Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

23. Ἀπὸ δὲ Σινώπης εἰς Εὔαρχον ποταμὸν, ἤδη Εὔηχον λεγόμενον, στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. Οὗτος ὁ Εὔαρχος ποταμὸς ὁρίζει τὴν Παφλαγονίαν καὶ τὴν ἐχομένην Καππαδοκίαν· οἱ παλαιοὶ [γὰρ] τήν Καππαδοκίαν καθήκειν βούλονται μέχρι τοῦ Εὐξείνου Πόντου· τινές δὲ αὐτοὺς Λευκοσύρους ἐκάλεσαν· νυνὶ δὲ μετὰ τὴν Παφλαγονίαν τὰ ἐχόμενα μέχρι τῶν βαρβαρικῶν ὁρίων ἰδίως Πόντος καλεῖται· διήρηται δὲ εἰς ἐπαρχίας δύο.

24. Ἀπὸ δὲ Εὐάρχου ποταμοῦ εἰς Κάρουσαν, ἐμπόριον καὶ λιμένα τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, πρῶτον Πολίχνιον ὠνομασμένον, στάδια ο΄, μίλια θ΄, γ΄. Ἀπὸ δὲ Καρούσας εἰς Γουρζούβανθον στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Γουρζουβάνθου εἰς Ζάγωρον χωρίον, ἤδη Καλίππους λεγόμενον, στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Ζαγώρου εἶς Ζάληκον, ποταμὸν καὶ κώμην ἀλίμενον, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ζαλήκου ποταμοῦ εἰς Ἅλυν ποταμὸν πλωτὸν στάδια σι΄, μίλια κη.

25. Οὗτος ὁ Ἅλυς ποταμὸς πάλαι μὲν ὅρος ἦν τῆς Κροίσου βασιλείας καὶ τῆς Περσῶν, νῦν δὲ ὑπὸ τῇ Ῥω. μαίων ἐπικρατείᾶ ῥέει, οὐκ ἀπὸ μεσημβρίας, ὡς λέγει Ἡρόδοτος, ἀλλʼ ἀπὸ ἀνίσχοντος ἡλίου. Καθότι δὲ εἰσβάλλει εἰς τὸν Πόντον, ὁρίζει τὰ Σινωπέων καὶ Ἀμισηνῶν ἔργα τριακόσια δὲ στάδια ἀπέχων τῆς Ἀμισοῦ, μεταξὺ Σύρων τε καὶ Παφλαγόνων φερόμενος εἰς τὸν Πόντον ἔξεισιν.

408

26. Ἀπὸ δὲ Ἅλυος ποταμοῦ εἰς τὸν Ναύσταθμον, ἐν ᾧ καὶ λίμνη ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ναυστάθμου λίμνης εἰς Κωνώπειον λίμνην στάδια ν΄, μιλια Ϛ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Κωνωπείου λίμνης εἰς Εὐσήνην, τὴν καὶ Δαγάλην λεγομένην, στάδια ρκ΄, μίλια ιϚ΄. ἀπὸ δὲ Εὐσήνης εἰς Ἀμισὸν πόλιν στάδια ρξ΄, μίλια κα΄, ∠΄ Ϛ΄. Ἀμισὸς, πόλις Ἑλληνὶς, Ἀθηναίων ἄποικος, ἐπὶ θαλάσσῃ οἰκεὶται.

27. Ἐν τῇ Λευδοσύρων γῇ κειμένη, Φωκαέων ἀποικία· τέσσαρσι γὰρ πρότερον ἔτεσιν οἰκισθεῖσα τῆς Ἡρακλείας, ἔλαβεν Ἰωνικήν κτίσιν. Κατὰ δὲ τὴν πόλιν ταύτην τῆς Ἀσίας σχεδὸν στεότατος αὐχήν ἐστιν εἰς [τὸν] Ἰσσικὸν κόλπον διήκων τήν τε Ἀλεξανδρούπολιιν, τῷ Μακεδόνι κτισθεῖσαν· ἡμερῶν δὲ ὁδὸν εἰς τὴν Κιλικίαν ἑπτὰ τῶν πασῶν ἔχει· τὸ τῆς Ἀσίας γὰρ λέγεται ἰσθμωδέστατον εἴς τὸν περὶ αὐτὸν ὄντα συνάγεσθαι μυχόν. Ὁ δὲ Ἡρόδοτος ἔοικεν ἀγνοεῖν λέγων ἐκ τῆς Κιλικίας [ἀνδρί γ᾿ εὐζώνῳ μολεῖν πένθ᾿ ἡμερῶν εἰς Πόντον εἶναι τὴν ὁδόν. Ἔθνη δὲ ἔχει τὰ πάντα] πεντεκαίδεκα ἡ χερρόνησος, ὧν τρία μὲν Ἑλληνικά, Αἰολικὸν, εἶτ᾿ Ἰωνικὸν καὶ Δωρικὸν, τὰ λοιπὰ δὲ τῶν μιγάδων χωρὶς βάρβαρα· Κίλικες μὲν οὖν Λύκιοί τε καὶ πρὸς τούτοις ἅμα Κᾶρες Μαριανδυνοί τε παραθαλάσσιοι οἰκοῦσι, Παφλαγόνες τε καὶ Παμφύλιοι· Χάλυβες δὲ τήν μεσόγαιαν, οἵ τε πλησίον Καππάδοκες οἵ τε νεμόμενοι τὴν Πισιδικὴν, Λυδοί τε καὶ πρὸς τοῖσδε Μυσοὶ καὶ Φρύγες.

28. Ἀπὸ δὲ Ἀμισοῦ εἰς Λύκαστον ποταμὸν στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Φοῦ Λυκάστου ποταμοῦ εἰς κώμην καὶ ποταμὸν Χαδίσιον στάδια μ΄, μίλια ε΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Χαδισίου εἰς Ἀγκῶνος λιμένα, ἐν ᾧ καὶ Ἶρις ἐμβάλλει, στάδια ρ΄, μίλια ιϚ΄.

29. Ἀπὸ δὲ τοῦ Ἴρεως ποταμοῦ εἰς Ἡράκλειον, ἱερὸν καὶ ἀκρωτήριον. στάδια τξ΄, μίλια μη΄. Ἐνταῦθα λιμήν μέγας, ὁ λεγόμενος Λαμυρὼν, ὅρμος ναυσὶ καὶ ὑδροστόλος. Ἀπὸ δὶ Ἡρακλςίου εἰς Θερμώδοντα, ποταμὸν ναυσίπορον, στάδια μ΄, μίλια ε΄, γ΄. Οὗτος ὁ Θερμώδων ἐστὶν, ἐν ᾧπερ αἱ Ἀμαζόνες οἰκῆσαι λέγονται,

409
ἔχουσαι πρὸς τὰς ἐκβολὰς αὐτοῦ καὶ πόλιν Θεμίσκυραν λεγομένην· διαρρεῖ δὲ Θερμώδων ποταμός. [Ἀπὸ δὲ Θερμώδοντος ποταμοῦ] εἰς Βῆριν ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Βήρεως ποταμοῦ εἰ Θοάριον ποταμὸν στάδια ϟ΄, μίλια ιβ΄.

30. Ἀπὸ δὲ Θοαρίου ποταμοῦ εἰς Οἴνιον ποταμὸν, ἐν ᾧ καὶ ἔφορμός ἐστι ναυσὶ, στάδια λ΄, μίλια δ΄. Ἀπὸ δὲ Οἰνίου ποταμοῦ εἰς Φυγαμοῦντα ποταμὸν στάδια μ΄, μίλια ε΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Φυγαμοῦντος ποταμοῦ εἰς Ἀμηλητὸν τόπον στάδια κ΄, μίλια β΄ ∠΄ Ϛ΄. Ἀπὸ δὲ Ἀμηλητοῦ τόπου εἰς Φαδισάνην ἤτοι Φάδισσαν στάδια ρλ΄, μίλια ιζ΄, ∠΄ Ϛ΄. ἐνταῦθα λιμήν, καὶ πόλις πλησίον, Πολεμώνιον λέγω. Ἀπὸ δὲ Φαδισάνης εἰς Πολεμώνιον πόλιν στάδια ν΄, μίλια Ϛ΄.

31. Ἀπὸ δὲ Πολεμωνίου ἕως πλησίον τοῦ Θερμώδοντος ποταμοῦ πρῶτον Χάλυβες ἔθνος ᾤκουν.

32. Ἀπὸ δὲ τοῦ Πολεμωνίου εἰς ἀκρωτήριον Ἰασόνιον καλούμενον στάδια ρλ΄, μίλια ιζ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ Ἰασονίου εἰς Κιλίκων νῆσον στάδια ιε΄, μίλια β΄. Ἀπὸ δὲ Κιλίκων νήσου ἐπὶ τὸν Γένητον ποταμὸν στάδια νε΄, μίλια ζ΄, ∠΄ Ϛ΄. Ἀπὸ δὶ τοῦ Γενήτου ποταμοῦ εἰς Βοῶνα, ἀκρωτήριον καὶ χωρίον, στάδια κʼ, μίλια β΄, ∠΄ Ϛ΄. Ἐνταῦθα λιμὴν πάντων ἀνέμων, καὶ ὅρμος ναυσίν. Ἀπὸ δὲ Βοῦνος εἰς Κοτύωρον στάδια ϟ΄, μίλια ιβ΄. Ταύτης τῆς Κοτυώρου ὡς πόλεως Ξενοφῶν ἐμνημόνευσε, καὶ λέγει Σινωπέων ἄποικον εἶναι νῦν δὲ κώμη ἐστὶ, καὶ οὐδὲ αὐτὴ μεγάλη.

33. Ἀπὸ δὲ Κοτυώρου ἕως πλησίον Πολεμωνίου πρῶτον Τιβαρηνοὶ ᾤκουν ἔθνος ὁμοχώριοι,πάνυ γελᾶν σπεύδοντες ἐκ παντὸς τρόπου, εὐδαιμονίαν εἶναι ταύτην κεκρικότες.

34. Ἀπὸ δὲ Κοτυώρου κὸλπος ἐκδέχεται. Εἰ;πλεύσαντι δὲ αὐτὸν εἰς Μελάνθιον ποταμὸν στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κοτυώρου μὴ παραπλέοντι τὸν κόλπον, ἀλλʼ ἐπʼ εὐθείας διαπλέοντι τὸ στόμα τοῦ κόλπου, εἰς Ἑρμώνασσαν, χωρίον Τραπεζουσίων, στάδια τ΄, μίλια μ΄. Ἀπὸ δὲ Μελανθίου ποταμοῦ εἰς Φαρμαντὸν

410
ποταμὸν στάδια ρν΄, μίλια κ΄. Ἀπὸ δὲ Φαρμαντοῦ ποταμοῦ εἰς φαρμακίαν ἤτοι τὴν λεγομένην Φαρνακίαν στάδια ρκ΄, μίλια ιϚ΄. Αὕτη ἡ Φαρνακία πάλαι μὲν Κερασοῦς ἐκαλεῖτο, Σινωπέων καὶ αὕτη ἄποικος κτισθεῖσα ὑπ᾿ αὐτῶν, καθʼ ἣν ἔρημος κειμένη ἧς ἄντικρυς παρήκει νῆσος Ἄρεως λεγομένη.

35. Ἀπὸ οὖν Φαρνακίας τῆς καὶ πάλαι Κερασοῦντος ἕως πλησίον Κοτυώρου πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Μοσυνοικοὶ, ἔθεσιν νόμοις τε ἔργοις τε βαρβαρικώτατοι· φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῷ δʼ ἀεὶ ἕκαστα πράττειν· τὸν δʼ ἑαυτῶν βασιλέα δεδεμένον, [ἐν] πύργῳ [τε] συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως ἵνα πάντα προςτάττῃ ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας [τήν] τροφήν.

36. Ἀπὸ δὲ Φαρωακίας εῖς τὴν Ἀρητιάδα νῆσον, ἔχουσαν ὕφορμον τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις, στάδια λ΄, μίλια δ΄ Αὕτη ἡ Ἀρητιὰς νῆσος λέγεται Ἄρεως ἤτοι Ἀρεώνησος. Ἀπὸ δὲ τῆς Ἀρητιάδος νήσου εἰς Ζεφύριον χωρίον στάδια ρκ΄, μίλια ιϚ΄· ἐνταῦθα ὅρμος ναυσίν. Ἀπὸ δὲ Ζεφυρίου χωρίου εἰς Τρίπολιν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Τριπόλεως εἰς Ἀργυρὰ στάδια κ΄, μίλια β΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τῶν Ἀργυρῶν εἰς Φιλοκάλειαν στάδια ϟ, μίλια ιβ΄. Ἀπὸ δὲ Φιλοκαλείας εἰς Κόραλλα στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κοράλλων εἰς Κερασοῦντα, πόλιν καὶ ποταμὸν, στάδια ξ΄, μίλια η΄. Ἀπὸ δὲ Κερασοῦντος εἰς Ἱερὸν ὄρος, ἐν ᾧ καὶ πόλις καὶ ὕφορμος, στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἱεροῦ ὄρους εἰς Κορδύλην χωρίον, ἐν ᾧ καὶ ὅρμος ἐστὶ, στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Κορδύλης εἰς Ἑρμύσην καὶ δεῦρο ὅρμος στάδια μ΄, μίλια ε΄, γ΄. Ἀπὸ δὲ Ἑρμύσης εἰς πόλιν Τραπεζοῦντα, ἐν ἦ ὅρμος λεγόμενος Δαφνοῦς, στάδια ξ΄, μίλια η΄. Τραπεζοῦς, πόλις Ἑλληνὶς, Σινωπέων ἔποικος, ἐπὶ θαλάσσῃ ᾠκισμένη.

37. Ἀπὸ οὖν τραπεζοῦντος ἕως τῆς Ἀρητιάδος νήσου, [καὶ Φαρνακίας τῆς] καὶ πάλαι Κερασοῦντος, πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Μάκρωνες ἤτοι Μακροκέφαλοι.

411

38. Ἀπὸ δὲ Τραπεζοῦντος εἰς Ὕσσον λιμένα, τὸν νῦν λεγόμενον Σουσάρμοια, στάδια ρπ΄, μίλια κδ΄. Ἀπὸ δὲ Σουσαρμίων εἰς Ὀφιοῦντα ποταμὸν, ἐν ᾧ σάλος συμμέτροις ναυσὶ, στάδια ϟ΄, μίλια ιβ΄. Οὗτος ὁ Ὀφιοῦς ποταμὸς διορίζει τὴν Κόλχων χώραν ἀπὸ τῆς Θιαννικῆς. Ἀπὸ οὖν Ὀφιοῦντος ποταμοῦ τὰ ἔθνη τῶν δύο Πόντων ἐστί· τὰ δὲ ἐχόμενα βαρβάρων διαφόρων ἐστὶν ἐθνῶν. Ἀπὸ δὲ Ὀφιοῦντος ποταμοῦ εἰς Ψυχρὸνν λεγόμενον ποταμὸν στάδια λ΄, μίλια δ΄.

39. Ἀπὸ δὲ Ψυχροῦῦ ποταμοῦ εἰς Καλὸνποταμὸν, τὸν νῦν λεγόμενον Καλήν παρεμβολήν, στάδια λ, μίλια δ. Ἀπὸ δὲ Καλῆς παρεμβολῆς εἰς τὸν Ῥίζιον λεγόμενον ποταμὸν καὶ λιμένα στάδια ρκ΄, μίλια ιϚ΄. Ἀπὸ δὲ τοῦ Ῥιζίου εἰς Ἀσκούρναν ποταμὸν στάδια λ, μίλια δ΄. Ἀπὸ δὲ τοῦ Ἀσκούρνα ποταμοῦ εἰς Ἀδινῆον, [τὸν] ἤδη λεγόμενον ἀδιηνὸν ποταμὸν, στάδια ξ΄, μίλια η΄· ἔχει σάλον σύμμετρον ναυσίν. Ἀπὸ δὲ τοῦ ἀδινῃου ποταμοῦ εἰς Κόρδουλω χωρίον στάδια ρ΄, μίλια ιγ΄, γ΄. Ἀπὸ δὲ Κορδύλων εἰς Ἀθήνας χωρίον στάδια π΄, μίλια ι΄, ∠΄ Ϛ΄. ἐνταῦθα ὅρμος ναυσίν. Ἐστι γὰρ [καὶ] ἐν Πόντῳ Εὐξείνῳ χωρίον Ἀθῆναι λεγόμενον, ἐν ᾧ καὶ Ἀθηνᾶς ἱερόν ἐστιν Ἑλληνικὸν, ὅθεν μοι δοκεῖ καὶ τὸ ὄνομα εἶναι τούτου τοῦ χωρίου· καὶ φροῦριόν τί ἐστιν ἠμελημένον· ὁ δὲ ὅρμος οἶος ὥρα ἔτους δέχεσθαι οὐ πολλὰς ναῦς, καὶ σκέπην ταύταις παρέχειν ἀπὸ νότου ἀνέψου καὶ αὐτοῦ τοῦ εὕρου· σώζοιτο δ᾿ ἂν καὶ ἀπὸ τοῦ βορρᾶ τὰ ὁρμοῦντα πλοῖα, ἀλλ᾿ οὐ τοῦ γε ἀπαρκτίου, οὐδὲ τοῦ θρασκίου μέν ἐν τῷ Πόντῳ, σκίρωνος δὲ ἐν τῆ Ἑλλάδι καλουμένου.

40. Ἀπὸ δὲ Ἀθηνῶν εἰς Ζάγατιν ποταμὸν στάδια ζ΄. Ἀπὸ Ἀθηνῶν εἰς Πρυτάντην ποταμὸν στάδια μ΄, μίλια ε΄, γ΄· ἐν τούτῳ καὶ τὰ Ἀγχιάλου βασίλειά ἐστιν. Ἀπὸ δὲ Πρυτάνου ποταμοῦ εἰς Ἀρμένην τόπον στάδια κδ΄, μίλια γ΄, γ΄. Ἀπὸ δὲ Ἀρμένου τόπου εἰς Πυξίτην ποταμὸν, στάδια ξϚ΄, μίλια η΄, ∠΄ Ϛ΄. Ἀπὸ δὲ τοῦ Πυξίτου ποταμοῦ εἰς Ἄρχαβιν ποταμὸν στάδια ϟ΄, μίλια ιβ΄. Ἀπὸ δὲ Ἀρχάβεως ποταμοῦ εἰς Ἄψαρον ποταμὸν στάδια ζ΄, μίλια η΄.

41. Ὁ δὲ Ἄψαρος τὸ χωρίον λέγουσι ὅτι Ἄψυρτος ἐκαλεῖτο πὰλαι· ἐνταῦθα γὰρ τὸν Ἄψυρτον ὑπὸ τῆς

412
Μηδείας ἀποθανεῖν· καὶ τάφος Ἀψύρτου δείκνυται· ἔπειτα διεφθάρη τὸ ὄνομα ὑπὸ τῶν περιοίκων βαρβάρων, καθάπερ καὶ ἄλλα πολλὰ διέφθαρται, ὁπότε καὶ τὰ Τύανὰ [τὰ] ἐν τοῖς Καππαδόκαις Θόανα λέγουσιν ὅτι ὠνομάζετο ἐπὶ Θόαντι τῷ βασιλεῖ [τῶν Ταύρων], ὃς τοὺς ἀμφʼ Ὀρίστην καὶ Πυλάδην διώκων ἄχρι τῆςδε τῆς χώρας ἐλθειν φημίζεται, καὶ ἐνταῦθα νόσῳ ἀποθανεῖν.

42. Ἀπὸ οὖν Ἀρχάβεως οταμοῦ εἰς Ὀφιοῦντα ποταμὸν πρῶτον ᾤκουν ἔθνος οἱ λεγόμενοι Ἐκχειριεῖς, νῦν δὲ οἰκοῦσι Μαχελῶνες καὶ Ἡνίοχοι. [Λείπει τὰ ἀπ᾿ Ὀφιοῦντος ποταμοῦ ἕως τῆς λίμνης τῆς Μαιώτιδος.]