Anonymi (Arriani, ut fertur) periplus ponti Euxini

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

1. Κατὰ τὸν Θράκιον καὶ τὸ στόμα τοῦ Εὐξείνου πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἅπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον λεγόμενον Ἱερὸν, ἐν ᾧ ναός ἐστι Διὸς Οὐρίου προσαγορευόμενος. Τοῦτο δὲ τὸ χωρίον ἀφητήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν δὲ τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τῶν Βιθυνῶν ἔθνους τὸ πρὸς Πόντῳ κείμενον, ὁ περίπλους οὕτω πως ἔχει·

2. Τὸ Ἱερὸν τοῦ Διὸς [τοῦ] Οὐρίου ἀπέχει ἀπὸ Βυζαντίου στάδια ρκ΄· γίνονται δὲ μίλια ιϚ΄. Καὶ ἔστι

403
στενότατον ταύτῃ τὸ στόμα τοῦ Πόντου καλούμενον, καθότι εἰσβάλλει εἰς τὴν Προποντίδα.