὅρον Βιθυνίας καὶ Παφλαγονίας εἶναι βούλονται. Ἀπὸ δὲ τοῦ Βιλλαίου ποταμοῦ εἰς Ψίλιδα ποταμὸν, τὸν νῦν λεγόμενον Παπάνιον, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ τοῦ Ψίλιδος ποταμοῦ ἤτοι Παπανίιου εἰς Παρθένιον ποταμὸν στάδια ο΄, μίλια θ΄, γ΄.

14. Οὗτος ὁ Παρθένης πλωτός ἐστι, καταφέρων ἄη. ῥεῖθρον ἡσυχώτατον· ἐν αὐτῷ δὲ λόγος Ἀρτέμιδος εἶναι λουτρὸν ἐπιφανέστατον.

15. Ἀπὸ δὲ τοῦ Παρθενίου εἰς Ἀμάστραν, τὴν καὶ Ἄμαστριν λεγομένην, πόλιν Ἑλληνίδα, ἔχουσαν καὶ ποταμὸν, πρότερον λεγομένην Σήσαμον, στάδια ϟ΄, μίλια ιβ΄. Ἅπὸ δὲ Ἡρακλείας εἰς Ἄμαστριν στάδια Ψ΄, μίλια ϟ΄.

16. Ὧν δὴ τόπων ἄρξαι Φινέα τοῦ Τυρίου Φοίνικος· ὁστέροις δὲ χρόνοις κατελθεῖν ἐξ Ἰωνίας στόλον Μιλησίων, καὶ κτίσαι ταύτας τὰς πόλεις, ἃς εἰς Ἄμαστριν

406
ὕστερον συνήγαγεν, ἐπὶ τῶν τόπων κτίσασα ὁμώνυμον πόλιν, Ἄμαστρις ἡ Ὀξυάθρου μὲν ἱστορουμένη θυγάτηρ ὑπάρχειν, ὡς ὁ λόγος, τοῦ Περσικοῦ, τοῦ δὲ Ἡρακλείας τοῦ Διονυσίου τοῦ τυράννου γενομένη γυνή.

17. Ἀπὸ δὲ Ἀμάστριδος εἰς χηλὴν Ἐρυθίνους στάδια ϟ, μίλια ιβ΄. Ἀπὸ δὲ χηλῆς Ἐρυθίνων εἰς Κρῶμναν χωρίον στάδια ϟ, μίλια ιβ΄. ἀπὸ δὲ Κρώμνης χωρίου εἰς Κύτωρον στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Κυτώρου εἰς Αἰγιαλὸν χωρίον στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Αἰγιαλοῦ εἰς Κλίμακα κώμην στάδια ν΄, μίλια Ϛ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Κλίμακος εἰς Τιμολάϊον χωρίον στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Τιμολαΐου εἰς Θύμηνα στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Θυμήνων εἰς Κάραμβιν, ἀκρωτήριον ὑψηλὸν καὶ μέγα, στάδια ρκ΄, μίλια ιϚ΄.

18. Κατ᾿ ἀντικρὺς δὲ Καράμβεως ἐν τῆ Εὐρώπῃ κεῖται μέγιστον ἀκρωτήριον, ἀπότομον εἰς θάλασσαν,, ὑψηλὸν ὄρος, τὸ λεγόμενον Κριοῦ μέτωπον, ἀπέχον ἐκ Καράμβεως πλοῦν νυχθήμερον.

19. Ἀπὸ δὲ Καράμβεως εἰς πόλιν Καλλίστρατιν τὴν καὶ Μαρσίλλαν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Καλλιστράτιδος εἰς Ζεφύριον στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ζεφυρίου εἰς Γάριον τόπον στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Γαρίου τόπου εἰς Ἀβώνου τεῖχος, τὴν νῦν λεγομένην Ἰωνόπολιν, στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσὶν οὐκ ἀσφαλής σαλεύοιεν δὲ ἀπαθεῖς, εἰ μὴ μέγας χειμὼν καταλάβοι.

20. Ἀπὸ δὲ Ἰωνοπόλεως εἰς Αἰγινήτην, πολίχνιον καὶ ποταμὸν, στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Αἰγινήτου εἰς Κίμωλιν κώμην, νῦν Κινώλην λεγομένην, στάδια ξ΄, μίλια η΄. Ἐν Κινώλῃ σαλεύοιεν ἂν νῆες ὥρᾳ ἔτους ἔχει δὲ καὶ ὕφορμον εἰς τὴν καλουμένην Ἀντικίνωλιν. Ἀπὸ δὲ Κινώλης εἰς Στεφάνην, κώμην καὶ λιμένα, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Στεφάνης εἰς Ποταμοὺς χωρίον στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ τῶν Ποταμῶν εἰς Συριάδα Ἀκρουλεπτὴν στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ Συριάδος Ἀκρουλεπτῆς κόλπος ἐκδέχεται· εἰσπλεύσαντι δὲ αὐτὸν εἰς Ἀρμένην, κώμην καὶ λιμένα μέγαν, στάδια ξ΄, μίλια η΄ ἔστι δὲ παρὰ τὸν λιμένα ποταμὸς Ὀχθομανὴς ὀνόματι.

407

21. Ἀπὸ δὲ Ἀρμένης εἰς Σινώπην, Μιλησίων ποι. κον, στάδια μ΄, μίλια ε΄, γ΄. Κεῖται δὲ ἐπὶ τῶν ἄκρων νησίον, ὃ καλεῖται Σκόπελος. ἔχει δὲ διέκπλουν τοῖς ἐλάττοσι πλοίοις· τὰ δὲ μείζονα περιπλεῖν δεῖ, καὶ οὕτω καταίρειν εἰς τὴν πόλιν. Εἰσὶ δὲ τοῖς περιπλέουσι τὴν νῆσον πλείους ἄλλοι στάδιοι μ΄, μίλια ε΄,γ΄.

22. Σινώπη δὲ ἐπώνυμός ἐστι μιᾶς τῶν Ἀμαζόνων, [ὧν] πλησίον [τὸ] χωρίον, ἥν ποτε μὲν ᾤαουν εὐγενεῖς ὄντες Σύριοι, μετὰ ταῦτα δὲ, ὡς λέγουσιν, Ἑλλήνων ὅσοι ἐπ᾿ Ἀμαζόνας διέβησαν, Αὐτόλυκός τε καὶ σὺν Δηϊλέοντι Φλόγιος, ὄντες Θετταλοί. ἔπειτα Ἁβρώνδας γένει Μιλήσιος ὑπὸ Κιμμερίων [δʼ] οὗτος ἀναιρεῖσθαι δοκεῖ· μετὰ Κιμμερίους Κῷος, πάλιν δὲ Κρητίνης, οἱ γενόμενοι φυγάδες τῶν Μιλησίων. Οὗτοι δὲ συνοικίζουσιν αὐτὴν, ἡνίκα ὁ Κιμμερίων στρατὸς κατέδραμε τὴν Ἀσίαν.