Anonymi (Arriani, ut fertur) periplus maris Erythraei

Pseudo-Arrianus

Pseudo-Arrianus. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

47. Ἐπίκειται δὲ τοῖς Βαρυγάζοις κατὰ τὰ μεσόγεια πλείονα ἔθνη, τό τε τῶν Ἀρατρίων καὶ Ἀραχωσίων καὶ Γανδαραίων καὶ τῆς Προκλαΐδος, ἐν ᾗ ἡ Βουκέφαλος

293
Ἀλεξάνδρεια. Καὶ τούτων ἐπάνω μαχιμώτατον ἔθνος Βακτριανῶν, ὑπὸ βασιλέα ὄντων ἰδιότοπον. Καὶ Ἀλέξανδρος ὁρμηθεὶς ἀπὸ τῶν μερῶν τούτων ἄχρι τοῦ Γάγγους διῆλθε, καταλιπὼν τήν τε Λιμυρικήν καὶ τὰ νότια τῆς Ἰνδικῆς· ἀφʼ οὗ μέχρι νῦν ἐν Βαρυγάζοις παλαιαὶ προχωροῦσι δραχμαὶ, γράμμασιν Ἑλληνικοῖς ἐγκεχαραγμέναι ἐπίσημα τῶν μετʼ Ἀλέξανδρον βεβασιλευκότων Ἀπολλοδότου καὶ Μενάνδρου.

48. Ἔνι δὲ αὐτῇ καὶ ἐξ ἀνατολῆς πόλις λεγομένη Ὀζήνη, ἐν ᾗ καὶ τὰ βασίλεια πρότερον ἦν· ἀφʼ ἧς πάντα τὰ πρὸς εὐθηνίαν τῆς χώρας εἰς Βαρύγαζα καταφέρεται καὶ τὰ πρὸς ἐμπορίαν τὴν ἡμετέραν, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ σινδόνες Ἰνδικαὶ καὶ μολόχιναι καὶ ἱκανὸν χυδαῖον ὀθόνιον. Κατάγεται δὲ διʼ αὐτῆς καὶ ἀπὸ τῶν ἄνω τόπων ἡ διὰ Προκλαΐδος καταφερομένη νάρδος ἡ Καττυβουρίνη καὶ ἡ Πατροπαπίγη καὶ ἡ Καβαλίτη καὶ ἡ διὰ τῆς παρακειμένης Συυθίας, ὃ τε κόστος καὶ ἡ βδέλλα.

49. Προχωρεῖ δὲ εἰς τὸ ἐμπόριον οἶνος προηγουμένως Ἰταλικὸς καὶ Λαοδικηνὸς καὶ Ἀραβικὸς καὶ χαλκὸς καὶ κασσίτερος καὶ μόλυβδος, κοράλλιον καὶ χρυσόλιθον, ἱματισμὸς ἀπλοῦς καὶ νόθος παντοῖος, πολύμιτοι ζῶναι πηχυαῖαι, στύραξ, μελίλωτον, ὕαλος ἀργὴ, σανδαράκη, στίμμι, δηνάριον χρυσοῦν καὶ ἀργυροῦν, ἔχον ἀλλαγὴν καὶ ἐπικέρδειάν τινα πρὸς τὸ ἐντόπιον νόμισμα, μύρον οὐ βαρύτιμον οὐδὲ πολύ· τῷ δὲ βασιλεῖ κατʼ ἐκείνους τοὺς καιροὺς εἰσφερόμενα βαρύτιμα ἀργυρώματα καὶ μουσικὰ καὶ παρθένοι εὐειδεῖς πρὸς παλλακίαν καὶ διάφορος οἶνος καὶ ἱματισμὸς ἁπλοῦς πολυτελὴς καὶ μύρον ἔξοχον. Φέρεται δὲ ἀπὸ τούτων τῶν τόπων νάρδος, κόστος, βδέλλα, ἐλέφας, ὀνυχίνη λιθία καὶ μουρρίνη καὶ λύκιον καὶ ὀθόνιον παντοῖον καὶ Σηρικὸν καὶ μολόχινον καὶ νῆμα καὶ πέπερι μακρὸν καὶ τὰ ἀπὸ τῶν ἐμπορίων φερόμενα. Ἀποπλέουσι δὲ κατὰ καιρὸν οἱ ἀπὸ τῆς Aἰγύπτου εἰς τὸ ἐμπόριον ἀναγόμενοι περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί.

294

50. Μετὰ δὲ τὰ Βαρύγαζα εὐθέως ἡ συναφὴς ἤπειρος ἐκ τοῦ βορέου εἰς τὸν νότον παρεκτείνει· διὸ καὶ Δαχιναβάδης καλεῖται ἡ χώρα· δάχανος γὰρ καλεῖται ὁ νότος τῆ αὐτῶν γλώσσῃ. Ταύτης ἡ μὲν ὑπερκειμένη πρὸς ἀνατολὰς μεσόγειος ἐμπεριέχει χώρας τε πολλὰς καὶ ἐρήμους καὶ ὄρη μεγάλα καὶ θηρίων γένη παντοίων, παρδάλεις τε καὶ τίγρεις καὶ ἐλέφαντας καὶ δράκοντας ὑπερμεγέθεις καὶ κροκόττας καὶ κυνοκεφάλων πλεῖστα γένη, ἕθνη τε πλεῖστα καὶ πολυάνθρωπα μέχρι τοῦ Γάγγους.

51. Τῶν δὲ ἐν αὐτῇ τῇ Δαχιναβάδει δύο ἐστὶ τὰ διασημότατα ἐμπόρια, Παίθανα μὲν ἀπὸ Βαρυγάζων ἀπέχοντα ὁδὸν ἡμερῶν εἴκοσι πρὸς νότον, ἀπὸ δὲ ταύτης ὡς ἡμερῶν δέκα πρὸς ἀνατολὴν ἑτέρα πόλις μεγίστη Τάγαρα. Κατάγεται δὲ ἐξ αὐτῶν, πορείαις ἁμαξῶν καὶ ἀνοδίαις μεγίσταις εἰς τὰ Βαρύγαζα ἀπὸ μὲν Παιθάνων ὀνυχίνη λιθία πλείστη, ἀπὸ δὲ Ταγάρων ὀθόνιον πολὺ χυδαῖον καὶ σινδόνων παντοῖα καὶ μολόχινα καί τινα ἄλλα τοπικῶς ἐκεῖ προχωροῦντα φορτία τῶν παραθαλασσίων μερῶν. Ὁ δὲ ὅλος παράπλους μέχρι τῆς Λιμυρικῆς ἐστὶ σταδίων ἑπτακισχιλίων, πλεῖστοι δὲ εἰς Aἰγιαλόν.